Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Θεμελίωση του πνευματικού βίου: Η αγάπη προς τον Θεό και τον πλησίον

Η ιεράρχηση των θείων εντολών, η έμφυτη κλίση του ανθρώπου προς την αγάπη του δημιουργού του και η άρρηκτη σύνδεσή της με την αγάπη προς τον συνάνθρωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 12

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου. Ἐπειδὴ ἔδωκεν ἡμῖν ὁ λόγος ἐξουσίαν τοῦ ἐπερωτᾷν, πρῶτον πάντων διδαχθῆναι δεόμεθα, εἰ τάξις τίς ἐστι καὶ ἀκολουθία ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ὥστε τὴν μὲν εἶναι πρώτην, τὴν δὲ δευτέραν, καὶ καθεξῆς· ἢ πᾶσαι ἀλλήλων ἔχονται, καὶ πᾶσαι ἀλλήλαις ὁμότιμοι πρὸς τὸν τῆς ἀρχῆς λόγον τυγχάνουσιν, ὡς ἄδειαν εἶναι τῷ βουλομένῳ, καθάπερ ἐν κύκλῳ, ἀρχὴν λαμβάνειν ὁπόθεν βούλεται.

ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα ὑμῶν ἀρχαῖόν ἐστι, καὶ πάλαι προεκδεδομένον ἐν τοῖς Εὐαγγελίοις, ἡνίκα προσελθὼν τῷ Κυρίῳ ὁ νομικὸς, Διδάσκαλε, φησὶ, ποία πρώτη ἐν τῷ νόμῳ ἐστὶν ἐντολή; Καὶ ὁ Κύριος ἀπεκρίνατο· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Αὐτὸς οὖν ἐπέθηκε ταῖς ἑαυτοῦ ἐντολαῖς τὴν τάξιν ὁ Κύριος· πρώτην μὲν καὶ μεγίστην περὶ τῆς εἰς τὸν Θεὸν ἀγάπης τὴν ἐντολὴν ὁρισάμενος· δευτέραν δὲ τῇ τάξει, καὶ ὁμοίαν ἐκείνῃ, μᾶλλον δὲ συμπληρωτικὴν τῆς προτέρας, καὶ ἐξ αὐτῆς ἠρτημένην, τὴν περὶ τοῦ ἀγαπᾷν τὸν πλησίον· ὥστε ἐκ τῶν εἰρημένων, καὶ ἐξ ἑτέρων δὲ τοιούτων, ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φερομένων, τὴν ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Κυρίου τάξιν τε καὶ ἀκολουθίαν ἔστι καταμαθεῖν.

ΕΡΩΤΗΣΙΣ Βʹ. Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις. Οὐκοῦν περὶ τῆς εἰς Θεὸν ἀγάπης πρῶτον ἡμῖν διαλέχθητι. Ὅτι μὲν γὰρ χρὴ ἀγαπᾷν, ἀκηκόαμεν· πῶς δ’ ἂν τοῦτο κατορθωθείη, μαθεῖν ἐπιζητοῦμεν.

ΑΠΟΚΡΙΣΙΣ. Ἀδίδακτος μὲν ἡ πρὸς τὸν Θεὸν ἀγάπη. Οὔτε γὰρ φωτὶ χαίρειν, καὶ ζωῆς ἀντιποιεῖσθαι παρ’ ἄλλου μεμαθήκαμεν, οὔτε τὸ ἀγαπᾷν τοὺς τεκόντας ἢ θρεψαμένους ἕτερος ἐδίδαξεν. Οὕτως οὖν, ἢ καὶ πολὺ μᾶλλον τοῦ θείου πόθου οὐκ ἔξωθέν ἐστιν ἡ μάθησις· ἀλλ’ ὁμοῦ τῇ συστάσει τοῦ ζώου τοῦ ἀνθρώπου φημὶ, σπερματικός τις λόγος ἡμῖν ἐγκαταβέβληται οἴκοθεν ἔχων τὰς ἀφορμὰς τῆς πρὸς τὸ ἀγαπᾷν οἰκειώσεως. Ὅνπερ τὸ διδασκαλεῖον τῶν ἐντολῶν τοῦ Θεοῦ παραλαβὸν, γεωργεῖν μετ’ ἐπιμελείας, καὶ ἐκτρέφειν μετ’ ἐπιστήμης, καὶ εἰς τελείωσιν ἄγειν Θεοῦ χάριτι πέφυκεν. Διὸ καὶ ἡμεῖς, τὴν σπουδὴν ὑμῶν ὡς ἀναγκαίαν τῷ σκοπῷ ἀποδεξάμενοι, Θεοῦ διδόντος, καὶ ὑμῶν ἐν ταῖς προσευχαῖς συναντιλαμβανομένων ἡμῖν, τὸν ἐγκεκρυμμένον ὑμῖν σπινθῆρα τοῦ θείου πόθου κατὰ τὴν ἐνδεδομένην ἡμῖν διὰ τοῦ Πνεύματος δύναμιν διεγεῖραι σπουδάσομεν.

