Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Ευθύνες προεστώτων, εξαγόρευση λογισμών και υπακοή
Η πνευματική καθοδήγηση από τους προεστώτες, η αναγκαιότητα φανέρωσης των κρυφών λογισμών και η αντιμετώπιση της απείθειας και του γογγυσμού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ευθύνες προεστώτων, εξαγόρευση λογισμών και υπακοή
Η πνευματική καθοδήγηση από τους προεστώτες, η αναγκαιότητα φανέρωσης των κρυφών λογισμών και η αντιμετώπιση της απείθειας και του γογγυσμού.
ΕΡΩΤΗΣΙΣ ΚΔʹ. Τούτων ἱκανῶς ἡμῖν παραδεδομένων, ἀκόλουθον ἂν εἴη μαθεῖν ἡμᾶς περὶ τοῦ τρόπου τῆς μετ’ ἀλλήλων διαγωγῆς ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἐκείνην λογιζόμεθα εὐσχήμονα εἶναι διαγωγὴν καὶ εὔτακτον ἐν τῇ συναφείᾳ τῶν πιστῶν, ἐν ᾗ ὁ τῶν μελῶν τοῦ σώματος διασώζεται λόγος· ὥστε τὸν μέν τινα ὀφθαλμοῦ ἐπέχειν δύναμιν τὸν ἐπιμέλειαν τὴν κοινὴν πεπιστευμένον ἔν τε τῇ δοκιμασίᾳ τῶν γεγενημένων καὶ ἐν τῇ προθεωρίᾳ καὶ διασκέψει τῶν γενησομένων τὸν δὲ ἀκοῆς ἢ χειρὸς ἔν τε τῇ ἀκροάσει καὶ ἐν τῇ ἐνεργείᾳ τῶν ἐπιβαλλόντων, καὶ καθεξῆς ἕκαστον ἑκάστου.
Εἰδέναι οὖν χρὴ, ὅτι, ὥσπερ ἐν τοῖς μέλεσιν οὐκ ἀκίνδυνόν ἐστιν ἑκάστῳ μέλει τὸ τῶν ἐπιβαλλόντων ἀμελεῖν, ἢ τὸ μὴ κεχρῆσθαι τῷ ἑτέρῳ πρὸς ὃ γέγονεν ὑπὸ τοῦ δημιουργήσαντος Θεοῦ (εἴτε γὰρ ἡ χεὶρ, ἢ ὁ ποῦς μὴ πείθοιτο τῇ ὁδηγίᾳ τοῦ ὀφθαλμοῦ, ἡ μὲν ὀλεθρίων ἐπὶ διαφθορᾷ τοῦ παντὸς ἐξ ἀνάγκης ἐφάψεται, ὁ δὲ προσκόψει, ἢ καὶ κατὰ κρημνοὺς ἐνεχθήσεται· εἴτε ὁ ὀφθαλμὸς καμμύσειεν, ὥστε μὴ βλέπειν, ἀνάγκη καὶ αὐτὸν συνδιαφθείρεσθαι τοῖς ἄλλοις μέλεσι πάσχουσι τὰ εἰρημένα)· οὕτως οὐδὲ τῷ ἐφεστῶτι ἀκίνδυνος ἡ ἀμέλεια ὑπὲρ πάντων κρινομένῳ, οὔτε τῷ ὑπακούοντι τὸ δυσπειθὲς ἀβλαβὲς καὶ ἀζήμιον· περισσοτέρως δὲ ἐπικίνδυνον καὶ ἑτέρους σκανδαλίζοντι. Ἀλλ’ ἕκαστος οὖν, ἐν τῷ ἰδίῳ τόπῳ τῆς μὲν σπουδῆς τὸ ἄοκνον ἐπιδεικνύμενος, καὶ πληρῶν τὸ τοῦ Ἀποστόλου παράγγελμα λέγοντος· Τῇ σπουδῇ μὴ ὀκνηροὶ, τῆς προθυμίας ἔχει τὸν ἔπαινον· ἐπὶ δὲ τῇ ἀμελείᾳ τὰ ἐναντία, δηλονότι τὸν ταλανισμὸν καὶ τὸ οὐαί.
Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.
ΕΡΩΤΗΣΙΣ ΚΕʹ. Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας. ΑΠΟΚΡΙΣΙΣ. Διόπερ ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω· εἰδὼς, ὅτι, ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπεσὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς διορθώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ δι’ ἄγνοιαν παρίδῃ τι τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κακοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, φησὶ, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Διόπερ, ἵνα μὴ τοῦτο πάθωμεν, ἀκολουθητέον ἡμῖν τῷ ἀποστολικῷ κανόνι ἐπὶ τῆς πρὸς τοὺς ἀδελφοὺς ὁμιλίας. Οὔτε γάρ ποτε, φησὶν, ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε· οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων.
