Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Αναγκαιότητα της αποταγής και υπεροχή του κοινοβιακού βίου

Η σημασία του φόβου του Θεού, η απερίσπαστη προσήλωση στον πνευματικό αγώνα, η αποφυγή των βιοτικών μεριμνών και η ανωτερότητα της κοινοβιακής ζωής έναντι της μονήρους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 12

ΕΡΩΤΗΣΙΣ Δʹ. Περὶ φόβου Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Τοῖς μὲν οὖν ἄρτι εἰσαγομένοις εἰς τὴν εὐσέβειαν ἡ διὰ τοῦ φόβου στοιχείωσις χρησιμωτέρα, κατὰ τὴν ὑποθήκην τοῦ σοφωτάτου Σολομῶντος, εἰπόντος· Ἀρχὴ σοφίας, φόβος Κυρίου· ὑμῖν δὲ, ὡς διαβεβηκόσι τὴν ἐν Χριστῷ νηπιότητα, καὶ οὐκέτι δεομένοις γάλακτος, ἀλλὰ δυναμένοις τῇ στερεᾷ τῶν δογμάτων τροφῇ τὸν ἔσω ἄνθρωπον τελειοῦσθαι, τῶν κεφαλαιωδεστέρων ἐντολῶν χρεία, ἐν αἷς πᾶσα ἀλήθεια τῆς ἐν Χριστῷ ἀγαπῆς κατορθοῦται, φυλασσομένοις δηλονότι, μήποτε ἡ περιουσία τῶν δωρεῶν τοῦ Θεοῦ βαρυτέρας αἰτία ὑμῖν κατακρίσεως γένηται, ἀχαρίστως πρὸς τὸν εὐεργέτην διατεθεῖσιν. ᾯ γὰρ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.

ΕΡΩΤΗΣΙΣ Εʹ. Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου. ΑΠΟΚΡΙΣΙΣ. Ἐκεῖνο μέντοι γε γινώσκειν χρὴ, ὅτι οὔτε ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι.

Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶσαι δυνατὸν, ἄλλοτε ἐπ’ ἄλλην μεταβαίνοντα· μήτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρίσαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοικείων κατορθουμένου. Ἐπεὶ οὔτε τὸ χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλὰ ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται.

Ὥστε καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν περισπασμῶν ἡμῖν κατορθοῦται. Διόπερ ὁ Ἀπόστολος, καὶ ταῦτα συγκεχωρημένου τοῦ γάμου, καὶ εὐλογίας ἠξιωμένου, τὰς ἀπ’ αὐτοῦ ἀσχολίας ταῖς περὶ Θεὸν μερίμναις ἀντέθηκεν, ὡς οὐ δυναμένων τούτων ἀλλήλοις συμβῆναι, εἰπών· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Οὕτω καὶ τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν ἐμαρτύρει, λέγων· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου. Καὶ ἀπὸ τοῦ ἐναντίου, τὴν τοῦ Θεοῦ ἐπίγνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ Πνεῦμα ἅγιον χωρῆσαι διεμαρτύρατο· Πάτερ γὰρ, φησὶ, δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω· καὶ, Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν.

Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθήσειν μέλλοντα· τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται. Ὡς εἰ μή γε ἀποξενώσοιμεν ἑαυτοὺς, καὶ συγγενείας σαρκικῆς, καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μεταβαίνοντες, κατὰ τὸν εἰπόντα.

Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος, ὅτι Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής. Τοῦτο δὲ ποιήσαντας, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μήποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν.

Οὕτω γὰρ ἡμῖν περιγίνεται ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ’ αὐτῶν πάλιν αὐτὴ συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, ποτὲ δὲ, ὅτι Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καὶ ἔτι δυσωπητικώτερον· Καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.

Ἐξ ὧν παιδεύει ἡμᾶς, ἀεὶ τοῦ προκειμένου ἔργου τὸ θέλημα τοῦ προστάξαντος ὥσπερ σκοπὸν προτιθεμένους, πρὸς αὐτὸν τὰ τῆς σπουδῆς κατευθύνειν, καθὰ καὶ ἀλλαχοῦ φησιν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

Ὥσπερ γὰρ αἱ κατὰ τὸν βίον τέχναι, σκοπούς τινας οἰκείους ἑαυταῖς προστησάμεναι, ἀκολούθως ἐκείνοις τὰς κατὰ μέρος συναρμόζουσιν ἐνεργείας· οὕτω καὶ τοῖς ἡμετέροις ἔργοις ἑνὸς ὅρου καὶ κανόνος ἐπικειμένου, τοῦ εὐαρέστως τῷ Θεῷ ποιῆσαι τὰς ἐντολὰς, ἀδύνατον ἄλλως τὸ ἀκριβὲς τοῦ ἔργου κατορθωθῆναι μὴ κατὰ τὸ βούλημα τοῦ ἐκδεδωκότος ἐπιτελούμενον.

