Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Πνευματική θεραπεία και διόρθωση σφαλμάτων
Η επιβολή επιτιμίων ως ιατρικό μέσο για την ψυχική θεραπεία των αδελφών, η αποδοχή τους με ταπείνωση και η αναγκαιότητα συνάξεων των προεστώτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πνευματική θεραπεία και διόρθωση σφαλμάτων
Η επιβολή επιτιμίων ως ιατρικό μέσο για την ψυχική θεραπεία των αδελφών, η αποδοχή τους με ταπείνωση και η αναγκαιότητα συνάξεων των προεστώτων.
ΕΡΩΤΗΣΙΣ Νʹ. Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα. ΑΠΟΚΡΙΣΙΣ. Ἀλλὰ καὶ τὰς ἐπιτιμήσεις μὴ ἐμπαθῶς τοῖς ἡμαρτηκόσιν ὁ προεστὼς προσαγέτω. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἀδελφὸν οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ’ ἑαυτὸν περιβαλεῖν πλημμελήμασι. Διόπερ φησίν· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μηδὲ ἐν οἷς μὲν ἂν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι, ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν ἡμαρτηκότα χρηστότητα ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ τῆς τε φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι, τῇ διαφορᾷ τῇ ἑαυτοῦ πρὸς τὸν ἕτερον.
Διαφορὰν δὲ ἀγανακτήσεως ποιούμενος, μὴ τὴν εἰρημένην, ἀλλὰ τὴν ἐναντίαν, φανερός ἐστιν ὅτι οὔτε διὰ τὸν Θεὸν οὔτε διὰ τὸν κίνδυνον τοῦ ἡμαρτηκότος, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φιλοδοξίαν ἢ φιλαρχίαν ἀγανακτεῖ. Χρὴ γὰρ, ζῆλον μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης. ἀτιμαζομένου ἐν τῇ τῆς ἐντολῆς παραβάσει ἐπιδεικνύμενον, εὐσπλαγχνίαν δὲ φιλαδελφίας ὑπὲρ τῆς τοῦ ἀδελφοῦ σωτηρίας ἔχοντα κινδυνεύοντος ἐν τῇ ἁμαρτίᾳ (ὅτι Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται), ἐπὶ παντὸς ἁμαρτήματος ὡς κατὰ ἁμαρτήματος κινεῖσθαι, καὶ τῇ σφοδρότητι τῆς ἐκδικήσεως δεικνύειν τὸ διάπυρον τῆς διαθέσεως.
ΕΡΩΤΗΣΙΣ ΝΑʹ. Ποίῳ τρόπῳ δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ ἡμαρτηκότος. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὰς διορθώσεις δὲ κατὰ τὸν τῆς ἰατρείας λόγον προσαγέτω τοῖς ἐμπαθέσι, μὴ ὀργιζόμενος τοῖς ἀσθενοῦσιν, ἀλλὰ τῇ νόσῳ μαχόμενος, καὶ ἀπεναντίον μὲν ἱστάμενος πρὸς τὰ πάθη, δι’ ἐπιπονωτέρας δὲ, εἰ δέοι, διαγωγῆς ἰώμενος τὸ ἀῤῥώστημα τῆς ψυχῆς· οἷον τὴν κενοδοξίαν τοῖς ἐπιτάγμασι τῶν τῆς ταπεινοφροσύνης ἐπιτηδευμάτων· τὴν ἀργολογίαν τῇ σιωπῇ· ὕπνον ἄμετρον διὰ τῆς ἐν προσευχαῖς ἀγρυπνίας· ἀργίαν σώματος διὰ τῶν κόπων· βρῶσιν ἀπρεπῆ διὰ τῆς ἀσιτίας· γογγυσμὸν διὰ τοῦ ἀφορισμοῦ, ὥστε μήτε συνεργάζεσθαι αὐτῷ τινα τῶν ἀδελφῶν ἑλέσθαι, μήτε τὸ παρ’ αὐτοῦ ἔργον ἀναμιγνύναι τοῖς ἄλλων, καθὰ προείρηται, πλὴν εἰ μὴ ἄρα διὰ τῆς ἀνεπαισχύντου μετανοίας ἀπαλλαγεὶς τοῦ πάθους φανείη. Καὶ τότε τὴν ἐν τῷ γογγυσμῷ γενομένην ἐργασίαν προσδέχεσθαι· μηδὲ οὕτως εἰς ὑπηρεσίαν τῆς τῶν ἀδελφῶν χρήσεως, ἀλλ’ εἰς ἑτέραν χρείαν οἰκονομοῦντας. Καὶ τούτων ὁ λόγος ἀρκούντως προαποδέδεικται.
