Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Όρος Π΄: Ο χαρακτήρας των Χριστιανών και των λειτουργών της Εκκλησίας
Σύνοψη των ιδιωμάτων που συγκροτούν την ταυτότητα των πιστών και όσων διακονούν το Ευαγγέλιο ως ποιμένες, ιατροί και συνεργοί του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Όρος Π΄: Ο χαρακτήρας των Χριστιανών και των λειτουργών της Εκκλησίας
Σύνοψη των ιδιωμάτων που συγκροτούν την ταυτότητα των πιστών και όσων διακονούν το Ευαγγέλιο ως ποιμένες, ιατροί και συνεργοί του Θεού.
ΟΡΟΣ Πʹ. Ποταποὺς εἶναι βούλεται ὁ λόγος τοὺς Χριστιανοὺς, ὡς μαθητὰς Χριστοῦ, πρὸς μόνα τυπουμένους, ἃ βλέπουσιν ἐν αὐτῷ, ἢ ἀκούουσι παρ᾽ αὐτοῦ.
Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ. ΙΩΑΝΝΗΣ. Ὑμεῖς φωνεῖτέ με, ὁ διδάσκαλος, καὶ ὁ Κύριος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
Ὡς πρόβατα Χριστοῦ τῆς φωνῆς τοῦ ἰδίου ποιμένος ἀκούοντα μόνου, καὶ αὐτῷ ἀκολουθοῦντας.
Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι. Καὶ ἀνωτέρω· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
Ὡς κλήματα Χριστοῦ, ἐν αὐτῷ ἐῤῥιζωμένους, καὶ ἐν αὐτῷ καρποφοροῦντας, καὶ πᾶν ὁτιοῦν οἰκεῖον αὐτοῦ καὶ ἄξιον ποιοῦντας καὶ ἔχοντας.
Κεφάλ. γʹ. ΙΩΑΝΝΗΣ. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὡς μέλη Χριστοῦ, ἐν πάσῃ ἐνεργείᾳ τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος κατηρτισμένους πρὸς ἀξίαν τῆς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός.
Κεφάλ. δʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ΠΡΟΣ ΕΦ. Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, Χριστός· ἐξ οὗ πᾶν τὸ σῶμα, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας, κατ᾽ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
Ὡς νύμφην Χριστοῦ φυλάσσουσαν τὸ ἁγνὸν, ἐν τῷ μόνοις τοῖς θελήμασι τοῦ νυμφίου στοιχεῖν.
Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ. Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὡς ναοὺς Θεοῦ ἁγίους, καθαροὺς, καὶ μόνων πεπληρωμένους τῶν πρὸς λατρείαν Θεοῦ.
Κεφάλ. ϛʹ. ΙΩΑΝΝΗΣ. Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσῃ, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Λέγει γὰρ ἡ Γραφὴ, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός.
Ὡς θυσίαν Θεοῦ ἄμωμον καὶ ἀλώβητον, παντὶ μέλει καὶ μέρει τῆς θεοσεβείας τὸ ὑγιὲς διασώζοντας.
Κεφάλ. ζʹ. ΠΡΟΣ ΡΩΜ. Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὡς τέκνα Θεοῦ, μεμορφωμένους πρὸς τὴν εἰκόνα τοῦ Θεοῦ, κατὰ τὸ μέτρον τὸ ἀνθρώποις κεχαρισμένον.
Κεφάλ. ηʹ. ΙΩΑΝΝΗΣ. Τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. ΠΡΟΣ ΓΑΛ. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὡς φῶς ἐν κόσμῳ, ὥστε αὐτούς τε εἶναι ἀνεπιδέκτους κακίας, καὶ τοὺς πλησιάζοντας αὐτοῖς φωτίζειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, πρὸς τὸ γενέσθαι ὃ δεῖ, ἢ ἐλέγχειν ὅ εἰσιν.
Κεφάλ. θʹ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. ΠΡΟΣ ΦΙΛΙΠΠ. Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ. Ὡς ἅλας ἐν γῇ, ὥστε τοὺς κοινωνοῦντας αὐτοῖς ἀνανεοῦσθαι τῷ πνεύματι πρὸς ἀφθαρσίαν.
Κεφάλ. ιʹ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ὡς λόγον ζωῆς τῇ πρὸς τὰ παρόντα νεκρώσει πιστουμένους τὴν ἐλπίδα τῆς ὄντως ζωῆς.
Κεφάλ. ιαʹ. ΠΡΟΣ ΦΙΛΙΠΠ. Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Ποταποὺς βούλεται εἶναι ὁ λόγος τοὺς πιστευομένους τὸ κήρυγμα τοῦ Εὐαγγελίου· ὡς ἀποστόλους. καὶ ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους πιστοὺς μυστηρίων Θεοῦ, μόνα τὰ διατεταγμένα ὑπὸ τοῦ Κυρίου ἀπαραλείπτως ἔργῳ καὶ λόγῳ πληροῦντας.
Κεφάλ. ιβʹ. ΜΑΤΘΑΙΟΣ. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ· ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ.
Ὡς κήρυκας βασιλείας οὐρανῶν ἐπὶ καταλύσει τοῦ ἔχοντος τὸ κράτος τοῦ θανάτου ἐν τῇ ἁμαρτίᾳ.
Κεφάλ. ιγʹ. ΜΑΤΘΑΙΟΣ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΟΣ ΤΙΜ. βʹ. Διαμαρτύρομαι ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον τοῦ Θεοῦ.
Ὡς τύπον ἢ κανόνα τῆς εὐσεβείας εἰς κατόρθωσιν μὲν τῆς ἐν πᾶσιν εὐθύτητος τῶν ἀκολουθούντων τῷ Κυρίῳ, ἔλεγχον δὲ τῆς διαστροφῆς τῶν ἐν οἱῳδηποτοῦν ἀπειθούντων.
Κεφάλ. ιδʹ. ΠΡΟΣ ΦΙΛΙΠΠ. Τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Πλὴν εἰς ὃ ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. ΠΡΟΣ ΤΙΜ. αʹ.
Τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. ΠΡΟΣ ΤΙΜ. βʹ. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ· ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Ὡς ὀφθαλμὸν ἐν σώματι, διακριτικοὺς μὲν τῶν ἀγαθῶν καὶ τῶν φαύλων, κατευθύνοντας δὲ τὰ μέλη τοῦ Χριστοῦ, πρὸς τὰ ἑκάστῳ ἐπιβάλλοντα
Κεφάλ. ιεʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ὡς ποιμένας προβάτων Χριστοῦ, μηδὲ τὴν ψυχὴν ὑπὲρ αὐτῶν θεῖναι ἐν καιρῷ παραιτουμένους, ὑπὲρ τοῦ μεταδοῦναι αὐτοῖς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.
Κεφάλ. ιϛʹ. ΙΩΑΝΝΗΣ. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. ΠΡΑΞΕΙΣ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.
Ὡς ἰατροὺς, ἐν πολλῇ εὐσπλαγχνίᾳ κατ᾽ ἐπιστήμην τῆς τοῦ Κυρίου διδασκαλίας θεραπεύοντας τὰ πάθη τῶν ψυχῶν, εἰς περιποίησιν τῆς ἐν Χριστῷ ὑγείας καὶ διαμονῆς.
Κεφάλ. ιζʹ. ΜΑΤΘΑΙΟΣ. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. ΠΡΟΣ ΡΩΜ. Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. Ὡς πατέρας καὶ τροφοὺς ἰδίων τέκνων, ἐν πολλῇ διαθέσει τῆς ἐν Χριστῷ ἀγάπης εὐδοκοῦντας μεταδοῦναι αὐτοῖς οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.
Κεφάλ. ιηʹ. ΙΩΑΝΝΗΣ. Τεκνία, ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
Ὡς Θεοῦ συνεργοὺς, πρὸς μόνα τὰ ἄξια τοῦ Θεοῦ ἔργα ὅλους ἑαυτοὺς ἀποδεδωκότας ὑπὲρ τῆς Ἐκκλησίας.
Κεφάλ. ιθʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Ὡς φυτευτὰς κλημάτων Θεοῦ, ἀλλότριον μὲν οὐδὲν τῆς ἀμπέλου, ἥτις ἐστὶν ὁ Χριστὸς, οὔτε μὴν ἄκαρπον ἐναφιέντας· τὰ δὲ οἰκεῖα καὶ καρποφόρα διὰ πάσης ἐπιμελείας βελτιοῦντας.
Κεφάλ. κʹ. ΜΑΤΘΑΙΟΣ. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα, ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ, καὶ πᾶν, τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν· ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν.
Ὡς οἰκοδόμους ναοῦ Θεοῦ, καταρτίζοντας τὴν ἑκάστου ψυχὴν, εἰς τὸ συναρμολογηθῆναι τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
Κεφάλ. καʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. ΠΡΟΣ ΕΦΕΣ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι.