Εἰδέναι μέντοι χρὴ, ὅτι τοῦτο ἓν μὲν ἔστι τὸ κατόρθωμα· δυνάμει δὲ πάσης ἐνεργητικὸν καὶ περιεκτικόν ἐστιν ἐντολῆς. Ὁ γὰρ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει· καὶ πάλιν, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καὶ οὐχὶ νῦν δι’ ἀκριβείας ἐφοδεύειν τὸν λόγον ἐπιχειρήσομεν (οὕτω γὰρ ἂν λάθοιμεν πάντα τὸν περὶ ἐντολῶν λόγον ἐπικυκλοῦντες τῷ μέρει), ἀλλ’ ὅσον σύμμετρον ἡμῖν καὶ οἰκεῖον τῷ παρόντι σκοπῷ, ὑπομνήσομεν ὑμᾶς περὶ τῆς ὀφειλομένης τῷ Θεῷ παρ’ ἡμῶν ἀγάπης, ἐκεῖνο πρότερον εἰπόντες, ὅτι πασῶν τῶν δοθεισῶν ἡμῖν ἐντολῶν παρὰ Θεοῦ, τούτων καὶ τὰς δυνάμεις παρ’ αὐτοῦ προειλήφαμεν, ἵνα μήτε δυσχεραίνωμεν, ὥς τι καινότερον ἀπαιτούμενοι, μήτε ἐπαιρώμεθα, ὡς πλέον τι τοῦ δεδομένου συνεισφερόμενοι.

Καὶ διὰ τούτων τῶν δυνάμεων, ὀρθῶς μὲν καὶ προσηκόντως ἐνεργοῦντες, τὸν κατ’ ἀρετὴν εὐσεβῶς συμπληροῦμεν βίον· παραφθείροντες δὲ αὐτῶν τὴν ἐνέργειαν, πρὸς τὴν κακίαν ὑποφερόμεθα. Καὶ ἔστιν οὗτος κακίας ὅρος, ἡ πονηρὰ, καὶ παρ’ ἐντολὴν τοῦ Κυρίου χρῆσις τῶν ἐπ’ ἀγαθῷ παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν· ὥσπερ οὖν, τῆς παρὰ Θεοῦ ἐπιζητουμένης ἀρετῆς, ἡ ἐξ ἀγαθοῦ τοῦ συνειδότος κατ’ ἐντολὴν τοῦ Κυρίου χρῆσις αὐτῶν. Τούτου δὲ οὕτως ἔχοντος, τὸ αὐτὸ καὶ περὶ τῆς ἀγάπης ἐροῦμεν. Ἐντολὴν τοίνυν λαβόντες ἀγαπᾷν τὸν Θεὸν, τὴν ἀγαπητικὴν δύναμιν εὐθὺς τῇ πρώτῃ κατασκευῇ συγκαταβληθεῖσαν κεκτήμεθα· καὶ ἡ ἀπόδειξις οὐκ ἔξωθεν, ἀλλ’ αὐτὸς ἄν τις τοῦτο παρ’ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ καταμάθοι. Τῶν τε γὰρ καλῶν ἐσμεν ἐπιθυμητικοὶ φυσικῶς, εἰ καὶ ὅτι μάλιστα ἄλλῳ ἄλλο φαίνεται καλόν· καὶ στοργὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἔχομεν ἀδιδάκτως, καὶ τοῖς εὐεργέταις ἑκουσίως πᾶσαν εὔνοιαν ἐκπληροῦμεν. Τί οὖν κάλλους θείου θαυμασιώτερον; Τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; Ποῖος πόθος ψυχῆς οὕτω δριμὺς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ, καὶ ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ, ὅτι Τετρωμένη ἀγάπης ἐγώ εἰμι; Ἄῤῥητοι παντελῶς καὶ ἀνεκδιήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι λόγος, οὐ δέχεται ἀκοή.

