Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Προοίμιο και κατάλογος κεφαλαίων
Εισαγωγή στους κατά πλάτος Όρους και αναλυτικός κατάλογος των πενήντα πέντε ερωταποκρίσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και κατάλογος κεφαλαίων
Εισαγωγή στους κατά πλάτος Όρους και αναλυτικός κατάλογος των πενήντα πέντε ερωταποκρίσεων.
ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΚΑΤΑ ΠΛΑΤΟΣ ΟΡΩΝ. αʹ Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου. βʹ Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις.
γʹ Περὶ τῆς τῶν πλησίον ἀγάπης. δʹ Περὶ φόβου Θεοῦ. εʹ Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου. ϛʹ Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν. ζʹ Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν.
ηʹ Περὶ ἀποταγῆς. θʹ Περὶ τοῦ μὴ δεῖν τοῖς κατὰ σάρκα οἰκείοις προσαφιέναι τὰ ἑαυτῷ διαφέροντα. ιʹ Περὶ τοῦ τίνας δεῖ τῶν προσιόντων τῇ κατὰ Θεὸν ζωῇ προσδέχεσθαι, καὶ πότε, ἢ πῶς. ιαʹ Περὶ δούλων.
ιβʹ Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ιγʹ Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. ιδʹ Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμένων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούντων. ιεʹ Περὶ παίδων προσλήψεως καὶ ἀγωγῆς, καὶ περὶ ὁμολογίας παρθένων.
ιϛʹ Περὶ ἐγκρατείας. ιζʹ Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν. ιηʹ Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπογεύεσθαι. ιθʹ Τί τὸ μέτρον τῆς ἐγκρατείας. κʹ Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως. καʹ Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν.
κβʹ Τί τὸ πρέπον ἔνδυμα Χριστιανῷ. κγʹ Περὶ τῆς ζώνης. κδʹ Περὶ τοῦ τρόπου τῆς μετ’ ἀλλήλων διαγωγῆς. κεʹ Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας. κϛʹ Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνατίθεσθαι τῷ προεστῶτι.
κζʹ Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴ ποτε σφαλῇ. κηʹ Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ. κθʹ Περὶ τοῦ μετὰ ἐπάρσεως ἢ γογγυσμοῦ ἐργαζομένου.
λʹ Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι τὸν προεστῶτα. λαʹ Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶτος ὑπηρεσίαν. λβʹ Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους διακεῖσθαι. λγʹ Τίς ὁ τρόπος τῆς πρὸς ἀδελφὸν συντυχίας.
λδʹ Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν οἰκονομοῦντας ἐν τῇ ἀδελφότητι. λεʹ Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας συγκροτεῖσθαι. λϛʹ Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος. λζʹ Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλμῳδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον εἰ χρὴ ἐργάζεσθαι.
ληʹ Ποῖαι τέχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμόζουσιν. λθʹ Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διάπρασιν, καὶ πῶς ἀποδημεῖν. μʹ Περὶ τῶν ἐν ταῖς συνόδοις πραγματειῶν. μαʹ Περὶ αὐθεντίας καὶ ὑπακοῆς.
μβʹ Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ τοὺς ἐργαζομένους. μγʹ Ὁποίους εἶναι χρὴ τοὺς προεστῶτας, καὶ πῶς ἄγειν τοὺς συνόντας. μδʹ Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας, καὶ πῶς ἐπανιόντας αὐτοὺς ἀνακρίνειν.
μεʹ Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί τινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι. μϛʹ Περὶ τοῦ μὴ συγκρύπτειν ἁμάρτημα ἀδελφῷ, ἢ ἑαυτῷ. μζʹ Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προεστῶτος τυπούμενα.
μηʹ Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ προεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ. μθʹ Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι. νʹ Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα. ναʹ Πῶς δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ ἡμαρτηκότος.
νβʹ Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπιτίμια. νγʹ Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς παῖδας πταίοντας. νδʹ Περὶ τοῦ τοὺς προεστῶτας τῆς ἀδελφότητος ἀλλήλοις τὰ καθ’ ἑαυτοὺς ἀνατίθεσθαι.
νεʹ Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς εὐσεβείας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.