Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Παραμυθητικὸς πρὸς τὸν νοσοῦντα

Μέγας Βασίλειος

Η ματαιότητα και οι θλίψεις του ανθρώπινου βίου

Περιγραφή της πρόσκαιρης και γεμάτης δοκιμασίες ανθρώπινης ζωής, από τη γέννηση έως το γήρας και τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΑΡΑΜΥΘΗΤΙΚΗ ΑΣΘΕΝΟΥΝΤΙ. Πάτερ, εὐλόγησον. Ὁ βίος τῶν ἀνθρώπων βραχὺς, καὶ ὀλιγοχρόνιος τῆς ἐπιμόχθου ζωῆς ἡ φαιδρότης, ἱστὸς ἀράχνης, εὐδιάλυτος ἡ δόξα, ἡ φαντασία τοῦ βίου ὄναρ, ἀλλὰ μακαριωτάτη τῶν δικαίων ἡ ἄνεσις. Ἀπέραντός ἐστιν ἡ ἐν οὐρανοῖς ἀνάπαυσις, ἀμαράντου φιλοτίμου τὰ δῶρα, εἰκότως. Οὗ γὰρ ἀναλλοίωτος ἡ φύσις, τούτου καὶ ἄπαυστος ἡ δόσις. Διὸ πρόσκαιρος μὲν αὐτῶν ἐνθάδε ἡ πάλη· ἀΐδιος δὲ ἡ μετὰ τῶν ἄθλων ἐκεῖσε νίκη. Ἱδροῦμεν γὰρ ὡς ἐν παλαίστρᾳ τῷ βίῳ, ταῖς θλίψεσι παλαίοντες, καὶ πολλοὺς ἀνταγωνιστὰς ἔχει ἡ φύσις. Αἱ ἡδοναὶ τὸ στεῤῥὸν ὑπεκλύουσιν, αἱ τρυφαὶ τὸ ἀνδρεῖον μεταλλάττουσιν, αἱ ἀθυμίαι τὸν τόνον ἐκνευρίζουσιν, αἱ συκοφαντίαι τὰς ὕβρεις καταχέουσιν, αἱ κολακεῖαι τὰς ἐπιβουλὰς προσπλάττουσιν, οἱ φόβοι εἰς ἀπόγνωσιν σκελίζουσι, καὶ ἐν τοιαύτῃ ζάλῃ χειμάζεται ἀπαύστως ἡ φύσις. Οὐδὲ γὰρ μόνον τὰ λυπηρὰ τοῦ βίου φορτικὰ, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα ἡδέα τῇ μεταβολῇ ἀνιᾷ, καὶ σχεδὸν θλίψεων καὶ δακρύων μεστὸν ὁδεύομεν βίον, καὶ εἰ θέλεις γνῶναι, μάθε τὰ λυπηρὰ τοῦ βίου. Ἐσπάρη ὁ ἄνθρωπος ἐν τῇ μήτρᾳ, ἀλλὰ θλῖψις τῇ σπορᾷ ἡγήσατο. Κατεβλήθη τὸ σπέρμα εἰς τὴν τῆς φύσεως αὔλακα· εἰ μόνον ἐνθυμηθῶμεν, ἐρυθριῶμεν τὰ προοίμια τῆς γενέσεως.

