Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όροι ΟΓ΄-ΟΘ΄: Καθήκοντα διαφόρων τάξεων των πιστών

Ποιμαντικές και αγιογραφικές οδηγίες για τους συζύγους, τις χήρες, τους δούλους και κυρίους, τους γονείς και τα τέκνα, τις παρθένους, τους στρατευομένους και τους άρχοντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 14 από 15

ΟΡΟΣ ΟΓʹ. Ὅτι οὐ δεῖ ἄνδρα ἀπὸ γυναικὸς, ἢ γυναῖκα ἀπὸ ἀνδρὸς χωρίζεσθαι, εἰ μή τις ἂν ἐπὶ πορνείᾳ ἁλῷ, ἢ εἰς τὴν θεοσέβειαν κωλύηται.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἐῤῥήθη δὲ, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ, δότω αὐτῇ ἀποστάσιον. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι· καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται. ΛΟΥΚΑΣ. Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ, εἰ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται.

ΠΡΟΣ ΚΟΡ. αʹ. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ᾽ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Ὅτι οὐκ ἔξεστι τῷ ἀπολύσαντι τὴν ἑαυτοῦ γυναῖκα, γαμεῖν ἄλλην, οὔτε τὴν ἀπολελυμένην ἀπὸ ἀνδρὸς, ἑτέρῳ γαμεῖσθαι.

Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ, εἰ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται. Ὅτι δεῖ τοὺς ἄνδρας ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ἀγάπην ἣν ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, παραδοὺς ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ.

Κεφάλ. γʹ. ΠΡΟΣ ΕΦΕΣ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν ἠγάπησε, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Καὶ μετ᾽ ὀλίγα· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα, καὶ τὰ ἑξῆς.

Ὅτι δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσιν, ὡς καὶ ἡ Ἐκκλησία τῷ Χριστῷ, ποιούσας τὸ θέλημα τοῦ Θεοῦ.

Κεφάλ. δʹ. ΠΡΟΣ ΕΦΕΣ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν, ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνὴρ κεφαλή ἐστι τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· καὶ αὐτός ἐστιν ὁ σωτὴρ τοῦ σώματος. Ἀλλ᾽ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. ΠΡΟΣ ΤΙΤ. Ἵνα σωφρονίζωσι τὰς νέας, φιλάνδρους εἶναι, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.

Ὅτι οὐ δεῖ τὰς γυναῖκας πρὸς ὡραϊσμὸν κοσμεῖσθαι, ἀλλὰ τὴν πᾶσαν σπουδὴν καὶ μέριμναν ἔχειν περὶ τὰ ἀγαθὰ ἔργα, καὶ τοῦτον ἡγεῖσθαι ἀληθῆ καὶ πρέποντα Χριστιαναῖς κόσμον.

Κεφάλ. εʹ. ΠΡΟΣ. ΤΙΜ. αʹ. Ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς· μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ᾽, ὃ πρέπει γυναιξὶν, ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν.

Ὅτι δεῖ τὰς γυναῖκας σιγᾷν ἐν ἐκκλησίᾳ, κατ᾽ οἶκον δὲ σπουδαιολογεῖσθαι περὶ τῆς εἰς Θεὸν εὐαρεστήσεως.

Κεφάλ. ϛʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτάσσεσθαι. Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. ΠΡΟΣ ΤΙΜ. αʹ. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα.

Καὶ ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν τῇ πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.

ΟΡΟΣ ΟΔʹ. Ὅτι δεῖ τὴν χήραν, τὴν ἰσχυροτέρῳ τῷ σώματι χρωμένην, ἐν φροντίδι καὶ σπουδῇ διάγειν, μεμνημένην τῶν ὑπὸ τοῦ Ἀποστόλου εἰρημένων, καὶ τῇ Δορκάδι μεμαρτυρημένων.

Κεφάλ. αʹ. ΠΡΑΞΕΙΣ. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια, ὀνόματι Ταβιθὰ, ἢ διερμηνευομένη λέγεται Δορκάς. Αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Καὶ μετ᾽ ὀλίγα· Καὶ περιέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι, καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. ΠΡΟΣ ΤΙΜ. αʹ. Χήρα καταλεγέσθω, μὴ ἐλάττων ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή· ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.

Ὅτι δεῖ τὴν χήραν τὴν εὐδοκιμήσασαν ἐν τοῖς ὑπὸ τοῦ Ἀποστόλου εἰρημένοις κατορθώμασι, καὶ φθάσασαν εἰς τὸ τάγμα τῶν ὄντως χηρῶν, προσκαρτερεῖν ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς μετὰ νηστειῶν νυκτὸς καὶ ἡμέρας.