Ἐν δὲ τῇ ἀκριβεῖ πρὸς τὸ θέλημα τοῦ Θεοῦ περὶ τὸ ἔργον σπουδῇ συνάπτεσθαι τῷ Θεῷ διὰ τῆς μνήμης ὑπάρξει. Ὥσπερ γὰρ ὁ χαλκεὺς ἐν τῇ ἐργασίᾳ, εἰ τύχοι, τῆς ἀξίνης, τοῦ ἐκδεδωκότος αὐτῷ μεμνημένος, καὶ ἐν τῇ διανοίᾳ φέρων αὐτὸν, καὶ σχῆμα ἐκεῖνο καὶ μέγεθος ἐννοεῖ, καὶ πρὸς τὸ βούλημα τοῦ ὑποθεμένου τὴν ἐργασίαν εὐθύνει (ἐὰν γὰρ ἐπιλάθηται, ἄλλο τι, ἢ ἀλλοῖον ποιήσει παρ’ ὃ προέθετο)· οὕτω καὶ ὁ Χριστιανὸς, πᾶσαν ἐνέργειαν καὶ μικρὰν καὶ μείζονα πρὸς τὸ βούλημα τοῦ Θεοῦ κατευθύνων, ὁμοῦ τε τὴν πρᾶξιν τῇ ἀκριβείᾳ κατακοσμεῖ, καὶ τὴν τοῦ προστάξαντος ἔννοιαν διασώζει, καὶ πληροῖ τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ κατορθοῖ τὸ προστεταγμένον ἐκεῖνο· Εἴτε ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Παραφθείρων δὲ ἐν τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν. Μεμνημένους οὖν τῆς φωνῆς τοῦ εἰπόντος· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ τὸ, Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ τὸ, Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πᾶσαν ἐνέργειαν, ὡς ὑπὸ ταῖς ὄψεσι τοῦ Κυρίου γινομένην, καὶ πᾶσαν ἔννοιαν, ὡς παρ’ αὐτοῦ ἐποπτευομένην, ἐπιτελεῖν χρή.

Οὕτω γὰρ καὶ ὁ φόβος διαρκὴς ἐνυπάρξει, μισῶν ἀδικίαν, κατὰ τὸ γεγραμμένον, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, καὶ ἡ ἀγάπη τελειοῦται, πληροῦσα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἐν πληροφορίᾳ διηνεκεῖ τῆς ψυχῆς οὔσης τοῦ καὶ τὰς ἀγαθὰς πράξεις ἀποδεκτὰς εἶναι τῷ κριτῇ καὶ ἀθλοθέτῃ τοῦ ἡμετέρου βίου, καὶ τὰς ἐναντίως ἐχούσας αὐτόθεν δέχεσθαι τὴν κατάκρισιν.

Οἶμαι δὲ τούτῳ συγκατορθοῦσθαι καὶ τὸ μηδὲ αὐτὰς τὰς ἐντολὰς τοῦ Κυρίου πρὸς ἀνθρωπαρέσκειαν γίνεσθαι. Οὐδεὶς γὰρ ἐν πληροφορίᾳ τῆς παρουσίας τοῦ κρείττονος πρὸς τὸν ἐλάττονα ἐπιστρέφεται· ἀλλὰ, κἂν συμβῇ τὸ γινόμενον τῷ μὲν ἐνδοξοτέρῳ προσώπῳ ἀπόδεκτον καὶ εὐάρεστον εἶναι, τῷ δὲ ὑποδεεστέρῳ ἀβούλητον καὶ ψεκτὸν καταφαίνεσθαι, πλείονος ἀξίαν τιθέμενος τὴν τοῦ ὑπερέχοντος ἀποδοχὴν, καταφρονεῖ τῆς τοῦ ἐλάττονος μέμψεως.

Εἰ δὲ ἐπ’ ἀνθρώπων οὕτως, ἥ γε ὡς ἀληθῶς νήφουσα καὶ ὑγιαίνουσα ψυχὴ ἐν πληροφορίᾳ τῆς τοῦ Θεοῦ παρουσίας, ποτὲ ἀφεμένη τοῦ πρὸς εὐαρέστησιν Θεοῦ ποιεῖν τι, πρὸς τὰς παρὰ τῶν ἀνθρώπων δόξας ἐπιστραφήσεται· ποτὲ δὲ ἀμελήσασα τῶν τοῦ Θεοῦ προσταγμάτων, ἀνθρωπίνῳ ἔθει δουλεύσει, ἢ ὑπὸ κοινῆς προλήψεως κρατηθήσεται, ἢ καὶ ὑπὸ ἀξιωμάτων δυσωπηθήσεται. Τοιαύτη διάθεσις ἦν τοῦ εἰπόντος· Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ πάλιν· Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.

ΕΡΩΤΗΣΙΣ ϛʹ. Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν. ΑΠΟΚΡΙΣΙΣ. Συντελεῖ δὲ πρὸς τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν. Τὸ γὰρ ἀναμεμιγμένην ἔχειν τὴν ζωὴν τοῖς ἀφόβως καὶ καταφρονητικῶς πρὸς τὴν ἀκριβῆ τήρησιν τῶν ἐντολῶν διακειμένοις βλαβερὸν καὶ ὁ τοῦ Σολομῶντος ἀποδείκνυσι λόγος, διδάσκοντος ἡμᾶς, ὅτι Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ, καὶ τὸ, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, πρὸς τὸ αὐτὸ φέρει.

