Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι ὁ θεὸς οὐκ ἔστιν αἴτιος τῶν κακῶν

Μέγας Βασίλειος

Η διάκριση μεταξύ πραγματικού κακού και παιδαγωγικών θλίψεων

Διάκριση μεταξύ του ηθικού κακού, που πηγάζει από την ελεύθερη προαίρεση, και των σωματικών θλίψεων, οι οποίες κατανοούνται ως ιαματικές και παιδαγωγικές παρεμβάσεις της δικαιοκρισίας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 6

Ἓν μὲν δὴ τοῦτο ἔχειν δεῖ προειλημμένον ἐν ταῖς διανοίαις ἡμῶν, ὅτι, ποίημα ὄντες τοῦ ἀγαθοῦ Θεοῦ, καὶ ὑπ᾽ αὐτοῦ συγκροτούμενοι, μικρά τε καὶ μείζω περὶ ἡμᾶς οἰκονομοῦντος, οὔτε πάθοιμεν ἄν τι, μὴ βουλομένου Θεοῦ, οὔτε μὴν ὧν πάσχομεν βλαβερόν τί ἐστιν, ἢ τοιοῦτον, ὥστε ἐνεῖναι βέλτιόν τι κἀν ἐπινοίᾳ λαβεῖν. Ἐκ Θεοῦ μὲν γὰρ οἱ θάνατοι· οὐ μὴν πονηρὸν πάντως ὁ θάνατος, πλὴν εἰ μή τις λέγοι τὸν τοῦ ἁμαρτωλοῦ· διότι τῶν ἐν ᾅδου κολάσεων ἀρχὴ τυγχάνει ἡ ἀπαλλαγὴ τῶν ἐντεῦθεν. Πάλιν δὲ τὰ ἐν ᾅδου κακὰ οὐ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ᾽ ἡμᾶς αὐτούς. Ἀρχὴ γὰρ καὶ ῥίζα τῆς ἁμαρτίας τὸ ἐφ᾽ ἡμῖν καὶ τὸ αὐτεξούσιον. Οἷς γὰρ ἐξῆν ἀπεχομένοις τοῦ κακοῦ μηδὲν δεινὸν ἔχειν, οὗτοι δι᾽ ἡδονῆς εἰς τὴν ἁμαρτίαν δελεασθέντες, τίνα ἂν εἴποιμεν εὐπρεπῆ λόγον, τὸ μὴ οὐχὶ αὐτοὶ ἑαυτοῖς αἴτιοι τῶν ἀλγεινῶν γεγενῆσθαι; Κακὸν τοίνυν τὸ μὲν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν, τὸ δὲ ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν. Τὸ μὲν οὖν φύσει κακὸν ἐξ ἡμῶν ἤρτηται, ἀδικία, ἀσέλγεια, ἀφροσύνη, δειλία, φθόνοι, φόνοι, φαρμακεῖαι, ῥᾳδιουργίαι, καὶ ὅσα τούτοις συγγενῆ παθήματα, τὴν κατ᾽ εἰκόνα τοῦ κτίσαντος γεγενημένην ψυχὴν καταῤῥυπαίνοντα, ἐπισκοτεῖν αὐτῆς τῷ κάλλει πέφυκε.

Πάλιν κακὸν λέγομεν τὸ ἡμῖν ἐπίπονον καὶ ὀδυνηρὸν πρὸς τὴν αἴσθησιν, νόσον σώματος, καὶ πληγὰς σώματος, καὶ τῶν ἀναγκαίων τὴν ἔνδειαν, καὶ ἀδοξίας, καὶ χρημάτων ζημίας, καὶ οἰκείων ἀποβολάς· ὧν ἕκαστον ἡμῖν ὑπὸ τοῦ φρονίμου καὶ ἀγαθοῦ Δεσπότου πρὸς τὸ συμφέρον ἐπάγεται. Πλοῦτον μὲν γὰρ ἀφαιρεῖται τῶν κακῶς κεχρημένων, τὸ πρὸς ἀδικίαν αὐτῶν ὄργανον διαφθείρων· νόσον δὲ ἐπάγει, οἷς λυσιτελέστερον τὸ πεπεδῆσθαι τοῖς μέλεσιν, ἢ ἀκωλύτους ἔχειν τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμάς· θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλεπομένου· λιμοὶ δὲ καὶ αὐχμοὶ, καὶ ἐπομβρίαι, κοιναί τινές εἰσι πληγαὶ πόλεων καὶ ἐθνῶν, τοῦ κακοῦ τὴν ἀμετρίαν κολάζουσαι. Ὡς οὖν εὐεργέτης ὁ ἰατρὸς, κἂν πόνους, κἂν ἀλγηδόνας ἐμποιῇ τῷ σώματι (τῇ νόσῳ γὰρ μάχεται, οὐχὶ τῷ κάμνοντι)· οὕτως ἀγαθὸς ὁ Θεὸς, ὁ τὴν σωτηρίαν τῷ παντὶ διὰ τῶν μερικῶν κολάσεων διοικούμενος. Σὺ δὲ τῷ ἰατρῷ μὲν οὐδὲν ἐγκαλεῖς, τὰ μὲν τέμνοντι, τὰ δὲ καίοντι, τὰ δὲ παντελῶς ἐξαιροῦντι τοῦ σώματος· ἀλλὰ καὶ χρήματά που ὑποτελεῖς, καὶ σωτῆρα προσαγορεύεις, ὅτι ἐν ὀλίγῳ μέρει τὴν νόσον ἵστησι, πρὶν εἰς ὅλον τὸ σῶμα τὸ πάθος διαχυθῆναι.