Ὁ τοίνυν τούτων τῶν παθῶν καθαρεύων, τάχ’ ἂν τὴν ὁδηγίαν ἀπλανῆ, ἑαυτῷ τε ἔμμισθον καὶ τοῖς ἑπομένοις σωτήριον ἐκτελέσειεν. Ὁ γὰρ μὴ διά τινας τιμὰς ἀνθρωπίνας μήτε τὸ ἀπρόσκρουστον τοῖς ἁμαρτάνουσιν ὑπὲρ τοῦ ἡδὺς αὐτοῖς εἶναι καὶ κεχαρισμένος ἐπιτηδεύων, ὄντως ἐν ἀγάπῃ, μετὰ παῤῥησίας πρεσβεύσει τὸν λόγον ἀκαπηλεύτως καὶ εἰλικρινῶς, μὴ αἱρούμενος ἐν μηδενὶ δολοῦν τὴν ἀλήθειαν· ὥστε ἁρμόσαι αὐτῷ καὶ τὰ ἑξῆς εἰρημένα·
Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς, ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὁ δὲ μὴ οὕτως ἔχων ὁδηγός ἐστι τυφλὸς, ἑαυτόν τε κατακρημνίζων, καὶ τοὺς ἑπομένους συνεπαγόμενος. Ὅσον μὲν οὖν ἐστι κακὸν ἀντὶ ὁδηγίας πλάνης αἴτιον τῷ ἀδελφῷ γενέσθαι, συνορᾷν ἔξεστιν ἐκ τῶν εἰρημένων. Σημεῖον δέ ἐστι τοῦτο τοῦ καὶ τὴν ἐντολὴν τῆς ἀγάπης ἀκατόρθωτον εἶναι· οὐδεὶς γὰρ πατὴρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώματι. Πόσον δὲ δεινότερον ψυχὴν εἰς βάθος κακῶν ἐμπίπτουσαν ἐναφεθῆναι τῇ ἀπωλείᾳ, τί δεῖ καὶ λέγειν; Ὑπεύθυνος οὖν ἐστι τῇ ἀδελφότητι ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, καὶ μεριμνᾷν τὰ πρὸς σωτηρίαν ἑκάστου, ὡς λόγον ἀποδώσων· μεριμνᾷν δὲ ἐπὶ τοσοῦτον, ὡς καὶ μέχρι θανάτου τὴν ὑπὲρ αὐτῶν σπουδὴν ἐπιδείκνυσθαι, οὐ μόνον κατὰ τὸν κοινὸν πρὸς πάντας τῆς ἀγάπης τοῦ Κυρίου λόγον, Ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ, ἀλλὰ κατὰ τὸν ἴδιον τοῦ εἰπόντος· Ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.
ΕΡΩΤΗΣΙΣ Κϛʹ. Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνατίθεσθαι τῷ προεστῶτι. ΑΠΟΚΡΙΣΙΣ. Δεῖ δὲ καὶ τῶν ὑποτεταγμένων ἕκαστον, εἴ γε μέλλοι ἀξιόλογον προκοπὴν ἐπιδείκνυσθαι, καὶ ἐν ἕξει τῆς κατὰ τὰ προστάγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζωῆς γενέσθαι, μηδὲν μὲν ψυχῆς κίνημα ἀπόκρυφον φυλάσσειν παρ’ ἑαυτῷ, μηδένα δὲ λόγον ἀβασανίστως προΐεσθαι, ἀλλ’ ἀπογυμνοῦν τὰ κρυπτὰ τῆς καρδίας τοῖς πεπιστευμένοις τῶν ἀδελφῶν εὐσπλάγχνως καὶ συμπαθῶς ἐπιμελεῖσθαι τῶν ἀσθενούντων. Οὕτω γὰρ τὸ μὲν ἐπαινετὸν βεβαιοῦται, τὸ δὲ ἀδόκιμον τῆς προσηκούσης θεραπείας ἀξιωθήσεται· ἔκ τε τῆς τοιαύτης συνασκήσεως διὰ τῆς κατὰ μικρὸν προσθήκης ἡ τελείωσις ἡμῖν προσγενήσεται.
ΕΡΩΤΗΣΙΣ ΚΖʹ. Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴποτε σφαλῇ. ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπιβάλλει, ἄν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτόν.
Ὥστε δὲ μὴ λυθῆναι τὴν εὐταξίαν, τοῖς προέχουσι τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν ἐπιτρέπειν χρὴ τὴν ὑπόμνησιν. Ἐὰν μὲν οὖν ᾖ τι διορθώσεως ἄξιον, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι’ ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμετέρου βίου ὄντα, καὶ τῇ ἑαυτοῦ ὀρθότητι τὸ ἐνδιάστροφον ἡμῶν διελέγχειν ὀφείλοντα πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ἐπ’ αὐτῷ ταραχθῶσι πληροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετ’ ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ’ αὐτῷ διακρίσεως ἀπαλλάσσονται.