Οὐκοῦν ἵνα μήτε διὰ ὀφθαλμῶν μήτε διὰ ὤτων ἐρεθισμοὺς εἰς ἁμαρτίαν δεχώμεθα, καὶ κατὰ τὸ λανθάνον προσεθισθῶμεν αὐτῇ, καὶ ὥσπερ τύποι τινὲς καὶ χαρακτῆρες τῶν ὁρωμένων καὶ ἀκουομένων ἐναπομείνωσι τῇ ψυχῇ εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀφιδιάζωμεν πρῶτον κατὰ τὴν οἴκησιν. Οὕτω γὰρ ἂν καὶ τοῦ προλαβόντος ἔθους περιγενοίμεθα, ἐν ᾧ ἀλλοτρίως ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Χριστοῦ (οὐ μικρὸς δὲ οὗτος ἀγὼν, τῆς ἑαυτοῦ συνηθείας περιγενέσθαι· ἔθος γὰρ διὰ μακροῦ χρόνου βεβαιωθὲν φύσεως ἰσχὺν λαμβάνει), καὶ τοὺς ἐξ ἁμαρτίας δὲ σπίλους ἐκτρῖψαι δυνησόμεθα τῇ τε φιλοπόνῳ προσευχῇ καὶ τῇ ἐπιμόνῳ μελέτῃ τῶν τοῦ Θεοῦ θελημάτων· ἧς μελέτης καὶ προσευχῆς ἐν πολλοῖς τοῖς περιέλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσι, περιγενέσθαι ἀμήχανον. Καὶ τὸ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, πότε ἄν τις ἐν τούτοις ὢν πληρῶσαι δυνηθείη; Χρὴ γὰρ ἡμᾶς, ἀπαρνησαμένους ἑαυτοὺς, καὶ ἄραντας τὸν σταυρὸν τοῦ Χριστοῦ, οὕτως ἀκολουθεῖν αὐτῷ. Ἄρνησις δέ ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη, καὶ ἡ τῶν θελημάτων ἑαυτοῦ ἀναχώρησις, ἣν ἐν τῇ ἀδιαφόρῳ συνηθείᾳ ζῶντα κατορθῶσαι δυσκολώτατον, ἵνα μὴ λέγω, ὅτι παντελῶς ἀνεπίδεκτον. Ἀλλὰ καὶ πρὸς τὸ ἆραι τὸν σταυρὸν ἑαυτοῦ καὶ ἀκολουθεῖν τῷ Χριστῷ ἐμπόδιόν ἐστιν ἡ πρὸς τὸν τοιοῦτον βίον ἐπιμιξία.

Ἡ γὰρ ἑτοιμασία πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον, καὶ ἡ νέκρωσις τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς, καὶ τὸ παρατεταγμένως πρὸς πάντα κίνδυνον τὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπερχόμενον ἡμῖν διακεῖσθαι, καὶ τὸ ἀπροσπαθῶς ἔχειν πρὸς τὴν παροῦσαν ζωὴν, τοῦτό ἐστιν ἆραι τὸν σταυρὸν ἑαυτοῦ· πρὸς ὃ μεγάλα ὁρῶμεν τὰ ἐμπόδια ὑπὸ τῆς τοῦ κοινοῦ βίου συνηθείας ἡμῖν ἐγγινόμενα.

Καὶ πρὸς πᾶσι τοῖς ἄλλοις πολλοῖς οὖσιν, εἰς τὸ πλῆθος τῶν παρανομούντων ἀποβλέπουσα ψυχὴ, πρῶτον μὲν οὐκ ἄγει καιρὸν ἐπαισθάνεσθαι τῶν ἰδίων ἁμαρτημάτων, καὶ συντρῖψαι ἑαυτὴν διὰ τῆς μετανοίας ἐπὶ τοῖς πλημμελήμασιν· ἐν δὲ τῇ συγκρίσει τῶν χειρόνων καὶ κατορθώματός τινα φαντασίαν προσκτᾶται· εἶτα ὑπὸ τῶν θορύβων καὶ τῶν ἀσχολιῶν, ἃς ὁ κοινὸς βίος πέφυκεν ἐμποιεῖν, τῆς ἀξιολογωτέρας μνήμης τοῦ Θεοῦ ἀποσπωμένη, οὐ μόνον τὸ ἐναγαλλιᾶσθαι καὶ ἐνευφραίνεσθαι τῷ Θεῷ ζημιοῦται, καὶ τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ τὸ καταγλυκαίνεσθαι τοῖς ῥήμασιν αὐτοῦ, ὥστε δύνασθαι εἰπεῖν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· καὶ, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου· ἀλλὰ καὶ εἰς καταφρόνησιν καὶ λήθην τῶν κριμάτων αὐτοῦ παντελῆ συνεθίζεται, οὗ μεῖζον κακὸν οὐδὲν ἂν οὐδὲ ὀλεθριώτερον πάθοι.

ΕΡΩΤΗΣΙΣ Ζʹ. Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν. Ἐπεὶ οὖν ἐπληροφόρησεν ἡμᾶς ὁ λόγος, ἐπικίνδυνον εἶναι τὴν μετὰ τῶν καταφρονητικῶς ἐχόντων περὶ τὰς ἐντολὰς τοῦ Κυρίου ζωὴν, ἀκολούθως μαθεῖν ἀξιοῦμεν, εἰ χρὴ τὸν ἀναχωρήσαντα τούτων ἰδιάζειν καθ’ ἑαυτὸν, ἢ ὁμόφροσιν ἀδελφοῖς καὶ τὸν αὐτὸν σκοπὸν τῆς εὐσεβείας προελομένοις συζῇν.