Ὅταν δὲ ἴδῃς πόλιν ἐπικατασεισθεῖσαν τοῖς ἐνοικοῦσιν, ἢ πλοῖον αὔτανδρον κατὰ θαλάσσης διαλυθὲν, κατὰ τοῦ ἀληθινοῦ ἰατροῦ καὶ σωτῆρος γλῶσσαν κινεῖν βλάσφημον οὐκ ὀκνεῖς. Καίτοιγε ἐχρῆν συνιέναι, ὅτι, μέτρια μὲν καμνόντων καὶ ἰάσιμα τῶν ἀνθρώπων, αἱ ἐξ ἐπιμελείας ὠφέλειαι παραλαμβάνονται· ὅταν δὲ κρεῖττον ἀποδειχθῇ τῆς θεραπείας τὸ πάθος, ἀναγκαία γίνεται τοῦ ἀχρειωθέντος ἡ ἀλλοτρίωσις, ὡς μὴ διὰ συνεχείας τὴν νόσον βαδίζουσαν ἐπὶ τὰ καίρια προελθεῖν.

Ὥσπερ οὖν τῆς τομῆς ἢ τοῦ καυτῆρος οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ᾽ ἡ νόσος· οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπάσης μέμψεως ἀπολύουσιν. Ἀλλ᾽ εἴπερ ἀναίτιος τῶν κακῶν ὁ Θεὸς, φησὶ, πῶς εἴρηται τὸ, Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά;

Καὶ πάλιν· Κατέβη, φησὶ, κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ· καί· Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε. Καὶ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως· Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἀλλ᾽ οὐδὲν τούτων τῷ συνιέντι τὸν νοῦν τῆς Γραφῆς κατηγορίαν ἔχει Θεοῦ, ὡς κακῶν αἰτίου καὶ ποιητοῦ· ὁ γὰρ εἰπὼν, ὅτι Ἐγὼ ὁ κατασκευάζων φῶς, καὶ ποιῶν σκότος, τῆς κτίσεως δημιουργὸν ἑαυτὸν διὰ τούτων παρίστησιν, οὐχὶ κακοῦ τινος ποιητήν. Ἵνα τοίνυν μὴ νομίσῃς ἄλλον μὲν εἶναι τοῦ φωτὸς αἴτιον, ἄλλον δὲ τοῦ σκότους, ἑαυτὸν εἶπε τῶν δοκούντων ἐναντίως ἔχειν κατὰ τὴν κτίσιν ποιητὴν καὶ τεχνίτην, ἵνα μὴ ζητήσῃς ἄλλον πυρὸς δημιουργὸν, καὶ ἄλλον ὕδατος, μηδὲ ἄλλον ἀέρος, καὶ ἄλλον γῆς· ἐπειδὴ δοκεῖ πως ἀντικεῖσθαι ἀλλήλοις κατὰ τὴν τῶν ποιοτήτων ἐναντίωσιν. Ὅπερ ἤδη τινὲς παθόντες εἰς πολυθεΐαν ἐτράπησαν. Ποιεῖ δὲ εἰρήνην, καὶ κτίζει κακά. Μάλιστα μὲν εἰρήνην ποιεῖ ἐν σοὶ, ὅταν διὰ τῆς καλῆς διδασκαλίας κατειρηνεύσῃ τὸν νοῦν σου, καὶ διαλλάξῃ τὰ πάθη τὰ πρὸς τὴν ψυχὴν στασιάζοντα· κτίζει δὲ κακά· τουτέστι, μετακοσμεῖ αὐτὰ καὶ εἰς βελτίωσιν ἄγει· ὥστε, ἀποθέμενα τὸ εἶναι κακὰ, τὴν τοῦ καλοῦ φύσιν μεταλαβεῖν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐχὶ νῦν δημιούργησον, ἀλλὰ τὴν ἐκ τῆς κακίας παλαιωθεῖσαν ἀνακαίνισον.