Κἂν ἑωσφόρου αὐγὰς εἴπῃς, κἂν σελήνης λαμπρότητα, κἂν ἡλίου φῶς, πάντα ἄτιμα πρὸς εἰκασίαν τῆς δόξης, καὶ πλέον ἀπολειπόμενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν, ἢ καθόσον βαθεῖα νὺξ, καὶ στυγνὴ σκοτομήνη μεσημβρίας καθαρωτάτης. Τοῦτο τὸ κάλλος σαρκίνοις μὲν ὀφθαλμοῖς ἀθεώρητον, ψυχῇ δὲ μόνῃ καὶ διανοίᾳ καταληπτὸν, εἴπου τινα περιέλαμψε τῶν ἁγίων, καὶ ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατέλιπεν, οἳ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωὴν ἔλεγον·

Οἵ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ τὸ, Ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· καὶ τὸ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· καὶ, Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα. Ὡς δεσμωτήριον τὴν ζωὴν ταύτην βαρυνόμενοι, οὕτω δυσκάθεκτοι ἦσαν ταῖς ὁρμαῖς, ὧν ὁ θεῖος πόθος τῶν ψυχῶν ἥψατο. Οἵ γε, διὰ τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας τοῦ θείου κάλλους, εὐχὴν ἐποιοῦντο πάσῃ τῇ αἰωνίᾳ ζωῇ συμπαρεκτείνεσθαι τὴν θεωρίαν τῆς τερπνότητος τοῦ Κυρίου. Οὕτω μὲν οὖν φυσικῶς ἐπιθυμητικοὶ τῶν καλῶν οἱ ἄνθρωποι. Κυρίως δὲ καλὸν καὶ ἀγαπητὸν τὸ ἀγαθόν. Ἀγαθὸς δὲ ὁ Θεός· ἀγαθοῦ δὲ πάντα ἐφίεται· Θεοῦ ἄρα πάντα ἐφίεται.

Ὥστε τὸ ἐκ προαιρέσεως κατορθούμενον καὶ φυσικῶς ἡμῖν ἐνυπάρχει, τοῖς γε μὴ ἐκ πονηρίας τοὺς λογισμοὺς διαστραφεῖσιν. Ἀναγκαῖον οὖν ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα, ὃ τῇ ἐλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότατον.

Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ καὶ τῶν ἐν γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι, καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ, καὶ τῷ ζώῳ τοῦ ζῇν. Εἰ δὲ καὶ τοῖς γεννήσασι φυσικὴ στοργὴ παρὰ τῶν γεννηθέντων ὑπάρχει, καὶ δηλοῖ τοῦτό τε ἡ τῶν ἀλόγων σχέσις, καὶ ἡ τῶν ἀνθρώπων παρὰ τὴν πρώτην ἡλικίαν πρὸς τὰς μητέρας διάθεσις, μὴ φανῶμεν ἀλογώτεροι τῶν νηπίων, μηδὲ τῶν θηρίων ἀγριώτεροι, ἀστόργως καὶ ἀλλοτρίως πρὸς τὸν ποιήσαντα ἡμᾶς διακείμενοι· ὃν εἰ καὶ μὴ ἐκ τῆς ἀγαθότητος ὁποῖός ἐστιν ἠπιστάμεθα, ἐξ αὐτοῦ μόνου τοῦ παρ’ αὐτοῦ γεγενῆσθαι ἀγαπᾷν καὶ στέργειν ὑπερβαλλόντως ὀφείλομεν, καὶ ἀποκρέμασθαι τῆς μνήμης αὐτοῦ διηνεκῶς, καθάπερ τῶν μητέρων τὰ νήπια. Κρείττων δὲ τῶν φυσικῶς ἀγαπωμένων ὁ εὐεργέτης. Καὶ τοῦτο οὐκ ἀνθρώπων ἴδιόν ἐστι μόνον, ἀλλὰ καὶ πάντων σχεδὸν ζώων πάθος, ἡ πρὸς τοὺς ἀγαθόν τι δεδωκότας οἰκείωσις. Ἔγνω, φησὶ, βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἀπείη δὲ λεχθῆναι περὶ ἡμῶν τὰ ἑξῆς· ὅτι Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Περὶ γὰρ κυνὸς, καὶ πολλῶν ἄλλων τοιούτων, τί χρὴ καὶ λέγειν, ὅσην πρὸς τοὺς τρέφοντας τὴν εὔνοιαν ἐπιδείκνυνται;

Εἰ δὲ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀντίδοσιν τῶν προγενομένων ἡμῖν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; αἳ τοσαῦται μέν εἰσι τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν εἰς τὸ ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Τὰς μὲν οὖν ἄλλας παρήσω, αἳ, εἰ καὶ καθ’ ἑαυτὰς ὑπερβάλλουσι μεγέθει καὶ χάριτι, ἀλλ’ ὑπὸ τῶν μειζόνων, ὥσπερ ἀστέρες ἡλιακαῖς ἀκτῖσιν, ὑπερλαμπόμεναι, τὴν καθ’ ἑαυτὰς χάριν ἀμυδροτέραν παρέχονται. Οὐ γὰρ σχολὴ καταλιπόντι τὰ ὑπερβάλλοντα, ἐκ τῶν ἐλαττόνων μετρεῖν τοῦ εὐεργέτου τὴν ἀγαθότητα.

Σιωπάσθωσαν τοίνυν ἡλίου ἀνατολαὶ, καὶ σελήνης περίοδοι, κράσεις ἀέρων, ὡρῶν ἐναλλαγαὶ, ὕδωρ ἀπὸ νεφῶν, καὶ ἀπὸ γῆς ἕτερον, αὐτὴ ἡ θάλασσα, ἡ γῆ σύμπασα, τὰ ἐκ γῆς φυόμενα, τὰ ἐν τοῖς ὕδασι διαιτώμενα, τὰ ἐν ἀέρι γένη, αἱ μυρίαι τῶν ζώων διαφοραὶ, πάντα τὰ πρὸς ὑπηρεσίαν τῆς ζωῆς ἡμῶν τεταγμένα. Ἀλλ’ ἐκεῖνο οὐδὲ βουλομένοις παρελθεῖν δυνατὸν, καὶ σιωπῆσαι μὲν τὴν χάριν τῷ γε νοῦν ὑγιᾶ καὶ λόγον ἔχοντι παντελῶς ἀμήχανον· εἰπεῖν δέ τι πρὸς ἀξίαν πλέον ἀδυνατώτερον, ὅτι κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ποιήσας τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ τῆς ἑαυτοῦ γνώσεως ἀξιώσας, καὶ λόγῳ παρὰ πάντα τὰ ζῶα κατακοσμήσας, καὶ τοῖς ἀμηχάνοις τοῦ παραδείσου κάλλεσιν ἐντρυφᾷν παρασχόμενος, καὶ τῶν ἐπὶ γῆς ἁπάντων ἄρχοντα καταστήσας, εἶτα κατασοφισθέντα ὑπὸ τοῦ ὄφεως, καὶ καταπεσόντα εἰς τὴν ἁμαρτίαν, καὶ διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον, καὶ τὰ τούτου ἄξια, οὐ περιεῖδεν· ἀλλὰ τὰ μὲν πρῶτα νόμον ἔδωκεν εἰς βοήθειαν, ἀγγέλους ἐπέστησεν εἰς φυλακὴν καὶ ἐπιμέλειαν, προφήτας ἀπέστειλεν εἰς ἔλεγχον κακίας καὶ διδασκαλίαν ἀρετῆς, τὰς ὁρμὰς τῆς κακίας ταῖς ἀπειλαῖς ἐνέκοψε, τῶν ἀγαθῶν τὴν προθυμίαν ἐπαγγελίαις διήγειρε, τὸ πέρας ἑκατέρου πολλάκις ἐν διαφόροις προσώποις εἰς νουθεσίαν τῶν ἄλλων προλαβὼν ἐφανέρωσε, καὶ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἅπασιν ἐπιμένοντας τῇ ἀπειθείᾳ οὐκ ἀπεστράφη.