ΑΠΟΚΡΙΣΙΣ. Πρὸς πολλὰ χρησιμωτέραν καταμανθάνω τὴν ἐπὶ τὸ αὐτὸ τῶν πλειόνων διαγωγήν. Πρῶτον μὲν, ὅτι οὐδὲ πρὸς τὰς τοῦ σώματος χρείας ἕκαστος ἡμῶν ἑαυτῷ αὐτάρκης, ἀλλ’ ἐν τῷ πορισμῷ τῶν ἀναγκαίων ἀλλήλων χρῄζομεν. Ὥσπερ γὰρ ὁ ποῦς τὴν μὲν ἔχει δύναμιν, τῆς δὲ ἐπιδεής ἐστι, καὶ ἄνευ τῆς τῶν λοιπῶν μελῶν συλλήψεως οὔτε τὴν ἑαυτοῦ ἐνέργειαν δυνατὴν ἢ αὐτάρκη ἑαυτῷ πρὸς διαμονὴν εὑρίσκει, οὔτε παραμυθίαν ἔχει τοῦ λείποντος· οὕτω καὶ ἐν τῇ μονήρει ζωῇ καὶ τὸ παρὸν ἡμῖν ἄχρηστον γίνεται, καὶ τὸ ἐλλεῖπον ἀπαραμύθητον, τοῦ δημιουργοῦ Θεοῦ ὁρίσαντος χρῄζειν ἡμᾶς ἀλλήλων, καθὼς γέγραπται, ἵνα καὶ συναπτώμεθα ἀλλήλοις. Ἄνευ δὲ τούτου καὶ ὁ τῆς ἀγάπης τοῦ Χριστοῦ λόγος οὐκ ἐπιτρέπει τὸ ἴδιον σκοπεῖν ἕκαστον. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ ζητεῖ τὰ ἑαυτῆς. Ὁ δὲ ἀφιδιαστικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν οἰκείαν ἑκάστου τῶν χρειῶν θεραπείαν.

Τοῦτο δὲ προδήλως μαχόμενόν ἐστι τῷ τῆς ἀγάπης νόμῳ, ὃν ὁ Ἀπόστολος ἐπλήρου, μὴ ζητῶν τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ἔπειτα ἐν τῷ καταχωρισμῷ οὐδὲ τὸ ἐλάττωμα ῥᾳδίως ἕκαστος τὸ ἑαυτοῦ ἐπιγνώσεται, οὐκ ἔχων τὸν ἐλέγχοντα αὐτὸν, καὶ ἐν πραότητι καὶ εὐσπλαγχνίᾳ ἐπανορθούμενον. Ἔλεγχος μὲν γὰρ καὶ παρὰ ἐχθροῦ πολλάκις ἂν γένοιτο θεραπείας ἐπιθυμίαν ἐμποιῶν τῷ εὐγνώμονι· θεραπεία δὲ ἁμαρτήματος ἐπιστημόνως παρὰ τοῦ εἰλικρινῶς ἀγαπήσαντος κατορθοῦται.

Ὁ γὰρ ἀγαπῶν, φησὶν, ἐπιμελῶς παιδεύει. Ὃν ἐπὶ τῆς μονώσεως εὑρεῖν ἄπορον, μὴ προενωθέντα κατὰ τὸν βίον· ὥστε συμβαίνειν αὐτῷ τὸ εἰρημένον ἐκεῖνο· Οὐαὶ τῷ ἑνὶ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν. Καὶ αἱ ἐντολαὶ δὲ ὑπὸ μὲν τῶν πλειόνων ἐπὶ τὸ αὐτὸ ῥᾳδίως γίνονται πλείους, ὑπὸ δὲ τοῦ ἑνὸς οὐκέτι· ἐν γὰρ τῇ ἐργασίᾳ τῆς μιᾶς ἐμποδίζεται ἡ ἄλλη. Οἷον, ἐν τῇ ἐπισκέψει τοῦ ἀσθενοῦντος ἡ ὑποδοχὴ τοῦ ξένου, καὶ ἐν τῇ μεταδόσει καὶ κοινωνίᾳ τῶν χρειῶν (καὶ μάλιστα, ὅταν διὰ μακροῦ αἱ διακονίαι γίνωνται), ἡ περὶ τὰ ἔργα σπουδή· ὥστε ἐκ τούτου τὴν μεγίστην καὶ σύντονον πρὸς σωτηρίαν ἐντολὴν ἐλλιμπάνεσθαι· μήτε τοῦ πεινῶντος τρεφομένου, μήτε τοῦ γυμνοῦ περιβαλλομένου.

Τίς ἂν οὖν ἕλοιτο τὴν ἀργὴν καὶ ἄκαρπον ζωὴν τῆς ἐγκάρπου καὶ κατ’ ἐντολὴν τοῦ Κυρίου ἐπιτελουμένης προτιμῆσαι; Εἰ δὲ καὶ πάντες, οἱ ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως προσληφθέντες, ἓν σῶμά ἐσμεν, κεφαλὴν ἔχοντες τὸν Χριστόν· ὁ δὲ καθεὶς ἀλλήλων μέλη, ἐὰν μὴ ἐκ συμφωνίας πρὸς ἑνὸς σώματος ἁρμολογίαν ἐν Πνεύματι ἁγίῳ συναρμοσθῶμεν· ἕκαστος δὲ ἡμῶν τὴν μόνωσιν αἱρῆται, μὴ κατὰ τὸ εὐάρεστον τῷ Θεῷ πρὸς τὸ κοινῇ συμφέρον τῇ οἰκονομίᾳ δουλεύων, ἀλλὰ τὸ ἴδιον τῆς αὐταρεσκείας πάθος πληροφορῶν· πῶς δυνάμεθα ἀπεσχισμένοι καὶ διῃρημένοι σώζειν τὴν τῶν μελῶν πρὸς ἄλληλα σχέσιν τε καὶ ὑπηρεσίαν, ἢ τὴν ὑποταγὴν πρὸς τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ὁ Χριστός;