Κεφάλ. βʹ. ΛΟΥΚΑΣ. Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουὴλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς. Καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοηκοντατεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. ΠΡΟΣ ΤΙΜ. αʹ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.

ΟΡΟΣ ΟΕʹ. Ὅτι χρὴ τοὺς δούλους ὑπακούειν τοῖς κατὰ σάρκα κυρίοις εἰς δόξαν Θεοῦ μετὰ πάσης εὐνοία· ἐν οἷς ἂν ἐντολὴ Θεοῦ οὐ λύηται.

Κεφάλ. αʹ. ΠΡΟΣ ΕΦΕΣ. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ᾽ ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ᾽ εὐνοίας δουλεύοντες, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες, ὅτι ἕκαστος ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. ΠΡΟΣ ΤΙΜ. αʹ. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.

Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. ΠΡΟΣ ΤΙΤ. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐπιδεικνυμένους ἀγαθήν· ἵνα τὴν διδασκαλίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

Ὅτι δεῖ τοὺς κυρίους μνημονεύοντας τοῦ ἀληθινοῦ Κυρίου, ὧν ἂν ἀπολαύσωσι παρὰ τῶν δούλων, ταῦτα καὶ ποιεῖν αὐτοῖς κατὰ δύναμιν, ἐν φόβῳ Θεοῦ καὶ ἐπιεικείᾳ τῇ πρὸς αὐτοὺς, κατὰ μίμησιν τοῦ Κυρίου.

Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ. Εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια αὑτοῦ, καὶ λαβὼν λέντιον, διέζωσεν ἑαυτόν.

Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. Καὶ μετ᾽ ὀλίγα· Ὑμεῖς φωνεῖτέ με, ὁ διδάσκαλος, καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.

Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα, καθὼς ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. ΠΡΟΣ ΕΦΕΣ. Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες, ὅτι καὶ ὑμῶν αὐτῶν Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ᾽ αὐτῷ.

ΟΡΟΣ Οϛʹ. Ὅτι δεῖ τὰ τέκνα τιμᾷν τοὺς γονεῖς, καὶ ὑπακούειν ἐν πᾶσιν αὐτοῖς, ἐν οἷς ἂν ἐντολὴ Θεοῦ μὴ ἐμποδίζηται.

Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ μετ᾽ ὀλίγα· Καὶ μετέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρὲτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. ΠΡΟΣ ΕΦΕΣ. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.

Ὅτι δεῖ τοὺς γονεῖς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐκτρέφειν τὰ τέκνα μετὰ πραότητος καὶ μακροθυμίας, μηδεμίαν δὲ πρόφασιν, τὸ ὅσον ἐπ᾽ αὐτοῖς, διδόναι ὀργῆς καὶ λύπης.

Κεφάλ. βʹ. ΠΡΟΣ ΕΦΕΣ. Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. ΠΡΟΣ ΚΟΛ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.

ΟΡΟΣ ΟΖʹ. Ὅτι δεῖ τὰς παρθένους ἀπηλλάχθαι πάσης μερίμνης τοῦ ἐνεστῶτος αἰῶνος, πρὸς τὸ δύνασθαι ἀπερισπάστως τῷ Θεῷ εὐχαριστεῖν κατά τε νοῦν καὶ σῶμα, ἐπ᾽ ἐλπίδι τῆς βασιλείας τῶν οὐρανῶν.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. ΠΡΟΣ ΚΟΡ. αʹ. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος.

Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.

ΟΡΟΣ ΟΗʹ. Ὅτι οὐκ ἔξεστι τοῖς στρατευομένοις διασείειν ἢ συκοφαντεῖν.

Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες· Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

ΟΡΟΣ ΟΘʹ. Ὅτι δεῖ τοὺς ἄρχοντας ἐκδίκους εἶναι τῶν δικαιωμάτων τοῦ Θεοῦ.

Κεφάλ. αʹ. ΠΡΟΣ ΡΩΜ. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.

Ὅτι δεῖ ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι ἐν αἷς ἂν ἐντολὴ Θεοῦ μὴ ἐμποδίζηται.

Κεφάλ. βʹ. ΠΡΟΣ ΡΩΜ. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν, καὶ τὰ ἑξῆς. ΠΡΑΞΕΙΣ. Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. ΠΡΟΣ ΤΙΤ.

Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι.