Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὁμιλία περὶ μετανοίας

Μέγας Βασίλειος

Μαρτυρίες και παραδείγματα μετανοίας από την Παλαιά Διαθήκη

Θεολογική υπεράσπιση της συγχωρήσεως στην Παλαιά Διαθήκη, με παραδείγματα όπως η Νινευή, ο Αχαάβ και ο Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Ἀλλ᾽ ἐπειδὴ οὐκ ἔχει χώραν γλυκαίνεσθαι τὰ ἁλμυρὰ, λέγομεν δὲ καὶ ἡμεῖς νῦν ἀπὸ Παλαιᾶς· εἴπωμεν τί ἀντιλέγουσι πρὸς τὰ ἐκ τῆς Παλαιᾶς λεγόμενα. Λέγουσι γὰρ, ὅτι πρὸ τοῦ πάθους Σωτῆρος, πρὸ τοῦ τὸ αἷμα τὸ ἅγιον ὑπὲρ ἡμῶν ἐκχυθῆναι, ἐὰν ἀπὸ τῆς Παλαιᾶς ἀναγνῶτε ἡμῖν περὶ μετανοίας, λέγομεν, ὅτι ἐν τῇ Παλαιᾷ συγκεχώρηται· ἐν δὲ τῇ Καινῇ διὰ τὸ πάθος οὐκ ἔσται συγχώρησις. Ἐὰν δὲ ἀπὸ τῆς Καινῆς δείξωμεν, ὅτι καὶ μετὰ τὸ βάπτισμα καὶ μετάληψιν τοῦ Πνεύματος ἁμαρτήσας τις ἀνακαλεῖται διὰ μετανοίας τὸ χάρισμα, δῆλον, ὅτι ἔστι μετάνοια τοῖς παραπεσοῦσι καὶ μετὰ τὸ βάπτισμα· καὶ τὰ ἐν τῇ Παλαιᾷ ἔσται ὑπὲρ τῆς μετανοίας κύρια. Ὡς προσέχουσι δὲ λέγω· ὅθεν καὶ βαρυτέρων ἅπτομαι, ἵνα, εὐέλπιδες γενόμενοι, μὴ ἅπαξ πεσόντες ἐπιμένωμεν τῷ πτώματι. Οὐκ ἐπείσθης αὐτῷ δι᾽ ὑποδείγματος παριστῶντι, ὅρκῳ πείσθητι τοῦ Θεοῦ. Λέγει ὁ Θεός· «Ζῶ ἐγὼ, λέγει Κύριος.» Τοῦτο δὲ ὅρκος Θεῷ πρέπων. Ἐπειδὴ γὰρ οὐκ εἶχε μείζονα ἑαυτοῦ, ὄμνυσι δὲ διὰ τὴν ἀπιστίαν τῶν τὴν μετάνοιαν ἀναιρούντων, «Ζῶ ἐγὼ, λέγει Κύριος,» [καὶ οὐδεὶς φοβείτω,] ὅτι «οὐ θέλω τὸν θάνατον τὸν τοῦ ἁμαρτωλοῦ, ἀλλ᾽ ἢ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν.» Ὁ ζῶν, ζῆσαι θέλει. Οὐδὲ ὅτε ὄμνυσι Θεὸς ἀξιόπιστος; Οὔτε λόγῳ, οὔτε ὑποδείγματι, οὔτε ὅρκῳ πείθῃ; Ἔργοις πείσθητι. Οὐ κατεστράφη Νινευΐ· μετενόησε γάρ.

Ἡ ἀγανάκτησις τοῦ προφήτου, ὅτι οὐ κατεστράφη· ἀνεφύη κολόκυνθα. Ἀπολογεῖταί σοι, ἵνα μνησθῇς, ὅτι ἔστιν ἀγαθός. Δέδοικα δὲ μὴ ἀκούσῃς παρ᾽ αὐτοῦ· «Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;» Τίς ἀσεβέστερος ἀναγέγραπται τοῦ Ἀχαάβ;

Ὡς ἀναγινώσκουσι λέγω. Ἥρπασε πρὸς ταῖς ἄλλαις ἁρπαγαῖς ἀμπελῶνα, φονεύσας τὸν δεσπότην· κατῆλθε κληρονομῆσαι· κατῆλθε χαίρων. Ἀπήντησεν ὁ λυπῶν, ὁ ἐλέγχων προφήτης· οὐχὶ ἐχθρὸς, ἀλλ᾽ ὡς φειδόμενος ἀπεφήνατο οὐ τὴν ἑαυτοῦ ἀπόφασιν, ἀλλὰ τὴν τοῦ Θεοῦ. Μετὰ τὴν ἀπόφασιν ἐνεδύσατο σάκκον, καὶ ἀποδύεται τὴν δεσποτείαν. Γέγραπται γὰρ, ὅτι αὐτὸς ὁ προφήτης, ὁ ἀποσταλεὶς ἐπὶ τὴν ἀπόφασιν, ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι Ἐπειδὴ ἐδεήθη Ἀχαὰβ, τὴν ἀπειλὴν φοβούμενος, οὐκ ἔσται ἃ εἶπον ἐν ταῖς ἡμέραις αὐτοῦ. Ἀναγκάζομαι ἐπιθυμῆσαι καλοῦ φαρμάκου.