Οὔτε γὰρ τῷ δοξαζομένῳ συγχαίρειν, οὔτε συμπάσχειν δυνατὸν τῷ πάσχοντι, ἐν τῇ διαστάσει τοῦ βίου, οὐ δυναμένου κατὰ τὸ εἰκὸς ἑκάστου γινώσκειν τὰ τοῦ πλησίον. Εἶτα καὶ ἑνὸς μὴ ἐξαρκοῦντος ὑποδέξασθαι πάντα τὰ πνευματικὰ χαρίσματα, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως, τῆς ἐπιχορηγίας τοῦ Πνεύματος γινομένης, ἐν τῇ τῆς ζωῆς κοινωνίᾳ, τὸ ἑκάστου ἴδιον χάρισμα κοινὸν τῶν συμπολιτευομένων γίνεται. ᾯ μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ πίστις, ἄλλῳ προφητεία, ἄλλῳ χαρίσματα ἰαμάτων, καὶ τὰ ἑξῆς· ὧν ἕκαστον οὐ μᾶλλον δι’ ἑαυτὸν ἢ διὰ τοὺς ἄλλους ὁ λαμβάνων ἔχει. Ὥστε ἀνάγκη ἐν τῷ κοινωνικῷ βίῳ τὴν ἐν τῷ ἑνὶ τοῦ ἁγίου Πνεύματος ἐνέργειαν εἰς πάντας ὁμοῦ διαβαίνειν. Ὁ μὲν οὖν καθ’ ἑαυτὸν ζῶν ἓν τυχὸν ἔχει χάρισμα, καὶ τοῦτο ἄχρηστον ποιεῖ διὰ τῆς ἀργίας, κατορύξας ἐν ἑαυτῷ· ὅπερ ἡλίκον ἔχει κίνδυνον, ἴστε πάντες οἱ ἀνεγνωκότες τὰ Εὐαγγέλια· ἐν δὲ τῇ τῶν πλειόνων συμβιώσει καὶ τοῦ ἰδίου ἀπολαύει, πολυπλασιάζων αὐτὸ τῇ μεταδόσει, καὶ τὰ τῶν ἄλλων ὡς ἑαυτοῦ καρποῦται.

Ἔχει δὲ καὶ πλείονα ἡ ἐπὶ τὸ αὐτὸ ζωὴ ἀγαθὰ, ἅπερ οὐ ῥᾴδιον ἐξαριθμεῖσθαι πάντα. Πρός τε γὰρ τὴν τήρησιν τῶν δεδομένων ἡμῖν παρὰ τοῦ Θεοῦ ἀγαθῶν τῆς μονώσεώς ἐστι χρησιμωτέρα, καὶ πρὸς τὴν φυλακὴν τῆς ἔξωθεν ἐπιβουλῆς τοῦ ἐχθροῦ ἀσφαλέστερος ὁ παρὰ τῶν ἐγρηγορότων ἐξυπνισμὸς, εἴποτε ἄρα τῷ ἑνὶ ἀπονυστάξαι συμβαίη ὕπνον ἐκεῖνον τὸν εἰς θάνατον, ὃν ἐδιδάχθημεν παρὰ τοῦ Δαβὶδ ἀπεύχεσθαι ἡμῖν συμβῆναι, λέγοντος· Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· καὶ τῷ μὲν ἁμαρτάνοντι τῆς ἁμαρτίας ἡ ἀναχώρησις ῥᾴων μᾶλλον, ἐντρεπομένῳ τὴν παρὰ τῶν πλειόνων ἐν συμφωνίᾳ γινομένην κατάγνωσιν, ὥστ’ ἂν ἁρμόσαι αὐτῷ τὸ, Ἀρκετὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων· τῷ δὲ κατορθοῦντι ἡ πληροφορία πολλὴ ἔν τε τῇ τῶν πολλῶν δοκιμασίᾳ καὶ συγκαταθέσει τοῦ ἔργου. Εἰ γὰρ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, πολλῷ δηλονότι παγιώτερον ὁ τὸ ἀγαθὸν ἔργον ἐπιτελῶν ἐν τῇ τῶν πλειόνων μαρτυρίᾳ βεβαιωθήσεται. Κίνδυνος δὲ παρέπεται τῇ μοναστικῇ ζωῇ πρὸς τοῖς εἰρημένοις. Πρῶτος μὲν καὶ μέγιστος ὁ τῆς αὐταρεσκείας.

Οὐδένα γὰρ ἔχων, ὃς δυνήσεται δοκιμάσαι αὐτοῦ τὸ ἔργον, εἰς τὸ τέλειον οἰήσεται τῆς ἐντολῆς ἐφθακέναι· εἶτα ἀγύμναστον ἀεὶ τὴν ἕξιν κατακλείσας, οὔτε τὰ ὑστερήματα ἑαυτοῦ γνωρίζει, οὔτε τὴν ἐν τοῖς ἔργοις προκοπὴν ἐπιγινώσκει, τῷ πᾶσαν ὕλην τῆς ἐργασίας τῶν ἐντολῶν περιῃρηκέναι.