ΕΡΩΤΗΣΙΣ ΚΗʹ. Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ. ΑΠΟΚΡΙΣΙΣ. Τῷ μέντοι ὀκνηρῶς διακειμένῳ πρὸς τὴν ὑπακοὴν τῶν ἐντολῶν τοῦ Κυρίου πρῶτον μὲν συμπάσχειν πάντας χρὴ ὡς νενοσηκότι μέλει, καὶ ταῖς ἰδίαις παραινέσεσι τὸν προεστῶτα πειρᾶσθαι αὐτοῦ τὴν ἀῤῥωστίαν ἐπανορθοῦσθαι· ἐπιμένοντα δὲ τῇ ἀπειθείᾳ καὶ τὴν διόρθωσιν μὴ δεχόμενον ἐμβριθέστερον ἐλέγχειν ἐπὶ πάσης τῆς ἀδελφότητος, καὶ μετὰ πάσης παρακλήσεως προσάγειν αὐτῷ τὰς ἰατρείας· μὴ ἐντρεπόμενον δὲ μετὰ πολλὴν νουθεσίαν, μηδὲ ἰώμενον ἑαυτὸν ἐν τοῖς ἔργοις, ὡς αὐτὸν ἑαυτοῦ λυμεῶνα ὄντα, κατὰ τὴν παροιμίαν, μετὰ πολλῶν μὲν δακρύων καὶ θρήνων, ὅμως δ’ οὖν ὡς διεφθαρμένον μέλος καὶ παντελῶς ἄχρηστον, κατὰ τὴν τῶν ἰατρῶν μίμησιν, τοῦ κοινοῦ σώματος ἀποκόπτειν.
Καὶ γὰρ κἀκεῖνοι, ὅπερ ἂν εὕρωσι τῶν μελῶν ἀνιάτῳ πάθει προειλημμένον, ὡς μὴ ἐπὶ πολὺ χυθῆναι τὴν βλάβην κατὰ τὸ συνεχὲς τὰ παρακείμενα διαφθείρουσαν, τομαῖς καὶ καύσεσιν ἐξαιρεῖν εἰώθασιν. Ὅπερ καὶ ἡμῖν ἐπὶ τῶν ἐχθραινόντων ἢ ἐμποδιζόντων ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξ ἀνάγκης ἐστὶ ποιεῖν, κατὰ τὸ πρόσταγμα αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ.
Ἡ γὰρ ἐπὶ τῶν τοιούτων φιλανθρωπία παραπλησία ἐστὶ τῇ ἀπαιδεύτῳ χρηστότητι τοῦ Ἠλεὶ, ᾗπερ ἐπὶ τῶν υἱῶν παρὰ τὸ ἀρέσκον τῷ Θεῷ χρησάμενος ἐλέγχεται. Προδοσία οὖν ἐστι τῆς ἀληθείας, καὶ ἐπιβουλὴ τοῦ κοινοῦ, καὶ ἐθισμὸς πρὸς ἀδιαφορίαν κακῶν, ἡ πρὸς τοὺς πονηρευομένους ἐσχηματισμένη χρηστότης, μηκέτι μὲν γινομένου τοῦ γεγραμμένου·
Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; συμβαίνοντος δὲ ἐξ ἀνάγκης τοῦ ἐπιφερομένου, ὅτι Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Τοὺς δὲ ἁμαρτάνοντας, φησὶν ὁ Ἀπόστολος, ἐνώπιον πάντων ἔλεγχε· καὶ τὴν αἰτίαν εὐθὺς ἐπάγει, λέγων·
Ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὅλως δὲ ὁ μὴ καταδεχόμενος τὴν παρὰ τοῦ προεστῶτος θεραπείαν προσαγομένην αὐτῷ ἀσύμφωνός ἐστι καὶ αὐτὸς ἑαυτῷ. Εἰ γὰρ ὑποταγῆναι οὐ καταδέχεται, καὶ τὸ ἑαυτοῦ θέλημα ἐκδικεῖ, τί καὶ ἐστὶ μετ’ αὐτοῦ; τί καὶ προστάτην αὐτὸν τῆς ἑαυτοῦ ζωῆς ἐπιγράφεται; Καταδεξάμενος δὲ ἅπαξ ἐγκαταλεγῆναι τῷ σώματι τῆς ἀδελφότητος, ἐὰν κριθῇ σκεῦος γενέσθαι ὑπουργικὸν, κἂν ὑπὲρ δύναμιν τὸ ἐπίταγμα εἶναι δοκῇ, ἐπιῤῥίψας τὸ κρῖμα τῷ παρὰ δύναμιν ἐπιτάσσοντι, τὸ εὐπειθὲς καὶ ὑπήκοον ἄχρι θανάτου ἐπιδεικνύσθω, μεμνημένος τοῦ Κυρίου, ὅτι ἐγένετο Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ ἀφηνιάζειν, καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πίστεως νόσον, ἐλπίδος ἐνδοιασμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὔτε γὰρ ἀπειθεῖ τις μὴ πρότερον καταγνοὺς τοῦ συμβουλεύσαντος, οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, καὶ βεβαίαν ἔχων ἐπ’ αὐταῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προστεταγμένα, ἀποκνήσει ποτὲ πρὸς αὐτά· εἰδὼς, Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι. Καὶ ὁ πεπεισμένος, ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, πλείονα προθυμίαν ἐπιδείκνυται τῆς τοῦ ἐπιτάξαντος προσδοκίας, εἰδὼς ὅτι, Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται.