Οὐ γὰρ ἀφείθημεν ὑπὸ τῆς ἀγαθότητος τοῦ Δεσπότου, οὐδὲ ἐνεκόψαμεν αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην, ἀναισθησίᾳ τῶν τιμῶν τὸν εὐεργέτην παρυβρίσαντες· ἀλλὰ ἀνεκλήθημεν ἐκ τοῦ θανάτου, καὶ ἐζωοποιήθημεν πάλιν ὑπ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐν ᾧ καὶ ὁ τρόπος τῆς εὐεργεσίας μεῖζον ἔχει τὸ θαῦμα· Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.

Καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε, καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατάρας ἡμᾶς ἐξηγόρασε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον, ἵνα ἡμᾶς εἰς τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ. Καὶ οὐκ ἠρκέσθη μόνον νεκροὺς ὄντας ζωοποιῆσαι, ἀλλὰ καὶ θεότητος ἀξίωμα ἐχαρίσατο, καὶ ἀναπαύσεις ἡτοίμασεν αἰωνίους, πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς εὐφροσύνης ὑπερβαινούσας. Τί οὖν ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Ὁ δὲ οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ’ ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ’ οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μήποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς περὶ τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν ὄνειδος γένωμαι τῷ Χριστῷ. Ὁ γὰρ νῦν ἀπατῶν ἡμᾶς, καὶ διὰ τῶν κοσμικῶν δελεασμάτων λήθην ἐμποιεῖν ἡμῖν τοῦ εὐεργέτου μηχανῇ πάσῃ σπουδάζων, ἐπ’ ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν ἐναλλόμενος ἡμῖν, καὶ ἐπεμβαίνων, εἰς ὀνειδισμὸν τότε προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ καὶ ἀποστασίᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ’ ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, καὶ τοῦτο τὸ καύχημα τοῦ ἐχθροῦ, βαρύτερον ἐμοὶ τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατ’ αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ ἐγερθέντος, ᾧ καὶ διὰ τοῦτο περισσοτέρως ὀφειλέται ἐσμὲν, καθὼς γέγραπται. Καὶ περὶ μὲν τῆς εἰς Θεὸν ἀγάπης τοσαῦτα. Σκοπὸς γὰρ, ὡς προεῖπον, οὐχὶ πάντα εἰπεῖν· ἀδύνατον γάρ· ἀλλ’ ἐπὶ κεφαλαίων σύντομον ὑπόμνησιν ἀνακινοῦσαν ἀεὶ τὸν θεῖον πόθον ταῖς ψυχαῖς ἐμποιῆσαι.

ΕΡΩΤΗΣΙΣ Γʹ. Περὶ τῆς εἰς τὸν πλησίον ἀγάπης. Ἀκόλουθον δ’ ἂν εἴη περὶ τῆς δευτέρας καὶ τάξει καὶ δυνάμει ἐντολῆς διελθεῖν. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι μὲν οὖν ὁ νόμος τῶν σπερματικῶς ἐνυπαρχουσῶν ἡμῖν δυνάμεων γεωργός ἐστι καὶ τροφεὺς, εἴρηται ἡμῖν ἐν τοῖς ἔμπροσθεν λόγοις· ἐπειδὴ δὲ ἀγαπᾷν προστετάγμεθα τὸν πλησίον ὡς ἑαυτοὺς, καταμάθωμεν, εἰ καὶ δύναμιν πρὸς τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης ἔχομεν παρὰ τοῦ Θεοῦ. Τίς οὖν οὐκ οἶδεν, ὅτι ἥμερον καὶ κοινωνικὸν ζῶον ὁ ἄνθρωπος, καὶ οὐχὶ μοναστικὸν, οὐδὲ ἄγριον; Οὐδὲν γὰρ οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμόφυλον.