Ἠλλοιώθη τὸ καταβληθὲν εἰς αἷμα, ἐπαχύνθη τὸ αἷμα εἰς σάρκα, ἐμορφώθη ἡ σὰρξ τῷ χρόνῳ, ἐψυχώθη τὸ μορφωθὲν ὑπὲρ λόγον, ἐτράφη ὁ ψυχωθεὶς τοῖς κατὰ φύσιν, σκιρτᾷ τὸ ἔμβρυον στενοχωρούμενον, δυσχεραίνει πρὸς τὸ τῆς φύσεως δεσμωτήριον· ἀλλ᾽ ἦλθε μόλις ὁ χρόνος τοῦ τόκου, ἐλύθη τῶν ὠδίνων τὰ κλεῖθρα, ἀνεῴχθησαν αἱ τῆς φύσεως θύραι, ἀπέλυσεν ἡ μήτρα, ὃν κατεῖχεν· ἐξωλίσθησεν εἰς τὸν βίον ὁ τῆς θλίψεως πύκτης, ἀνέπνευσε τὸν ἀέρα ἡ τῆς κτίσεως γλῶσσα, καὶ τί μετὰ τοῦτο; Πρώτη φωνὴ, ἔκλαυσεν. Ἀρκεῖ ἀπὸ τῶν προοιμίων γνῶναι τὸν βίον. Ἔπεσεν εἰς τὴν γῆν τὸ βρέφος, καὶ οὐκ ἐγέλασεν· ἀλλ᾽ εὐθὺς πεσὸν, τῶν πόνων ἀντελάβετο καὶ κλαίει. Ἔγνω γὰρ, ὅτι εἰς τὴν τῶν θλίψεων ἐναυάγησε θάλασσαν. Ἐτράφη μετὰ δακρύων, ἀπεγαλακτίσθη μὴ βουλόμενον, εἰς παῖδας τελεῖ, καὶ δέδοικε γονέας ἢ οἰκέτας. Μειρακίσκος ἐγένετο, καὶ παιδαγωγοῖς παρεδόθη εἰς λόγους. Ἴδε φόβος ἄνεσιν οὐκ ἔχων. Ἐῤῥᾳθύμησεν, ἐμαστίχθη, ἠγρύπνησεν, ἀλλ᾽ ἐξέμαθε, προέκοψε κατάκρας, ἀπηρτίσθη ἐν λόγοις, ἐπεδείξατο εὐδοκίμησιν, διὰ πάσης ἰδέας λόγων ἀστράπτει, νομικῆς πεπλήρωται πείρας, εἰς ἄνδρας προέβη τῷ χρόνῳ, στρατείᾳ ἑαυτὸν ἐπέδωκεν. Ἀρχὴ πάλιν μειζόνων θλίψεων.

Φοβεῖται ἄρχοντας, ὑφορᾶται ἐπιβουλὰς, προσήλωται τῷ κέρδει, ἐρευνᾷ, λυσσᾷ περὶ τὸ κέρδος, ἀγρυπνεῖ, ἐν ταῖς δίκαις ζῇ, ἐν λογοθεσίοις ἀποδημεῖ, μὴ ἑλκόμενος, ἀκολουθεῖ γὰρ ἄκων, κάμνει ὑπὲρ δύναμιν, ἐν ταῖς νυξὶ φροντίζει, ἐν ἡμέρᾳ παρέστηκεν, ὡς δοῦλος. Ἡ γὰρ χρεία τὴν ἐλευθερίαν ἐπώλησεν. Εἶτα μετὰ ταῦτα πολλάκις καμὼν καὶ ἀρέσας, τιμῶν ἠξιώθη, πρὸς ὕψος ἀρχῆς ἀνήχθη, ἐπιστατεῖ ἔθνεσι, στρατοπέδοις κελεύει, ὡς ὕπατος φιλοτιμεῖται, ἐσώρευσε πλοῦτον· ἀλλὰ συνέδραμε τοῖς καμάτοις ὁ χρόνος, καὶ συνέφθασε τῷ ἀξιώματι τὸ γῆρας, καὶ πρὶν ἢ ἀπολαῦσαι τοῦ πλούτου, ἀπῆλθεν ἁρπασθεὶς τοῦ βίου, καὶ ἐν αὐτῷ τῷ λιμένι ὑπέμεινε τὸ ναυάγιον. Συνακολουθεῖ γὰρ ταῖς ματαίαις ἐλπίσι καταγελῶν τῶν βροτῶν ὁ θάνατος. Τοιοῦτος ὁ τῶν ἀνθρώπων βίος, ἄστατος θάλασσα, ἀὴρ ἀνώμαλος, ὄναρ ἀβέβαιον, ῥεῦμα παρατρέχον, καπνὸς διαχεόμενος, σκιὰ μεταπηδῶσα, πέλαγος ὑπὸ κυμάτων ἐνοχλούμενον· καὶ ἡ μὲν ζάλη φοβερὰ, ὁ δὲ πλοῦς ἐπισφαλὴς, οἱ δὲ ἐπιβάται νυστάζομεν. Φοβερὰ γὰρ καὶ ἀγρία ἡ τοῦ βίου θάλασσα, μάταιαι αἱ ἐλπίδες, ὡς καταιγίδες σπιλάζουσαι. Αἱ θλίψεις ὡς κύματα ὠρύονται, αἱ ἐπιβουλαὶ ὡς ὕφαλοι κρύπτονται πέτραι, οἱ ἐχθροὶ ὡς κύνες περικεχήνασιν, οἱ ἅρπαγες ὡς πειραταὶ ἐφεδρεύουσι, τὸ γῆρας ὡς χειμὼν ἐπέρχεται, ὁ θάνατος ὡς ναυάγιον ἐφίσταται.