Ἐν τίνι γὰρ τὴν ταπεινοφροσύνην ἐπιδείξεται, μηδένα ἔχων, οὗ ταπεινότερον ἑαυτὸν ἀποδείξει; Ἐν τίνι τὴν εὐσπλαγχνίαν, ἀποτετμημένος τῆς κοινωνίας τῶν πλειόνων; Πρὸς μακροθυμίαν δὲ πῶς ἑαυτὸν γυμνάσει, μηδενὸς ἀνθισταμένου αὐτοῦ τοῖς θελήμασιν;

Εἰ δέ τις λέγει ἀρκεῖσθαι τῇ τῶν θείων Γραφῶν διδασκαλίᾳ πρὸς τὴν κατόρθωσιν τῶν ἠθῶν, ὅμοιον ποιεῖ τῷ μανθάνοντι μὲν τεκταίνειν, μηδέποτε δὲ τεκταίνοντι, καὶ διδασκομένῳ μὲν χαλκευτικὴν, εἰς ἔργον δὲ προάγειν τὰ διδάγματα μὴ αἱρουμένῳ. Πρὸς ὃν εἴποι ἂν ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἰδοὺ γὰρ ὁ Κύριος δι’ ὑπερβολὴν φιλανθρωπίας οὐκ ἠρκέσθη τῇ ἐκ τοῦ λόγου διδασκαλίᾳ μόνον, ἀλλ’ ὥστε ἀκριβῶς καὶ ἐναργῶς ἡμῖν παραδοῦναι τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης ἐν τῇ τελειότητι τῆς ἀγάπης, αὐτὸς περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν.

Τίνα οὖν ἀπονίψεις; τίνα θεραπεύσεις; τίνος ἔσχατος ἔσῃ, αὐτὸς καθ’ ἑαυτὸν διάγων; Τὸ δὲ καλὸν καὶ τερπνὸν, ἡ τῶν ἀδελφῶν ἐπὶ τὸ αὐτὸ κατοίκησις, ἣν μύρῳ τῆς τοῦ ἀρχιερέως κεφαλῆς ἀποπνέοντι τὸ Πνεῦμα τὸ ἅγιον παρεικάζει, πῶς ἐν τῇ καταμόνας οἰκήσει συμπληρωθήσεται; Στάδιον οὖν ἀθλήσεως, καὶ προκοπῆς εὐοδία, καὶ διηνεκὴς γυμνασία, καὶ μελέτη τῶν τοῦ Κυρίου ἐντολῶν, καὶ ἐπὶ τὸ αὐτὸ κατοίκησίς ἐστι τῶν ἀδελφῶν· σκοπὸν μὲν ἔχουσα τὴν δόξαν τοῦ Θεοῦ κατ’ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· χαρακτῆρα δὲ σώζουσα τῶν ἐν ταῖς Πράξεσιν ἱστορουμένων ἁγίων, περὶ ὧν γέγραπται· Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά.

ΕΡΩΤΗΣΙΣ Ηʹ. Περὶ ἀποταγῆς. Εἰ χρὴ πρῶτον ἀποτάσσεσθαι πᾶσι, καὶ οὕτως προσιέναι τῇ κατὰ Θεὸν πολιτείᾳ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πολλὴν καὶ διὰ πλειόνων πραγμάτων ἰσχυρὰν ἀπόδειξιν λέγοντος πρὸς πάντας· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν·

Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ἡγούμεθα τὸ παράγγελμα ἐπὶ πλείονα διατείνειν, ὧν ἡ ἀλλοτρίωσις ἀναγκαία. Καὶ γὰρ τῷ διαβόλῳ πρὸ πάντων ἀποτασσόμεθα, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, οἱ ἀπειπάμενοι τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ συγγενείαις σωματικαῖς, καὶ ἑταιρείαις ἀνθρώπων, καὶ ἔθει βίου μαχομένῳ πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου τῆς σωτηρίας. Καὶ τὸ τούτων ἀναγκαιότερον, αὐτὸς ἑαυτῷ ἀποτάσσεται ὁ ἀποδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀποτάσσεται δὲ καὶ πάσαις προσπαθείαις τοῦ κόσμου, ἐμποδίζειν τῷ σκοπῷ τῆς εὐσεβείας δυναμέναις. Γονεῖς μὲν οὖν ὁ τοιοῦτος τοὺς ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου γεννήσαντας αὐτὸν ἀληθινοὺς ἡγήσεται, ἀδελφοὺς δὲ τοὺς τὸ αὐτὸ Πνεῦμα τῆς υἱοθεσίας λαβόντας, κτήμασι δὲ πᾶσιν ὡς ἀλλοτρίοις, ὅπερ ἐστὶ, προσέξει. Ἑνὶ δὲ λόγῳ, ᾧ διὰ Χριστὸν ὅλος ὁ κόσμος ἐσταύρωται, καὶ αὐτὸς τῷ κόσμῳ, πῶς ἔτι δύναται εἶναι μέτοχος τῶν μεριμνῶν τοῦ κόσμου; τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄκρον προάγοντος τό τε μῖσος τῆς ψυχῆς καὶ τὴν ἑαυτοῦ ἄρνησιν δι’ ὧν φησιν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ· καὶ τότε ἐπαγαγόντος·

Καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής.

Ὥστε ἡ μὲν τελεία ἀποταγή ἐστιν ἐν τῷ τὸ ἀπροσπαθὲς κατορθῶσαι καὶ πρὸς αὐτὸ τὸ ζῇν, καὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἔχειν, ὥστε μὴ ἐφ’ ἑαυτῷ πεποιθέναι· ἄρχεται δὲ ἀπὸ τῆς τῶν ἔξωθεν ἀλλοτριώσεως, οἷον, κτημάτων, δόξης ματαίας, συνηθείας βίου, προσπαθείας τῶν ἀνωφελῶν, καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὑτῶν Ζεβεδαῖον, καὶ αὐτὸ τὸ πλοῖον τὴν πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ’ αὐτοῦ τοῦ τελωνείου ἐξαναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνείῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἤμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνείου καταλιμπάνοντι. Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ.