Καὶ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Τὸ, κτίσῃ, οὐχ ἵνα ἐκ τοῦ μὴ ὄντος παραγάγῃ, ἀλλ᾽ ἵνα τοὺς ὄντας μετακοσμήσῃ. Καὶ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ πάλιν ὁ Μωϋσῆς· Οὐκ αὐτὸς οὗτος ὅ σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; Σαφῶς γὰρ ἐνταῦθα μετὰ τὴν ποίησιν ἡ κτίσις ταχθεῖσα διδάσκει ἡμᾶς, ὅτι ἐπὶ τῆς βελτιώσεως τέτακται, ὡς τὰ πολλὰ, τὸ τῆς κτίσεως ὄνομα. Ὥστε Ποιῶν εἰρήνην, οὕτω ποιεῖ τὴν εἰρήνην, ἐκ τοῦ τὰ κακὰ κτίζειν· τουτέστι, μεταποιεῖν, καὶ εἰς βελτίωσιν ἄγειν. Ἔπειτα μέντοι, κἂν εἰρήνην νοήσῃς τὴν ἐκ τῶν πολέμων ἄδειαν, καὶ κακὸν εἴπῃς τὰ ἀκολουθοῦντα τοῖς πολεμοῦσιν ἐπίπονα, ἐκστρατείας ὑπερορίους, πόνους, ἀγρυπνίας, ἀγωνίας, ἱδρῶτας, τραύματα, σφαγὰς, πόλεων ἁλώσεις, ἀνδραποδισμοὺς, ἀπαγωγὰς, τὰ ἐλεεινὰ τῶν ἁλόντων θεάματα, καὶ ἁπλῶς ὅσα λυπηρὰ τοῖς πολέμοις ἀκολουθεῖ, λέγομεν κρίσει Θεοῦ δικαίᾳ γενέσθαι, τοῖς ἀξίοις κολάσεως διὰ τῶν πολέμων τὰς τιμωρίας ἐπάγοντος. Ἢ σὺ ἐβούλου μὴ καταπρησθῆναι τὰ Σόδομα μετὰ τὰς ἀνοσιουργίας ἐκείνας; ἢ μὴ καταστραφῆναι τὴν Ἱερουσαλὴμ, μηδὲ ἐρημωθῆναι τὸν ναὸν, μετὰ τὴν φρικτὴν κατὰ τοῦ Κυρίου τῶν Ἰουδαίων ἀπόνοιαν; Γενέσθαι δὲ ταῦτα πῶς ἄλλως δίκαιον ἦν, καὶ οὐχὶ διὰ τῶν Ῥωμαϊκῶν χειρῶν, αἷς παρέδωκαν τὸν Κύριον ἡμῶν οἱ ἐχθροὶ τῆς ζωῆς ἑαυτῶν Ἰουδαῖοι;

Ὥστε ἔστι ποτὲ καὶ δικαίως τὰ ἐκ τοῦ πολέμου κακὰ τοῖς ἀξίοις ἐπενεχθῆναι. Καὶ τὸ, Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω, δέχου μὲν, εἰ βούλει, κατὰ τὸ πρόχειρον τῆς ἐννοίας. Οἰκοδομεῖ γὰρ ὁ φόβος τοὺς ἁπλουστέρους, Πατάξω, κἀγὼ ἰάσομαι.

Καὶ τοῦτο χρήσιμον αὐτόθεν νοούμενον· τῆς μὲν πληγῆς ἐμποιούσης τὸν φόβον, τῆς δὲ ἰάσεως εἰς τὴν ἀγάπην προτρεπομένης. Ἔξεστί γε μήν σοι καὶ ὑψηλότερον διανοηθῆναι περὶ τῶν εἰρημένων. Ἐγὼ ἀποκτενῶ, τῇ ἁμαρτίᾳ· καὶ ζῇν ποιήσω, τῇ δικαιοσύνῃ.

Ὅσον γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Οὐκ ἄλλον οὖν ἀποκτείνει, καὶ ἄλλον ζωοποιεῖ· ἀλλὰ τὸν αὐτὸν, δι᾽ ὧν ἀποκτείνει, ζωοποιεῖ· καὶ δι᾽ ὧν πατάσσει, ἰᾶται, κατὰ τὴν Παροιμίαν τὴν λέγουσαν, ὅτι Σὺ μὲν πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. Οὐκοῦν πατάσσεται μὲν σὰρξ, ἵνα ἰαθῇ ψυχή· θανατοῦται δὲ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνη. Τὸ δὲ, Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, αὐτόθεν ἔχει τὴν ἐξήγησιν.

