Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Παραμυθητικὸς πρὸς τὸν νοσοῦντα

Μέγας Βασίλειος

Η αυτάρκεια, η ακτημοσύνη και η αποδέσμευση από τα υλικά αγαθά

Ανάλυση της διδασκαλίας περί ευσεβείας, ανάδειξη της αξίας της αυτάρκειας έναντι των μεριμνών του πλούτου και προτροπή σε σωφροσύνη και ελεημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Εἶδες τὴν ζάλην, κυβέρνησόν σου τὸν χειμῶνα, βλέπε πῶς πλέεις, μὴ ὑπέραντλον ποιήσῃς τὸ σαυτοῦ σκάφος, ἢ τῷ ἐξ ἀδικίας πλούτῳ, ἢ τῷ ἐκ παθῶν φόρτῳ· διὰ τοῦτο ὁ μακάριος Παῦλος ἀρτίως βοᾷ· Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια. Πλοῦτος οὐράνιος, θησαυρὸς μυστηρίων, σοφίας πέλαγος, γνῶσις ἀληθείας, προσκύνησις τῆς ἀκτίστου Τριάδος, ἔσοπτρον τοῦ παρθενικοῦ μυστηρίου, πίστις ἀπολυπραγμόνητος, ὁμολογία ἔρευναν φεύγουσα, κήρυγμα ὅσιον, διὰ γλώσσης προσφερόμενον, δι᾽ ἀκοῆς εἰσδυόμενον, ἐν ψυχῇ ῥιζούμενον, καὶ Τριάδος ἔλλαμψιν χαριζόμενον.

Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ αὐταρκείας πλουσιώτερον, βίος ἀπέριττος, ἀνάπαυσις ἀφρόντιστος, πλοῦτος ἀνεπιβούλευτος, χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλίψεως, ζωὴ ἀνενδεὴς, ἀπόλαυσις ἀνύβριστος. Οἱ αὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτου ζάλην. Πάντα γὰρ φοβεῖται ὁ πλούσιος· τὰς ἡμέρας, ὡς δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶν εὐκαιρίας· τὰς νύκτας, ὡς φροντίδων μάστιγας· τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. Καὶ οὐ μόνον καιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶν διορυγὰς, κλεπτῶν ἐπιβουλὰς, βιαστῶν συκοφαντίας, τῶν βιασθέντων τὰς κατηγορίας, τῶν δυνατωτέρων τὰς διαρπαγὰς, τῶν οἰκετῶν τὰς κακουργίας, τῶν δηλατόρων τὰς περιεργίας, τῶν ἀναπραττόντων τὴν ἀγνωμοσύνην, τῶν γειτόνων τὰς ἐνθυμήσεις, τῶν τοίχων τὴν σαθρότητα, τῶν οἰκιῶν τὰς καταπτώσεις, τῶν βαρβάρων τὰς ἐφόδους, τῶν πολιτῶν τοὺς δόλους, τῶν δικαζόντων τὰς ἀποφάσεις, τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσιν ἀφαίρεσιν. Ἄνθρωπε, εἰ τοσοῦτος ὁ χειμὼν τῆς κτήσεως, ποῦ τὸ ἔαρ τῆς ἀπολαύσεως; Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐ τῷ παρόντι συγκατακλείεται βίῳ, φησίν. Ἀθάνατος γάρ ἐστιν ἡ κτῆσις, πλούτῳ δαπανωμένῳ γὰρ οὐχ ἁλίσκεται. Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰσόδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆς πολιτείας.

Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· γυμνοὶ τῆς μητρῴας γαστρὸς ἐξήλθομεν. Οὐδὲν εἰσῆλθες ἔχων, πλεονέκτα· οὐ χρυσόν· ἐκ γῆς γὰρ μεταλλεύεται· οὐκ ἄργυρον· οὐ γὰρ συνεσπάρη· οὐκ ἐσθῆτα· τέχνης γὰρ ὑφαντικῆς ἐπίνοια· οὐ κτήματα, ἅπερ ἐφιλέργησε πλοῦτος, καὶ ᾠκοδόμησαν χεῖρες· οὐκ ἀξίωμα, εἰ μὴ μόνον τὸ κατ᾽ εἰκόνα· οὐ δυναστείαν, ἣν φθείρει χρόνος, καὶ θερίζει θάνατος.

Γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, εἴθε καὶ γυμνὸς ἁμαρτημάτων ἐξέλθοις τοῦ βίου! Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν βίον, ἀλλ᾽ οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ οὐδὲν, ὦ Παῦλε, τῶν τοῦ βίου ἐκφέρομεν; Τῶν τοῦ βίου οὐδὲν, εἰ μὴ μόνον ἀρετὰς, εἰ ἐπράξαμεν. Ἐκφέρομεν σωφροσύνην, εἰ ἠνθήσαμεν.

Ἐκφέρομεν ἐλεημοσύνην, εἰ ἐπλουτήσαμεν. Αὗται ψυχῇς συνήγοροι, βίου ἄγκιστρα. Ἐνταῦθα πλοῦτος ἀπομένει, ἁρπάζεται χρυσὸς, μερίζεται ἄργυρος, πιπράσκεται κτήματα, ληθαργεῖται δόξα, παύεται δυναστεία, σβέννυται φόβος. Τῇ γὰρ σκηνῇ τοῦ βίου συνδιαλύεται τὸ σχῆμα. Τί οὖν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.