Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι ὁ θεὸς οὐκ ἔστιν αἴτιος τῶν κακῶν

Μέγας Βασίλειος

Το ανυπόστατο του κακού και η ερμηνεία των σκευών οργής

Ερμηνεία της περίπτωσης της πώρωσης του Φαραώ και η θεμελιώδης οντολογική θέση ότι το κακό δεν διαθέτει δική του υπόσταση, αλλά αποτελεί στέρηση του αγαθού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 6

Οὕτω καὶ Φαραὼ κατεποντίσθη πανστρατιᾷ. Οὕτως ἐξετρίβησαν οἱ προενοικοῦντες τὴν Παλαιστίνην. Ὥστε, κἂν λέγῃ ποτὲ ὁ Ἀπόστολος, Σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν εἶναι τοῦ Φαραώ (οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται)· ἀλλ᾽ ὅταν ἀκούσῃς σκεύη, νόει, ὅτι πρός τι χρήσιμον ἕκαστος ἡμῶν πεποίηται.

Καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ τὸ μέν τοι χρυσοῦν ἐστι σκεῦος, τὸ δὲ ἀργυροῦν, τὸ δὲ ὀστράκινον, τὸ δὲ ξύλινον (τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης· καὶ χρυσοῦν μὲν ἔστι σκεῦος ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδεέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτήδειος· καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταῤῥυπούμενος καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί)· οὕτω καὶ ὀργῆς σκεῦος, ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν, ὥσπερ ἀγγεῖον, χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος, ἀλλ᾽ ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ἄξιος. Διόπερ, ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ σοφὸς τῶν ψυχῶν οἰκονόμος διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον, ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται, ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν. Ἐσκλήρυνε δὲ αὐτὸν, τῇ μακροθυμίᾳ καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ ἐπιτείνων αὐτοῦ τὴν κακίαν, ἵνα, εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ᾽ αὐτῷ τῆς θείας κρίσεως διαφανῇ.

Διὰ τοῦτο ἀπὸ μικροτέρων πληγῶν ἀεὶ προστιθεὶς καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον, ἀλλ᾽ εὕρισκεν αὐτὸν καὶ τῆς ἀνοχῆς τοῦ Θεοῦ καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελετήσαντα.

Καὶ οὐδὲ οὕτως αὐτὸν παρέδωκε τῷ θανάτῳ, ἕως αὐτὸς ἑαυτὸν ἐποίησεν ὑποβρύχριον, ἐν τῇ ὑπερηφανίᾳ τῆς καρδίας αὐτοῦ τῆς τῶν δικαίων πορείας κατατολμήσας, καὶ νομίσας ὥσπερ τῷ λαῷ τοῦ Θεοῦ, οὕτω καὶ αὐτῷ βάσιμον ἔσεσθαι τὴν Ἐρυθρὰν θάλασσαν. Ταῦτα δὴ οὖν εἰδὼς παρὰ Θεοῦ, καὶ διῃρημένα ἔχων παρὰ σεαυτῷ τοῦ κακοῦ τὰ εἴδη, καὶ εἰδὼς τί μὲν τὸ ὄντως κακὸν, ὅτι ἡ ἁμαρτία, ἧς τὸ τέλος ἀπώλεια· τί δὲ τὸ δοκοῦν μὲν κακὸν διὰ τὸ τῆς αἰσθήσεως ἀλγεινὸν, ἀγαθοῦ δὲ δύναμιν ἔχον, ὡς αἱ κακώσεις αἱ πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπαγόμεναι, ὧν οἱ καρποὶ σωτηρία ψυχῶν αἰώνιος· παῦσαι δυσαρεστούμενος ταῖς θείαις οἰκονομίαις· ὅλως δὲ μήτε Θεὸν αἴτιον ἡγοῦ τῆς ὑπάρξεως τοῦ κακοῦ, μήτε ἰδίαν ὑπόστασιν τοῦ κακοῦ εἶναι φαντάζου. Οὐ γάρ ἐστιν ὑφεστὼς, ὥσπερ τι ζῶον, ἡ πονηρία· οὔτε οὐσίαν αὐτῆς ἐνυπόστατον παραστῆσαι ἔχομεν. Στέρησις γὰρ ἀγαθοῦ ἐστι τὸ κακόν. Ὀφθαλμὸς ἐκτίσθη· τυφλότης δὲ τῇ ἀπωλείᾳ τῶν ὀφθαλμῶν ἐπεγένετο.

Ὥστε, εἰ μὴ ἦν φθαρτῆς φύσεως ὁ ὀφθαλμὸς, οὐκ ἂν ἕσχεν ἡ τυφλότης παρείσδυσιν. Οὕτω καὶ τὸ κακὸν οὐκ ἐν ἰδίᾳ ὑπάρξει ἐστὶν, ἀλλὰ τοῖς τῆς ψυχῆς πηρώμασιν ἐπιγίνεται. Οὔτε γὰρ ἀγέννητόν ἐστιν, ὡς ὁ τῶν ἀσεβῶν λόγος, ὁμότιμον ποιούντων τῇ ἀγαθῇ φύσει τὴν πονηρὰν, εἴπερ ἀμφότερα ἄναρχα καὶ γενέσεώς ἐστιν ἀνώτερα· οὔτε μὴν γεννητόν. Εἰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ, πῶς τὸ κακὸν ἐκ τοῦ ἀγαθοῦ; Οὐδὲ γὰρ τὸ αἰσχρὸν ἀπὸ τοῦ καλοῦ, οὔτε ἡ κακία ἀπὸ τῆς ἀρετῆς.

Ἀνάγνωθι τὴν κοσμοποιίαν, καὶ εὑρήσεις, ὅτι ἐκεῖ Πάντα καλὰ, καὶ καλὰ λίαν. Οὐ τοίνυν τὸ κακὸν τοῖς καλοῖς συνεκτίσθη. Ἀλλ᾽ οὐδὲ ἡ νοητὴ κτίσις, γενομένη παρὰ τοῦ Δημιουργοῦ, ἀναμεμιγμένη τῇ πονηρίᾳ εἰς τὸ εἶναι παρήχθη. Εἰ γὰρ τὰ σωματικὰ οὐκ ἔσχεν ἐν ἑαυτοῖς τὸ κακὸν συγκτιζόμενον, πῶς ἂν τὰ νοητὰ, τοσοῦτον καθαρότητι καὶ ἁγιασμῷ διαφέροντα, κοινὴν ἂν ἔσχε πρὸς τὸ κακὸν τὴν ὑπόστασιν; Ἀλλὰ μὴν ἔστι τὸ κακὸν, καὶ ἡ ἐνέργεια δείκνυσι πολὺ κατὰ τοῦ βίου παντὸς κεχυμένον.