ΕΡΩΤΗΣΙΣ ΚΘʹ. Περὶ τοῦ μετὰ ἐπάρσεως ἣ γογγυσμοῦ ἐργαζομένου. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ μέντοι γογγύσαντος ἢ ἐπὶ ἐπάρσει ἐφευρεθέντος δεῖ τὴν ἐργασίαν μὴ καταμίγνυσθαι τῇ παρὰ τῶν ταπεινῶν τῇ καρδίᾳ καὶ συντετριμμένων τῷ πνεύματι γινομένῃ ἐργασίᾳ, καὶ ὅλως μὴ ἀναλίσκεσθαι παρὰ τοῖς εὐλαβέσι. Διότι τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμά ἐστιν ἐνώπιον τοῦ Θεοῦ.
Καὶ ἄλλο παράγγελμα τοῦ Ἀποστόλου, λέγοντος· Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· καὶ τὸ, Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἀπρόσδεκτον οὖν τὸ τῶν τοιούτων ἔργον, ὡς θυσία ἐπίμωμος· ὅπερ ἐγκαταμιγῆναι τῇ τῶν λοιπῶν ἐργασίᾳ οὐκ εὐαγές. Εἰ γὰρ οἱ πῦρ ἀλλότριον προσάγοντες τῷ θυσιαστηρίῳ τοσαύτης ὀργῆς ἐπειράθησαν, πῶς οὐκ ἐπικίνδυνον ἀπὸ ἐχθρᾶς τῷ Θεῷ διαθέσεως ἔργον εἰς τὴν οἰκονομίαν τῶν ἐντολῶν παραδέχεσθαι; Τίς γὰρ μετοχὴ, φησὶ, δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Διόπερ φησίν· Ὁ ἄνομος, ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· καὶ ὁ προσφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον. Ὅθεν ἀναγκαίως τὰ τοῦ ὀκνηροῦ καὶ ἀντιλόγου ἔργα ἀλλοτριωτέον τῆς ἀδελφότητος. Καὶ τούτου τοῦ μέρους ἀκριβῶς ἐπιμελεῖσθαι δεῖ τοὺς προεστῶτας, ἵνα μήτε αὐτοὶ παραφθείρωσι τὸ δόγμα τοῦ εἰπόντος· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου, ποιῶν ὑπερηφανίαν· μήτε τὸν τῇ ἐντολῇ τὴν ἁμαρτίαν ἐπιμιγνύντα, καὶ μολύνοντα τὴν ἐργασίαν ῥᾳθυμίᾳ τοῦ κόπου, ἢ ἐπάρσει τοῦ πλεονεκτήματος, οἰκοδομῶσιν ἐπιμένειν τῇ διαστροφῇ δι’ ὧν αὐτοὶ προσδέχονται, οὐκ ἐῶντες αὐτὸν εἰς συναίσθησιν τῶν οἰκείων κακῶν ἐφικνεῖσθαι.
Χρὴ οὖν καὶ τὸν προεστῶτα πεπεῖσθαι, ὅτι τὸ μὴ κατὰ λόγον προστῆναι τοῦ ἀδελφοῦ βαρεῖαν αὐτῷ καὶ ἀπαραίτητον τὴν ὀργὴν ἐπάγει· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὼς γέγραπται· καὶ τὸν ὑπήκοον οὕτω παρεσκευάσθαι, ὡς πρὸς μηδὲν ἐπίταγμα, μηδὲ τὸ χαλεπώτατον, ἀποκνεῖν, πεπεισμένον, ὅτι ὁ μισθὸς πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν μὲν οὖν ὑπακούοντα εὐφραινέτω ἡ ἐλπὶς τῆς δόξης, ἵνα ἐν πάσῃ χαρᾷ καὶ ὑπομονῇ τὸ ἔργον τοῦ Κυρίου γένηται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.