Ποῖα κακά; Ψόφος ἁρμάτων καὶ ἱππευόντων. Ὅταν δὲ ἀκούσῃς, Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε· νόει τῆς κακίας τὸ ὄνομα· ὅτι τὴν προσαγομένην κάκωσιν τοῖς ἁμαρτάνουσιν ἐπὶ διορθώσει τῶν πλημμελημάτων ὁ λόγος αἰνίσσεται. Ἐκάκωσα γάρ σε, φησὶ, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω· πρὶν εἰς ἄμετρον ἐκχυθῆναι τὴν ἀδικίαν ἱστῶν, ὥσπερ ῥεῦμα ἕρκει τινὶ κρατερῷ καὶ διαφράγματι κατεχόμενον.

Διὰ ταῦτα νόσοι πόλεων καὶ ἐθνῶν, ἀέρων αὐχμοὶ καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστῳ τραχύτεραι περιπτώσεις, τῆς κακίας τὴν αὔξησιν περικόπτουσαι. Ὥστε τὰ τοιαῦτα κακὰ παρὰ Θεοῦ γίνεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα.

Αἵ τε γὰρ κατὰ τὸ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται. Ἀναιρεῖ τοίνυν τὸ κακὸν ὁ Θεός· οὐχὶ δὲ τὸ κακὸν ἐκ τοῦ Θεοῦ· ἐπεὶ καὶ ὁ ἰατρὸς ἐξαιρεῖ τὴν νόσον, ἀλλ᾽ οὐχὶ νόσον ἐμβάλλει τῷ σώματι. Πόλεων δὲ ἀφανισμοὶ, σεισμοί τε καὶ ἐπικλύσεις, καὶ στρατοπέδων ἀπώλειαι, καὶ ναυάγια, καὶ πᾶσαι πολυάνθρωποι φθοραὶ, εἴτε ἐκ γῆς, εἴτε ἐκ θαλάσσης, εἴτε ἐξ ἀέρος, ἢ πυρὸς, ἢ ἐξ ὁποιασοῦν αἰτίας ἐπιγινόμεναι, εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γίνονται, τὴν πάνδημον πονηρίαν δημοσίαις μάστιξι τοῦ Θεοῦ σωφρονίζοντος. Τὸ μὲν οὖν κυρίως κακὸν ἡ ἁμαρτία, ὅπερ μάλιστά ἐστι τῆς τοῦ κακοῦ προσηγορίας ἄξιον, ἐκ τῆς ἡμετέρας προαιρέσεως ἤρτηται, ἐφ᾽ ἡμῖν ὅντος ἢ ἀπέχεσθαι τῆς πονηρίας, ἢ μοχθηροῖς εἶναι· τῶν δὲ λοιπῶν τὰ μὲν ὡς ἀγωνίσματα εἰς ἐπίδειξιν ἀνδρείας προβάλλεται, ὡς τῷ Ἰὼβ ἡ τῶν παίδων στέρησις, ὁ τοῦ πλούτου παντὸς ἐν μιᾷ καιροῦ ῥοπῇ ἀφανισμὸς, ἡ διὰ τοῦ ἕλκους πληγή· τὰ δὲ ὡς θεραπεία τῶν ἡμαρτημένων, ὡς τῷ Δαβὶδ ἡ περὶ τὸν οἶκον αἰσχύνη, παρανόμου ἐπιθυμίας δίκας ἀποτιννύντι. Καὶ πάλιν κατενοήσαμεν ἄλλο τι εἶδος τῶν φοβερῶν παρὰ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως ἐπαγόμενον, ἐπὶ τῷ σωφρονεστέρους ποιῆσαι τοὺς πρὸς ἁμαρτίαν εὐολισθήτους· ὡς ὁ Δαθὰν καὶ Ἀβειρὼν ὑπὸ τῆς γῆς κατεπόθησαν, βαράθρων αὐτοῖς καὶ χασμάτων ὑποῤῥαγέντων.

Ἐνταῦθα γὰρ οὐκ αὐτοί τι τῷ τοιούτῳ τρόπῳ τῆς κολάσεως βελτίους γεγόνασι (πῶς γὰρ οἱ καταβάντες εἰς ᾅδου;), ἀλλὰ τοὺς λοιποὺς σωφρονεστέρους τῷ ὑποδείγματι πεποιήκασιν.