ΕΡΩΤΗΣΙΣ ΝΒʹ. Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπιτίμια. ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ δὲ τὸν προεστῶτα εἴπομεν χρῆναι ἀπαθῶς προσάγειν τὰς θεραπείας τοῖς ἀσθενοῦσιν, οὕτω πάλιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς προσαγομένην αὐτῷ ἐπιμέλειαν. Αἰσχρὸν γὰρ τοὺς μὲν τὰ σώματα νοσοῦντας τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε, κἂν τέμνωσι, κἂν καίωσι, καὶ πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν ἡμῶν θεραπευτὰς, ὅταν δι’ ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν, τοῦ Ἀποστόλου λέγοντος· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ πάλιν·
Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν. Ὥστε, πρὸς τὸ τέλος ἀποβλέποντα, εὐεργέτην προσήκει κρίνειν τὸν τὴν κατὰ Θεὸν λύπην ἡμῖν ἐμποιοῦντα.
ΕΡΩΤΗΣΙΣ ΝΓʹ. Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς παῖδας πταίοντας. ΑΠΟΚΡΙΣΙΣ. Δεῖ μέντοι καὶ τοὺς τὰς τέχνας διδάσκοντας, ὅσα εἰς αὐτὴν τὴν τέχνην ἐξαμαρτάνουσιν οἱ μανθάνοντες, ἐφ’ ἑαυτῶν ἐλέγχειν τὸ πλημμέλημα, καὶ ἐπανορθοῦσθαι τὰ σφάλματα. Ὅσα δὲ τῶν ἁμαρτημάτων τῆς τοῦ ἤθους διαστροφῆς ἐστι κατηγορήματα, οἷον ἀπείθειαι καὶ ἀντιλογίαι, καὶ ῥᾳθυμία περὶ τὰ ἔργα, ἢ ἀργολογία, ἢ ψεῦδος, ἢ ἄλλο τι τῶν τοιούτων ἀπειρημένων τοῖς εὐσεβέσιν, ἐπὶ τὸν ἔφορον τῆς κοινῆς εὐταξίας ἄγοντας δεῖ ἐλέγχειν, ὥστε παρ’ αὐτοῦ καὶ τὸ μέτρον καὶ τὸν τρόπον τῆς ἰάσεως τῶν ἁμαρτημάτων ἐπινοεῖσθαι.
Εἰ γὰρ ἰατρεία ψυχῆς ἐστιν ἡ ἐπιτίμησις, οὐ παντός ἐστιν ἐπιτιμᾷν, ὡς οὐδὲ τὸ ἰατρεύειν, πλὴν ἐὰν μή τινι αὐτὸς ὁ προεστὼς ἐπιτρέψῃ μετὰ δοκιμασίας πλείονος.
ΕΡΩΤΗΣΙΣ ΝΔʹ Περὶ τοῦ δεῖν τοὺς προεστῶτας τῆς ἀδελφότητος ἀλλήλοις τὰ καθ’ ἑαυτοὺς ἀνατίθεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἀγαθὸν δέ ποτε καὶ συνέδριον κατά τινας ὡρισμένους καιροὺς καὶ τόπους τῶν ἐπιτεταγμένων ταῖς ἀδελφότησι γίνεσθαι· καθ’ οὓς τά τε παρὰ λόγον ἀπαντήσαντα πράγματα, καὶ τῶν ἠθῶν τὰ δυσμεταχείριστα, καὶ ὅπως διέθηκαν ἕκαστον, ἀναθήσονται ἀλλήλοις, ὥστε καὶ τὸ ἐσφαλμένως ποτὲ γενόμενόν τινι τῇ κρίσει τῶν πολλῶν ἀξιοπίστως ἀποκαλυφθῆναι, καὶ τὸ κατορθωθὲν τῇ μαρτυρίᾳ τῶν πλειόνων βεβαιωθῆναι
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.