Δαβὶδ ὁ ὅσιος, καὶ μετὰ τὴν ἁμαρτίαν ὅσιος, τῶν δέκα ἐντολῶν ἐν μιᾷ ὑποθέσει τρεῖς παρέβη. Ἐπειδὴ ὑμῖν λαλοῦμεν, εἴπωμεν καὶ σαφέστερον. Γέγονε μοιχεία, καὶ φόνος, καὶ ἐπιθυμία ἀλλοτρίας γυναικός. Ἥμαρτεν ὁ δίκαιος ἄνθρωπος, καὶ ὁ Θεὸς κριτὴν αὐτὸν ἐποίησε τῆς ἰδίας ἁμαρτίας. Ἐπειδὴ γὰρ οὐ βλέπομεν δοκὸν ἐν ὀφθαλμῷ ἡμῶν, κάρφος δὲ ἐν ἀλλοτρίῳ, εἰσάγει αὐτῷ τὴν δίκην αὐτοῦ ὡς ἀλλοτρίαν, καί φησιν, ὅτι «Δύο ἄνδρες ἦσαν ἐν πόλει μιᾷ, ὁ μὲν πλούσιος, ὁ δὲ πένης. Τῷ πλουσίῳ ὑπῆρχε πολλά· τῷ δὲ πένητι ἀμνὰς μία, ἣ καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε (τοῦτο δὲ γυναικὸς μυστήριον), μετ᾽ αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν. Ἦλθε φησι, ξένος τῷ πλουσίῳ·» καλῶς δὲ ὅτι «ξένος·» οὐ γὰρ ἐν τούτοις εἶχε συνήθειαν ὁ Δαβίδ. «Ἦλθεν οὖν αὐτῷ ξένος. Ἐάσας, φησὶ, τῷ ξένῳ ἀφ᾽ ὧν εἶχε θῦσαι, τὴν μίαν ἀμνάδα, φησὶ, τοῦ πένητος ἀφαρπάσας θύει.» Ὅσον ἂν πέσῃ ὁ ἰσχυρὸς, ταχεῖαν ἔχει τὴν ἀνάστασιν. Ἀγανακτεῖ ὁ Δαβίδ· ἦν γὰρ Δαβὶδ καὶ πεσών. «Ζῇ Κύριος, ἄξιος θανάτου ἐστὶν ὁ ποιήσας τοῦτο.» Ἀπεφήνατο αὐτὸς καθ᾽ ἑαυτοῦ. Ὡς ἀπεφήνατο, ἐφανέρωσεν ὁ προφήτης τίς ἐστιν ὁ ἄνθρωπος.

Εὐθὺς ἐπὶ τὸ φάρμακον ἐλήλυθεν· εἶδε τὸ τραῦμα· προσέφυγε τῷ ἰατρῷ. «Ἥμαρτον,» φησὶ, καὶ εὐθὺς ἡ ἴασις. «Καὶ ὁ Κύριος παρήνεγκέ σου τὸ ἁμάρτημα.» Τί γὰρ βούλει, ἓν ἁμάρτημα λογισθῆναι ὁσίοις, ἢ πολλὴν δικαιοσύνην; Ἐποίησεν ἁμαρτίαν, ἀλλ᾽ ἐποίησε καὶ πολλὰς δικαιοσύνας. Τί δίκαιον παρὰ δικαίῳ Θεῷ, τῶν ὀλίγων μνημονεῦσαι, ἢ τῶν πολλῶν ἐπιλανθάνεσθαι; Ἔστω ζυγὸς, καὶ ᾧ μετροῦμεν, μετρηθήσεται ἡμῖν. Εἰ πλείονα τὰ ἁμαρτήματα, ἔστω ἁμαρτωλός· εἰ δὲ πλείονα τὰ δικαιώματα, ἔστω δίκαιος.

Εἷς καὶ εἷς. Τὰ γὰρ παρ᾽ ἡμῖν πάντα ἐκ τοῦ πλείονος λέγεται. Καὶ τοῦ λευκοῦ ἐστι λευκότερον, καὶ τοῦ γλυκέος εἰς σύγκρισιν ἄλλο γλυκύτερον. Οὕτως καὶ οἱ δίκαιοί ἐσμεν ὡς ἄνθρωποι, οὐχ ὡς ἡ ἁμαρτία δικαιοσύνη. Ὅθεν ὁ Υἱὸς τοῦ Θεοῦ δικαιοσύνη ἀκούει· ἡμεῖς δὲ μεταλήψει δικαιοσύνης δίκαιοι.

Καὶ Μωϋσῆς ἐλάλησέ τι τῇ γλώττῃ, ἀλλ᾽ οὐκ ἀπελήφθη τῇ ἱστορίᾳ. Καὶ Ἀβραὰμ εὑρίσκεται πιστὸς, καὶ ἔστιν ὅπου ἠπίστησεν. Οὐ τῶν δικαίων κατηγορῶ, ἀλλὰ τὸν Θεὸν δοξάζω. Οὐ προτρέπομαι, ἵνα ἁμαρτήσωμεν. Ἤρεσεν Ἐνὼχ τῷ Θεῷ, λέγει ἡ Γραφὴ, μετὰ τὸ γεννῆσαι τὸν υἱόν. Εἰ μετὰ ταῦτα ἤρεσεν, ἔστιν ἀρέσαι μὴ ἀρεσκόμενον.