Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Η εγκράτεια ως θεμέλιο της άσκησης

Διδασκαλία περί της εγκράτειας στα πάθη, τον γέλωτα και τις τροφές, με έμφαση στο κατάλληλο μέτρο αναλόγως των σωματικών αναγκών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 12

ΕΡΩΤΗΣΙΣ ΙϚʹ. Εἰ ἀναγκαῖον τῷ μέλλοντι εὐσεβῶς ζῇν τὸ ἐγκρατεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι μὲν ἀναγκαῖος ὁ τῆς ἐγκρατείας λόγος, δῆλον· πρῶτον μὲν ἐκ τοῦ τὸν Ἀπόστολον ἐν τοῖς καρποῖς τοῦ Πνεύματος τὴν ἐγκράτειαν ἀριθμῆσαι, ἔπειτα δὲ ἐκ τοῦ τὸ ἄμωμον τῆς διακονίας καὶ ἐκ ταύτης εἰπεῖν κατορθοῦσθαι, ἐν οἷς φησιν·

Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι· καὶ ἑτέρωθι· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις· ἐν λιμῷ καὶ δίψει· ἐν νηστείαις πολλάκις· καὶ πάλιν· Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Καὶ ὁ ὑπωπιασμὸς δὲ τοῦ σώματος, καὶ ἡ δουλαγωγία, ὑπ’ οὐδενὸς ἄλλου τοσοῦτον, ὡς ὑπὸ τῆς ἐγκρατείας κατορθοῦται. Τὸ γὰρ βράζον τῆς νεότητος, καὶ πρὸς τὰς ὁρμὰς δυσκάθεκτον, οἷον χαλινῷ τινι τῇ ἐγκρατείᾳ καθείργεται.

Οὐ γὰρ συμφέρει ἄφρονι τρυφὴ, κατὰ τὸν Σολομῶντα. Τί δὲ σαρκὸς εὐπαθούσης καὶ νεότητος περιφερομένης ἀφρονέστερον; Διό φησιν ὁ Ἀπόστολος· Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· καὶ, Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν.

Καὶ τὸ ὑπόδειγμα δὲ τῆς τοῦ πλουσίου τρυφῆς ἀναγκαίαν ἡμῖν τὴν ἐγκράτειαν παρίστησι, μήποτε ἀκούσωμεν ὃ ἤκουσεν ὁ πλούσιος, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ὅπως δὲ φοβερὸν ἡ ἀκρασία, καὶ ὁ Ἀπόστολος ἔδειξεν, ἐν τοῖς ἰδιώμασι τῆς ἀποστασίας καταριθμήσας αὐτὴν, καὶ εἰπών· Ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ ἄνθρωποι φίλαυτοι. Καὶ πλείονα ἀπαριθμησάμενος τῆς κακίας εἴδη, ἐπήγαγε· Διάβολοι, ἀκρατεῖς.

Καὶ ὁ Ἡσαῦ δὲ τὸ μέγιστον τῶν κακῶν τὴν ἀκρασίαν κατηγορήθη, ὡς ἀντὶ βρώσεως μιᾶς ἀποδόμενος τὰ πρωτοτόκια. Καὶ ἡ πρώτη παρακοὴ δι’ ἀκρασίας ἐνέπεσε τῷ ἀνθρώπῳ. Ἐν ἐγκρατείᾳ δὲ οἱ ἅγιοι πάντες ἐμαρτυρήθησαν. Καὶ πᾶσα δὲ ἡ τῶν ἁγίων καὶ μακαρίων ζωὴ, καὶ τὸ παρ’ αὐτοῦ τοῦ Κυρίου ἐν τῇ ἐπιδημίᾳ τῇ διὰ σαρκὸς ὑπόδειγμα πρὸς τοῦτο ἡμᾶς ὠφελεῖ. Ὁ Μωϋσῆς διὰ τῆς μακρᾶς ἐν νηστείᾳ καὶ προσευχῇ προσεδρίας τὸν νόμον ἔλαβε, καὶ Θεοῦ λόγων ἤκουσεν, Ὡς ἂν εἴ τις λαλήσαι, φησὶ, τῷ ἑαυτοῦ φίλῳ. Ὁ Ἠλίας τότε τῆς ὀπτασίας τοῦ Θεοῦ κατηξιώθη, ὅτε καὶ αὐτὸς ἐν τῷ ἴσῳ μέτρῳ τῆς ἐγκρατείας γέγονε. Τί δὲ ὁ Δανιήλ; Πῶς ἐν τῇ ὀπτασίᾳ τῶν παραδόξων ἐγένετο· Οὐ μετὰ τὴν εἰκοστὴν τὴν νηστείας ἡμέραν· Πῶς δὲ οἱ τρεῖς παῖδες τὴν δύναμιν ἔσβεσαν τοῦ πυρός; Οὐ διὰ τῆς ἐγκρατείας; Καὶ Ἰωάννου δὲ ἡ πᾶσα τοῦ βίου ἔνστασις ἀπὸ τῆς ἐγκρατείας ὥρμητο. Ἀπὸ ταύτης καὶ ὁ Κύριος τῆς φανερώσεως αὐτοῦ ἤρξατο. Ἐγκράτειαν δὲ λέγομεν οὐ πάντως τὴν παντελῆ ἀποχὴν τῶν βρωμάτων (τοῦτο γὰρ βιαία τίς ἐστι διάλυσις τῆς ζωῆς), ἀλλὰ τὴν ἐπὶ καθαιρέσει τοῦ φρονήματος τῆς σαρκὸς πρὸς τὸν τῆς εὐσεβείας σκοπὸν ἐπιτετηδευμένην ἀποχὴν τῶν ἡδέων.

Καὶ ἁπαξαπλῶς, ὧν αἱ ἀπολαύσεις ἐπιθυμηταὶ τοῖς κατὰ πάθος ζῶσι, τούτων ἡμῖν ἡ ἐγκράτεια ἀναγκαία τοῖς ῥυθμιζομένοις πρὸς τὴν εὐσέβειαν. Οὐ μὴν περὶ τὴν ἡδονὴν τῶν βρωμάτων μόνην ἡ τῆς ἐγκρατείας ἄσκησις κατορθοῦται, ἀλλὰ διατείνει καὶ ἐπὶ πᾶσαν τοῦ ἐμποδίζοντος ἀποχήν. Ὥστε ὁ ἀκριβῶς ἐγκρατὴς οὐ γαστρὸς μὲν κρατήσει, δόξῃ δὲ ἀνθρωπίνῃ ἡττηθήσεται· οὐκ ἐπιθυμίας μὲν αἰσχρᾶς περιγενήσεται, πλούτου δὲ οὐκέτι, οὐδὲ ἄλλης τινὸς ἀγεννοῦς διαθέσεως, οἷον ὀργῆς, ἢ λύπης, ἢ τῶν ὅσα τὰς ἀπαιδεύτους ψυχὰς καταδουλοῦσθαι πέφυκε.

Σχεδὸν γὰρ, ὃ ἐπὶ πασῶν θεωροῦμεν τῶν ἐντολῶν, ὅτι ἀλλήλων ἔχονται, καὶ ἀπεσχισμένως ἄλλην ἀπ’ ἄλλης κατορθοῦσθαι ἀμήχανον, τοῦτο μάλιστα περὶ τὴν ἐγκράτειαν θεωρεῖται. Ταπεινόφρων τε γάρ ἐστιν ὁ περὶ δόξαν ἐγκρατής· καὶ τῆς ἀκτημοσύνης τὸ εὐαγγελικὸν ἐκπληροῖ μέτρον ὁ περὶ χρήματα ἐγκρατῶς διακείμενος· καὶ ἀόργητος ὁ θυμοῦ καὶ ὀργῆς ἐπικρατῶν. Καὶ γλώσσῃ δὲ μέτρα, καὶ ὀφθαλμοῖς ὅρους, καὶ ὠσὶν ἀπερίεργον ἀκοὴν ὁ ἀκριβὴς τῆς ἐγκρατείας ὁρίζει λόγος· οἷς ὁ μὴ ἐμμένων ἀκρατὴς καὶ ἀκόλαστος. Ὁρᾷς πως περὶ μίαν ἐντολὴν ταύτην αἱ πᾶσαι ὡς ἐν χορῷ ἀλλήλων ἔχονται;

ΕΡΩΤΗΣΙΣ ΙΖʹ. Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὸ παρὰ τοῖς πολλοῖς δὲ παρορώμενον οὐ μετρίας φυλακῆς τοῖς ἀσκουμένοις ἄξιον. Τὸ γὰρ γέλωτι ἀκρατεῖ καὶ ἀσχέτῳ κατέχεσθαι, ἀκρασίας σημεῖον, καὶ τοῦ μὴ κατεσταλμένα ἔχειν τὰ κινήματα, καὶ τοῦ μὴ ἀκριβεῖ λόγῳ τῆς ψυχῆς τὸ χαῦνον καταπιέζεσθαι. Ἄχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ ἀπρεπὲς, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐγκαγχάζειν δὲ τῇ φωνῇ, καὶ ἀναβράζεσθαι ἀπροαιρέτως τὸ σῶμα, οὐ τοῦ κατεσταλμένου τὴν ψυχὴν, οὐδὲ τοῦ δοκίμου, οὐδὲ τοῦ περικρατῶς ἔχοντος ἑαυτοῦ. Τοῦτο εἶδος τοῦ γέλωτος καὶ ὁ Ἐκκλησιαστὴς παραιτούμενος, ὡς περιτρέπον μάλιστα τὸ σταθερὸν τῆς ψυχῆς, φησί·

Τῷ γέλωτι εἶπα περιφοράν· καί· Ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Καὶ ὁ Κύριος τὰ μὲν ἀναγκαῖα πάθη τῆς σαρκὸς ὑπομείνας φαίνεται, καὶ ὅσα ἀρετῆς μαρτυρίαν φέρει· οἷον κόπον, καὶ τὸν ἐπὶ τοῖς θλιβομένοις ἔλεον· γέλωτι δὲ μηδαμοῦ χρησάμενος, ὅσον ἐκ τῆς τῶν Εὐαγγελίων ἱστορίας, ἀλλὰ καὶ ταλανίζων τοὺς κατεχομένους ὑπ’ αὐτοῦ. Μὴ παρακρουέσθω δὲ ἡμᾶς ἡ ὁμωνυμία τοῦ γέλωτος. Σύνηθες γὰρ τῇ Γραφῇ πολλάκις τὴν χαρὰν τῆς ψυχῆς καὶ τὴν φαιδρὰν ἐπὶ τοῖς ἀγαθοῖς διάθεσιν γέλωτα ὀνομάζειν, ὡς ἡ Σάῤῥα φησί· Γέλωτά μοι ἐποίησεν ὁ Θεός· καὶ τὸ, Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· καὶ τὸ ἐν τῷ Ἰὼβ δὲ κείμενον· Ἀληθινὸν δὲ στόμα ἐμπλήσει γέλωτος. Ταῦτα γὰρ πάντα ἀντὶ ἱλαρότητος ἐπὶ τῆς κατὰ ψυχὴν ἀγαλλιάσεως εἴληπται τὰ ὀνόματα.

Ὥστε ὁ παντὸς πάθους ἀνώτερος, καὶ μηδένα ἐξ ἡδονῆς ἐρεθισμὸν πάσχων, ἢ καὶ προϊέμενος, ἀλλ’ ἐγκρατῶς καὶ ἀνενδότως πρὸς πᾶσαν ἀπόλαυσιν βλαβερὰν διακείμενος, ὁ τέλειός ἐστιν ἐγκρατής· ὁ δὲ τοιοῦτος δηλονότι καὶ πάσης ἀπήλλακται ἁμαρτίας.

Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν συγκεχωρημένων καὶ ἀναγκαίων πρὸς τὸ ζῇν ἀφεκτέον, ὅταν ἐπ’ ὠφελείᾳ τῶν ἀδελφῶν ἡμῶν ἡ ἀποχὴ οἰκονομῆται. Ὡς ὁ Ἀπόστολος· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, φησὶν, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα.

Καὶ ἔχων ἐξουσίαν ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὐκ ἐχρήσατο τῇ ἐξουσίᾳ, ἵνα μὴ ἐγκοπήν τινα δῷ τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἔστιν οὖν ἡ ἐγκράτεια ἁμαρτίας ἀναίρεσις, παθῶν ἀπαλλοτρίωσις, σώματος νέκρωσις μέχρι καὶ αὐτῶν τῶν φυσικῶν παθημάτων τε καὶ ἐπιθυμιῶν, ζωῆς πνευματικῆς ἀρχὴ, τῶν αἰωνίων ἀγαθῶν πρόξενος, ἐν ἑαυτῇ τὸ κέντρον τῆς ἡδονῆς ἀφανίζουσα.

Ἡδονὴ γάρ ἐστι τὸ μέγα τοῦ κακοῦ δέλεαρ, δι’ ἣν εὐέμπτωτοι μάλιστα πρὸς ἁμαρτίαν ἐσμὲν οἱ ἄνθρωποι· ὑφ’ ἧς πᾶσα ψυχὴ ὡς ὑπ’ ἀγκίστρου πρὸς τὸν θάνατον ἕλκεται. Ὡς ὅ γε μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπ’ αὐτῆς, διὰ τῆς ἐγκρατείας πᾶσαν φυγὴν ἁμαρτημάτων κατώρθωσεν.

Εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ’ ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρατὴς ὁ τοιοῦτος· ὥσπερ καὶ ὁ ὑφ’ ἑνὸς πάθους σωματικοῦ ἐνοχλούμενος οὐχ ὑγιής· καὶ ὑφ’ ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος οὐκ ἐλεύθερος. Αἱ μὲν οὖν λοιπαὶ ἀρεταὶ, ἐν τῷ κρυπτῷ κατορθούμεναι, ὀλιγάκις διαφαίνονται τοῖς ἀνθρώποις· ἡ δὲ ἐγκράτεια ἀπ’ αὐτῆς τῆς συντυχίας γνώριμον ποιεῖ τὸν ἔχοντα. Ὡς γὰρ τὸν ἀθλητὴν ἡ πολυσαρκία καὶ ἡ εὔχροια χαρακτηρίζει, οὕτω τὸν Χριστιανὸν τὸ κατεσκληκὸς τοῦ σώματος, καὶ ἡ ἐκ τῆς ἐγκρατείας ἐπανθοῦσα ὠχρία δείκνυσιν, ὅτι ἀθλητὴς ὄντως ἐστὶ τῶν ἐντολῶν τοῦ Χριστοῦ· ἐν τῇ ἀσθενείᾳ τοῦ σώματος καταπαλαίων ἑαυτοῦ τὸν ἐχθρὸν, καὶ τὸ δυνατὸν ἐν τοῖς τῆς εὐσεβείας ἄθλοις ἐπιδεικνύμενος, κατὰ τὸ εἰρημένον, ὅτι Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Ὅσον τὸ κέρδος, ὀφθῆναι μόνον τὸν ἐγκρατῆ, μόλις καὶ κατὰ μικρὸν τῶν ἀναγκαίων ἁπτόμενον, καὶ ὡς λειτουργίαν ἐπαχθῆ ὑποτελοῦντα τῇ φύσει, καὶ δυσχεραίνοντα μὲν τῷ καιρῷ τῆς περὶ ταῦτα διατριβῆς, ταχὺ δὲ τῆς τραπέζης ἀποπηδῶντα πρὸς τὴν τῶν ἔργων σπουδήν. Οἶμαι γὰρ ἂν καὶ τοῦ ἀκολάστου περὶ γαστέρα μηδένα λόγον τοσοῦτον τῆς ψυχῆς καθάψασθαι, καὶ πρὸς μεταβολὴν ἐναγαγεῖν, ὅσον καὶ μόνην τὴν συντυχίαν τοῦ ἐγκρατοῦς.

Καὶ τοῦτό ἐστιν, ὡς ἔοικε, τὸ εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πίνειν· ὥστε καὶ ἐπὶ τῆς τραπέζης λάμπειν τὰ καλὰ ἡμῶν ἔργα πρὸς τὸ δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

ΕΡΩΤΗΣΙΣ ΙΗʹ Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπογεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἀναγκαίως μέντοι κἀκεῖνο προσδιωρίσθω, ὅτι πρὸς τὸν ὑπωπιασμὸν τοῦ σώματος ἀπαραίτητον τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς ἡ ἐγκράτεια· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται. Πρὸς δὲ τὸ μὴ συνεμπίπτειν τοῖς ἐχθροῖς τοῦ Θεοῦ τοῖς κεκαυτηριασμένοις τὴν ἰδίαν συνείδησιν, καὶ διὰ τοῦτο ἀπεχομένοις βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ’ εὐχαριστίας τοῖς πιστοῖς, ἅπτεσθαι μὲν ἑκάστου χρὴ, καιροῦ ποτε συνεμπεσόντος, ὅσον ἐνδείκνυσθαι τοῖς ὁρῶσιν, ὅτι πάντα καθαρὰ τοῖς καθαροῖς καὶ ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· Ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ, καὶ ἐντεύξεως· φυλάσσειν δὲ καὶ οὕτω τὸν τῆς ἐγκρατείας σκοπόν· τοῖς μὲν εὐτελεστέροις καὶ ἀναγκαίοις πρὸς τὸ ζῇν μέχρι τῆς χρείας προσδιατρίβοντα, καὶ ἐν τούτοις τοῦ κόρου τὸ βλαβερὸν ἐκκλίνοντα, τῶν δὲ πρὸς ἡδονὴν καθόλου ἀπεχόμενον. Οὕτω γὰρ καὶ τῶν φιληδόνων τὸ πάθος ἐκκόψομεν, καὶ τοὺς κεκαυτηριασμένους τὴν ἰδίαν συνείδησιν, τό γε ἐφ’ ἡμῖν, θεραπεύσομεν, καὶ ἑαυτοὺς δὲ τῆς ἐν ἑκατέρᾳ ὑπονοίας ἐλευθερώσομεν.

Ἵνα τί γὰρ, φησὶν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Ἐγκράτεια δείκνυσι τὸν συναποθανόντα Χριστῷ, καὶ νεκρώσαντα ἑαυτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ταύτην οἴδαμεν σωφροσύνης μητέρα, ὑγείας πρόξενον, τῆς τῶν ἀγαθῶν ἐν Χριστῷ καρποφορίας ἱκανῶς ὑπεξαίρουσαν τὰ ἐμπόδια· εἴπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ αἱ ἡδοναὶ τοῦ βίου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Ταύτην καὶ δαίμονες ἀποφεύγουσιν, αὐτοῦ τοῦ Κυρίου διδάξαντος ἡμᾶς, ὅτι Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.

ΕΡΩΤΗΣΙΣ ΙΘʹ. Τί τὸ μέτρον τῆς ἐγκρατείας. ΑΠΟΚΡΙΣΙΣ. Ἐπὶ μὲν τῶν τῆς ψυχῆς παθῶν ἓν μέτρον ἐγκρατείας, ἡ παντελὴς ἀπαλλοτρίωσις τῶν πρὸς τὴν ὀλεθρίαν ἡδονὴν φερόντων· ἐπὶ δὲ τῶν βρωμάτων, ὥσπερ αἱ χρεῖαι ἄλλαι ἄλλων εἰσὶ, κατά τε ἡλικίας καὶ ἐπιτηδεύματα, καὶ πρὸς τὴν τοῦ σώματος ἕξιν οἰκείως διαιρούμεναι· οὕτω δὴ καὶ τὸ μέτρον τῆς χρήσεως διάφορον, καὶ ὁ τρόπος. Ὥστε ἑνὶ μὲν κανόνι πάντας περιλαμβάνεσθαι τοὺς ἐν τῇ γυμνασίᾳ τῆς εὐσεβείας ἀδύνατον· ἀφορίσαντες δὲ τὸ περὶ τοὺς ὑγιαίνοντας τῶν ἀσκουμένων μέτρον, ἀπὸ τούτου τὴν παραλλαγὴν πρὸς τὰ ἑκάστῳ συμπίπτοντα ἐστοχασμένως γίνεσθαι παρὰ τῶν ἐπιτεταγμένων τὴν οἰκονομίαν ἀφίεμεν. Οὐδὲ γὰρ τὰ καθέκαστον τῷ λόγῳ περιλαμβάνειν δυνατὸν, ἀλλ’ ὅσα τῆς κοινῆς καὶ καθόλου διδασκαλίας ἤρτηται. Τὴν γὰρ τῶν ἀῤῥώστων παραμυθίαν ἐκ τῶν βρωμάτων, ἢ τὴν τοῦ ἄλλως κεκμηκότος ἐπὶ συντόνοις ἔργοις, ἢ καὶ τὴν τοῦ παρασκευαζομένου πρὸς κάματον, οἷον ὁδοιπορίας, ἤ τινος ἄλλου τῶν ἐπιπόνων, οἱ ἐφεστῶτες πρὸς λόγον ἀεὶ τῆς χρείας οἰκονομήσουσιν, ἑπόμενοι τῷ εἰπόντι, ὅτι Διεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. Οὔτε οὖν καιρὸν τροφῆς τὸν αὐτὸν πᾶσι νομοθετῆσαι δυνατὸν, οὔτε τὸν τρόπον, οὔτε τὸ μέτρον· ἀλλὰ σκοπὸς μὲν κοινὸς ἔστω ἡ τῆς χρείας ἐκπλήρωσις.

Τὸ γὰρ ὑπερεμπίπλασθαι τὴν γαστέρα, καὶ καταβαρύνεσθαι ταῖς τροφαῖς, κατάρας ἄξιον, τοῦ Κυρίου εἰπόντος· Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν· καὶ αὐτὸ δὲ τὸ σῶμα δύσχρηστον πρὸς τὰς ἐνεργείας παρασκευάζει, καὶ πρὸς ὕπνους εὐκατάφορον, καὶ ἑτοιμότερον πρὸς τὰς βλάβας.

Οὐ μὴν οὐδὲ τὸ ἡδὺ τέλος ποιεῖσθαι τῆς βρώσεως χρὴ, ἀλλὰ τὴν πρὸς τὸ ζῇν χρείαν, παραιτουμένους τῆς ἡδονῆς τὸ ἀκόλαστον. Τὸ γὰρ δουλεύειν ταῖς ἡδοναῖς οὐδὲν ἕτερόν ἐστιν ἢ Θεὸν ἑαυτοῦ τὴν κοιλίαν ποιεῖν. Ἐπειδὴ γὰρ τὸ σῶμα ἡμῶν, ἀεὶ κενούμενον καὶ ἀποῤῥέον, τῆς πληρώσεως ἐπιδεῖται (διὸ καὶ φυσικαί εἰσιν αἱ τῆς τροφῆς ὀρέξεις), ὁ ὀρθὸς λόγος τῆς τῶν βρωμάτων χρήσεως τὴν πλήρωσιν τοῦ κενωθέντος πρὸς τὴν τοῦ ζώου σύστασιν ὑπαγορεύει, εἴτε ξηρᾶς εἴτε ὑγρᾶς τροφῆς ἡ ἔνδεια γένοιτο.

Ὅπερ ἂν οὖν μέλλῃ ἀπεριεργότερον ἡμᾶς ἀπαλλάσσειν τῆς χρείας, τοῦτο προσενεκτέον. Δηλοῖ δὲ τοῦτο αὐτὸς ὁ Κύριος ἐν οἷς ἐδεξιοῦτο τὰ κεκμηκότα πλήθη πρὸς τὸ μὴ ἐκλυθῆναι ἐν τῇ ὁδῷ, ὡς γέγραπται. Δυνάμενος γὰρ ἐπιτεῖναι τὸ θαυμάσιον ἐν τῇ ἐρήμῳ τῇ ἐπινοίᾳ τῆς πολυτελείας, οὕτω λιτὴν καὶ ἀπέριττον τὴν τροφὴν αὐτοῖς παρεσκεύασεν, ὥστε ἄρτους μὲν κριθίνους εἶναι, καὶ ἰχθύος δὲ μέρος ἐπὶ τῷ ἄρτῳ. Περὶ δὲ ποτοῦ οὐδὲ ἐμνημόνευσεν, ὡς αὐτοφυοῦς πᾶσι καὶ ἀρκοῦντος ταῖς χρείαις τοῦ ὕδατος προκειμένου· πλὴν εἰ μή τινι δι’ ἀῤῥωστίαν βλαβερὸν εἴη τὸ τοιοῦτον ποτὸν, ὡς παραιτητέον κατὰ τὴν συμβουλὴν Παύλου τὴν πρὸς Τιμόθεον.

Καὶ πάντα δὲ ὅσα προφανῆ τὴν βλάβην ἔχει παραιτητέα. Ἀνακόλουθον γὰρ διὰ μὲν τὴν σύστασιν τοῦ σώματος τὰς τροφὰς αἱρεῖσθαι, δι’ αὐτῶν δὲ πάλιν τῶν τροφῶν προσπολεμεῖν τῷ σώματι, καὶ ἐμποδίζειν αὐτῷ πρὸς τὴν τῆς ἐντολῆς ὑπηρεσίαν. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ὑπόδειγμα ἡμῖν ἐστι τοῦ τὴν ψυχὴν ἡμῶν ἐθίζειν φεύγειν τὰ βλαβερὰ, κἂν ἡδονὴν ἔχῃ. Χρὴ μέντοι ἐκ παντὸς τρόπου τὸ εὐποριστότερον προτιμᾷν, ὥστε μὴ προφάσει ἐγκρατείας περιεργάζεσθαι ἡμᾶς τὰ τιμιώτερα, καὶ πολυδάπανα παραρτύοντας διὰ τῶν πολυτιμήτων ἡδυσμάτων τὰ βρώματα· ἀλλὰ τὸ ἐν ἑκάστῃ χώρᾳ εὔληπτον καὶ εὐτελὲς καὶ τοῖς πολλοῖς εἰς χρῆσιν ἕτοιμον, τοῦτο αἱρεῖσθαι, τῶν ἐπεισάκτων μόνοις τοῖς ἀναγκαιοτάτοις πρὸς τὴν ζωὴν κεχρημένους· οἷον ἐλαίῳ, καὶ τοῖς τοιούτοις, καὶ εἴ τι πρὸς τὴν ἀναγκαίαν τῶν ἀσθενούντων παραμυθίαν ἐπιτήδειον, καὶ τοῦτο ἐὰν ὑπάρχῃ ἄνευ πολυπραγμοσύνης καὶ θορύβων καὶ περισπασμῶν περιγενέσθαι.