Οὕτως ὁ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν Χριστῷ κατεχόμενος πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον, ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι (τότε γὰρ καιρὸν ἔχει καὶ τό· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά)· οὐ πρὸς ἀνθρώπινον φόβον, ὥστε δι’ αὐτὸν ὑποσταλῆναί τι τῶν συμφερόντων, ὅπερ κατώρθωσαν οἱ ἅγιοι, εἰπόντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· οὐ πρὸς τὸν ἐπὶ τοῖς καλοῖς παρὰ τῶν ἔξωθεν γέλωτα, ὥστε τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι. Εἰ δέ τις βούλοιτο ἀκριβέστερον καὶ τρανότερον γνωρίσαι τὸν συνεζευγμένον τόνον τῇ ἐπιθυμίᾳ τῶν ἀκολουθούντων τῷ Κυρίῳ, μνημονευσάτω τοῦ Ἀποστόλου διηγουμένου τὰ καθ’ ἑαυτὸν εἰς διδασκαλίαν ἡμετέραν, καὶ λέγοντος· Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.

Εἰ γὰρ (ἵνα τι καὶ εἴπω τολμηρὸν μὲν, ἀληθὲς δὲ), εἰ τοῖς ἐκβλητοτάτοις τοῦ σώματος, καὶ ἀποπτύστοις, καὶ ὧν μάλιστα πρὸς τὴν ἀλλοτρίωσιν ἐπειγόμεθα, τούτοις προσείκασεν αὐτὰ τὰ παρὰ Θεοῦ πρὸς καιρὸν δεδομένα νομικὰ προτερήματα, ὡς ἐμπόδια τῆς τοῦ Χριστοῦ γνώσεως, καὶ τῆς ἐν αὐτῷ δικαιοσύνης, καὶ τῆς πρὸς θάνατον αὐτοῦ συμμορφώσεως, τί ἄν τις εἴποι περὶ τῶν ἀνθρώποις νενομισμένων; Καὶ τί χρὴ λογισμοῖς ἡμετέροις καὶ τοῖς τῶν ἁγίων ὑποδείγμασι τὸν λόγον πιστοῦσθαι; ἐξὸν αὐτὰ παραθέσθαι τοῦ Κυρίου τὰ ῥήματα, καὶ δι’ αὐτῶν τὴν ἔμφοβον ψυχὴν δυσωπῆσαι, σαφῶς καὶ ἀναντιῤῥήτως διαμαρτυρομένου ἐν τῷ λέγειν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ ἀλλαχοῦ μετὰ τὸ, Εἰ θέλεις τέλειος εἶναι, πρότερον εἰπόντος· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ τότε ἐπαγαγόντος τὸ, Δεῦρο, ἀκολούθει μοι. Καὶ ἡ παραβολὴ δὲ τοῦ ἐμπόρου παντὶ σαφής ἐστι τῷ εὐγνώμονι πρὸς τοῦτο φέρουσα. Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἔνα πολύτιμον μαργαρίτην, ἀπελθὼν ἐπώλησε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.

Δῆλον γὰρ, ὅτι ὁ πολύτιμος μαργαρίτης πρὸς τὴν ὁμοίωσιν τῆς ἐπουρανίου βασιλείας παρείληπται, ἣν ἀδύνατον ἡμῖν προσγενέσθαι ὁ τοῦ Κυρίου δείκνυσι λόγος, μὴ πάντα ὁμοῦ τὰ προσόντα ἡμῖν, καὶ πλοῦτον, καὶ δόξαν, καὶ γένος, καὶ εἴ τι ἄλλο τῶν πολλοῖς περισπουδάστων, πρὸς τὴν ἀνταλλαγὴν αὐτῆς προεμένοις.

Εἶτα μέντοι καὶ ἀδύνατον πρὸς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου κατορθοῦσθαι τὸ σπουδαζόμενον ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. Ἕνα οὖν θησαυρὸν τὸν ἐπουράνιον ἡμῖν ἐκλεκτέον, ἵνα ἐν αὐτῷ ἔχωμεν τὴν καρδίαν. Ὅπου γὰρ, φησὶν, ἐστὶν ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται. Ἐὰν οὖν τι ὑπολειπώμεθα ἑαυτοῖς κτῆμα γήϊνον καὶ περιουσίαν τινὰ φθαρτὴν, ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγκη τὴν ψυχὴν ἀθέατον εἶναι Θεοῦ, καὶ πρὸς τὴν ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκειμένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον· ὧν τὴν κτῆσιν περιγίνεσθαι ἡμῖν ἀμήχανον, μὴ ἀπερισπάστου καὶ σφοδροτέρου πόθου ἄγοντος ἡμᾶς πρὸς τὴν αὐτῶν αἴτησιν, καὶ τὸν ἐπ’ αὐτοῖς πόνον ἐπικουφίζοντος. Ἔστιν οὖν ἡ ἀποταγὴ, ὡς ὁ λόγος ὑπέδειξε, λύσις μὲν τῶν δεσμῶν τῆς ὑλικῆς ταύτης καὶ προσκαίρου ζωῆς, ἐλευθερία δὲ τῶν ἀνθρωπίνων καθηκόντων, ἐπιτηδειοτέρους κατασκευάζουσα πρὸς τὸ ἀπάρξασθαι τῆς πρὸς Θεὸν ὁδοῦ. Τῆς τῶν πολυτιμήτων κτήσεώς τε καὶ χρήσεως ἀκώλυτος ἀφορμὴ τῶν Ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Καὶ, συνελόντα εἰπεῖν, καρδίας ἀνθρωπίνην πρὸς τὴν ἐν οὐρανῷ πολιτείαν μετάθεσις, ὥστε δύνασθαι λέγειν· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.