Ὧν οὖν αὐτὸς ἔδωκεν ὁ Κύριος ἡμῖν προλαβὼν τὰ σπέρματα, τούτων ἀκολούθως καὶ τοὺς καρποὺς ἐπιζητεῖ, λέγων· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Καὶ πρὸς ταύτην τὴν ἐντολὴν διεγεῖραι βουλόμενος ἡμῶν τὴν ψυχὴν, ἀπόδειξιν τῶν αὐτοῦ μαθητῶν, οὐ σημεῖα καὶ δυνάμεις παραδόξους ἀπῄτησεν (καίτοι καὶ τούτων ἐν Πνεύματι ἁγίῳ χαρισάμενος τὴν ἐνέργειαν)· ἀλλὰ τί φησιν; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

Καὶ οὕτω πανταχοῦ τὰς ἐντολὰς ταύτας συνάπτει, ὥστε τὴν εἰς τὸν πλησίον εὐποιίαν εἰς ἑαυτὸν μετατίθησιν. Ἐπείνασα γὰρ, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Εἶτα ἐπάγει, ὅτι Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Οὐκοῦν διὰ μὲν τῆς πρώτης ἔστι κατορθῶσαι καὶ τὴν δευτέραν· διὰ δὲ τῆς δευτέρας ἐπανελθεῖν αὖθις ἐπὶ τὴν πρώτην· καὶ ἀγαπῶντα μὲν τὸν Κύριον, ἀγαπᾷν ἀκολούθως καὶ τὸν πλησίον. Ὁ γὰρ ἀγαπῶν με, εἶπεν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει. Αὕτη δέ ἐστι, φησὶν, ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἀγαπῶντα δὲ πάλιν τὸν πλησίον, τὴν εἰς τὸν Θεὸν ἀγάπην ἀποπληροῦν, αὐτοῦ εἰς ἑαυτὸν ὑποδεχομένου τὴν χάριν. Διόπερ ὁ μὲν πιστὸς θεράπων τοῦ Θεοῦ Μωσῆς τοσαύτην ἐπεδείκνυτο τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην, ὥστε καὶ ἐξαλειφθῆναι ᾑρεῖτο ἐκ τῆς βίβλου τοῦ Θεοῦ, εἰς ἣν ἐγέγραπτο, εἰ μὴ συγχωρηθείη τῷ λαῷ τὸ ἁμάρτημα. Παῦλος δὲ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν συγγενῶν κατὰ σάρκα ἀπετόλμησεν εὔξασθαι, τῆς πάντων σωτηρίας ἑαυτὸν ἀντάλλαγμα, κατὰ μίμησιν τοῦ Κυρίου, γενέσθαι βουλόμενος· ἅμα δὲ καὶ εἰδὼς, ὅτι ἀμήχανον ἦν ἀλλοτριωθῆναι Θεοῦ τὸν διὰ τὴν εἰς αὐτὸν ἀγάπην ὑπὲρ τῆς μεγίστης τῶν ἐντολῶν τὴν παρὰ τοῦ Θεοῦ χάριν προϊέμενον, καὶ ὅτι διὰ τοῦτο πολυπλασίονα ἔμελλεν ὧν ἔδωκεν ἀντιλήψεσθαι.

Πλήν γε ὅτι μέχρι τούτου τοῦ μέτρου τῆς πρὸς τὸν πλησίον ἀγάπης ἔφθασαν οἱ ἅγιοι, ἱκανὴν ἀπόδειξιν ἔχει τὰ εἰρημένα.