Κεφάλ. κβʹ. Τί ἴδιον Χριστιανοῦ; Πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. Τί ἴδιον πίστεως; Ἀδιάκριτος πληροφορία τῆς ἀληθείας τῶν θεοπνεύστων ῥημάτων, οὐδενὶ λογισμῷ, οὔτε ὑπὸ φυσικῆς ἀνάγκης εἰσαγομένῳ, οὔτε πρὸς εὐσέβειαν ἐσχηματισμένῳ, διασαλευομένη. Τί ἴδιον πιστοῦ; Τὸ ἐν τοιαύτῃ πληροφορίᾳ συνδιατίθεσθαι τῇ δυνάμει τῶν εἰρημένων, καὶ μηδὲν τολμᾷν ἀθετεῖν, ἢ ἐπιδιατάσσεσθαι. Εἰ γὰρ πᾶν ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστὶν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ δὲ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ· πᾶν τὸ ἐκτὸς τῆς θεοπνεύστου Γραφῆς οὐκ ἐκ πίστεως ὂν, ἁμαρτία ἐστίν. Τί ἴδιον τῆς πρὸς Θεὸν ἀγάπης;
Τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ κατὰ σκοπὸν τῆς αὐτοῦ δόξης. Τί ἴδιον τῆς πρὸς τὸν πλησίον ἀγάπης; Τὸ μὴ ζητεῖν τὰ ἑαυτοῦ, ἀλλὰ τὰ τοῦ ἀγαπωμένου πρὸς τὸ συμφέρον τῇ τε ψυχῇ καὶ τῷ σώματι. Τί ἴδιον Χριστιανοῦ; Τὸ διὰ τοῦ βαπτίσματος ἐξ ὕδατος καὶ Πνεύματος γεννηθῆναι ἄνωθεν. Τί ἴδιον τοῦ γεννηθέντος ἐξ ὕδατος; Τὸ, καθὼς ὁ Χριστὸς ἀπέθανε τῇ ἁμαρτίᾳ ἐφάπαξ, οὕτω καὶ αὐτὸν νεκρὸν εἶναι καὶ ἀκίνητον πρὸς πᾶσαν ἁμαρτίαν, κατὰ τὸ γεγραμμένον, ὅτι Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Τί ἴδιον τοῦ γεννηθέντος ἐκ Πνεύματος;
Τὸ γενέσθαι ἐκεῖνο κατὰ τὸ διδόμενον μέτρον, ὅπερ ἐστὶ τὸ ἐξ οὗ ἐγεννήθη, καθὼς γέγραπται, ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστιν. Τί ἴδιον τοῦ ἄνωθεν γεννηθέντος; Τὸ ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, καὶ ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, κατὰ τὸ εἰρημένον, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Τί ἴδιον Χριστιανοῦ;
Τὸ καθαρισθῆναι μὲν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ καὶ ἀγάπῃ τοῦ Χριστοῦ, καὶ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ᾽ εἶναι ἅγιον καὶ ἄμωμον, καὶ οὕτως ἐσθίειν τὸ σῶμα τοῦ Χριστοῦ, καὶ πίνειν τὸ αἷμα.
Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί ἴδιον τῶν ἐσθιόντων τὸν ἄρτον, καὶ πινόντων τὸ ποτήριον τοῦ Κυρίου; Τὸ τὴν μνήμην φυλάσσειν διηνεκῆ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος. Τί ἴδιον τῶν φυλασσόντων τὴν τοιαύτην μνήμην; Τὸ μηκέτι ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Τί ἴδιον Χριστιανοῦ; Τὸ περισσεύειν αὐτοῦ τὴν δικαιοσύνην ἐν παντὶ, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, κατὰ τὸ μέτρον τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου διδασκαλίας. Τί ἴδιον Χριστιανοῦ; Τὸ ἀγαπᾷν ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς.
Τί ἴδιον Χριστιανοῦ; Τὸ προορᾶσθαι τὸν Κύριον ἐνώπιον αὐτοῦ διὰ παντός. Τί ἴδιον Χριστιανοῦ; Τὸ ἐφ᾽ ἑκάστης ἡμέρας καὶ ὥρας γρηγορεῖν, καὶ ἐν τῇ τελειότητι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἕτοιμον εἶναι, εἰδότα, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖ, ὁ Κύριος ἔρχεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.