Καὶ, τὸ μέγιστον, ἀρχὴ τῆς πρὸς Χριστὸν ὁμοιώσεως, ὃς δι’ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν· ἣν εἰ μὴ κατορθώσαιμεν, ἀδύνατον ἡμᾶς τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πολιτείας ἐφάψασθαι. Πότε γὰρ ἢ καρδίας συντριμμὸς, ἢ ταπείνωσις φρονήματος, ἢ θυμοῦ, καὶ λύπης, καὶ φροντίδων, καὶ, συνελόντα εἰπεῖν, τῶν ὀλεθρίων παθῶν τῆς ψυχῆς ἀπαλλαγὴ, ἐν πλούτῳ καὶ μερίμναις βιωτικαῖς, προσπαθείᾳ τε καὶ συνηθείᾳ τῶν ἄλλων κατορθωθῆναι δύναται; Ὅλως δὲ, ᾧ μηδὲ περὶ αὐτῶν τῶν ἀναγκαίων μεριμνᾷν συγχωρεῖται, οἷον τροφῆς, καὶ ἐνδύματος, τούτῳ τίς ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς μερίμναις τοῦ πλούτου, τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρποφορίαν ἐμποδιζούσαις; τοῦ Κυρίου ἡμῶν εἰπόντος· Οὗτοι δέ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπαρέντες, οἳ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.

ΕΡΩΤΗΣΙΣ Θ. Εἰ χρὴ τὸν συναπτόμενον τοῖς τῷ Κυρίῳ ἀνακειμένοις προσαφιέναι ἀδιαφόρως τοῖς ἀγνώμοσι τῶν οἰκείων τὰ αὐτῷ διαφέροντα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι· καὶ πάλιν·

Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· λογίζομαι, ὅτι τὸν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοιούτῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι, ἀλλὰ πειρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκονομεῖν, ἢ δι’ ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέντων, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφιέναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι καταπροδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑποστήσεσθαι, χαύνως καὶ ἠμελημένως διατεθέντας· πρὸς τὴν διοίκησιν; Οὐχ ὑποδίκους εἶναι τοῦ κρίματος τῶν ἀμελούντων; κατὰ τὸ γεγραμμένον·

Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Πανταχοῦ δὲ φυλακτέον ἡμῖν, μὴ, προφάσει μιᾶς ἐντολῆς, ἑτέραν φανῶμεν καταλύοντες. Οὔτε γὰρ μάχεσθαι, οὔτε συνδιαπληκτίζεσθαι τοῖς ἀγνωμονοῦσιν εὐπρεπὲς ἡμῖν· ἐπείπερ δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ τὸν ἀγνωμονούμενον παρὰ τῶν κατὰ σάρκα συγγενῶν μνημονεύειν χρὴ τοῦ Κυρίου εἰπόντος, ὅτι Οὐκ ἔστιν ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, οὐχ ἁπλῶς, ἀλλ’ ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ὃς οὐ μὴ λάβῃ ἑκατονταπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

Τοῖς γε μὴν ἀγνωμονοῦσι διαμαρτύρασθαι χρὴ τὴν τῆς ἱεροσυλίας ἁμαρτίαν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν, καὶ τὰ ἑξῆς. Δικάζεσθαι δὲ περὶ αὐτῶν ἐπὶ δικαστηρίων ἐξωτικῶν ἀπηγόρευσεν ὁ τῆς θεοσεβείας λόγος δι’ ὧν φησι· Τῷ θέλοντί σε κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅτι Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐπὶ τούτων δὲ εἰς κρίσιν προσκαλεσώμεθα, πλείονα λόγον ἔχοντες τῆς τοῦ ἀδελφοῦ σωτηρίας, ἢ τῆς τῶν χρημάτων περιουσίας. Καὶ γὰρ ὁ Κύριος εἰπὼν, Ἐάν σου ἀκούσῃ, ἐπήγαγεν, Ἐκέρδησας, οὐχὶ τὰ χρήματα, ἀλλὰ τὸν ἀδελφόν σου. Ἔστι δὲ ὅτε ὑπὲρ τοῦ τρανωθῆναι τὴν ἀλήθειαν, αὐτοῦ πολλάκις ἡμᾶς τοῦ τῆς ἀγνωμοσύνης κατάρχοντος εἰς κοινὴν δίαιταν προκαλουμένου, συγκαταβαίνομεν πρὸς τὸν ἔλεγχον, οὐκ αὐτοὶ κατάρξαντες, ἀλλὰ τοῖς προσκαλεσαμένοις ἀκολουθοῦντες, οὐκ ἴδιον πάθος ὀργῆς ἢ φιλονεικίας πληροφοροῦντες, ἀλλὰ τὴν ἀλήθειαν φανεροῦντες.

Οὕτω γὰρ κἀκεῖνον καὶ ἄκοντα τῶν κακῶν ἐξαιρήσομεν, καὶ αὐτοὶ τὰς ἐντολὰς οὐ παρελευσόμεθα, ὡς Θεοῦ διάκονοι ἄμαχοι καὶ ἀφιλάργυροι, τῇ φανερώσει τῆς ἀληθείας εὐσταθῶς συνιστάμενοι, καὶ οὐδαμοῦ τὸ δεδομένον μέτρον τῆς σπουδῆς ὑπερβαίνοντες.