Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Παραμυθητικὸς πρὸς τὸν νοσοῦντα

Μέγας Βασίλειος

Το παράδειγμα του Χριστού και η πνευματική υπεροχή της πτωχείας

Προβολή της υλικής πενίας των Αποστόλων και του Χριστού ως προτύπων, με αναφορά στις θαυματουργικές ιάσεις ως εκδηλώσεις της θεϊκής του εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Φεύγω τὸ περιττὸν, ὡς ἄχρηστον, καὶ ζητῶ τὸ ἀναγκαῖον, ὡς ἀκατηγόρητον. Ἕστηκεν ἐκεῖ γυμνὸς ὁ πλούσιος, εἰ μὲν ἔχει ἀρετὰς, κἀκεῖ πλούσιος· εἰ δὲ τούτων γυμνὸς, πένης αἰώνιος. Οὐδὲν γὰρ τῆς ἐναρέτου πενίας πλουσιώτερον. Πέτρος πένης· ἀλλ᾽ ἐσκύλευσε θάνατον. Ἰωάννης πένης· ἀλλὰ χωλοῦ ἀνώρθωσε πόδας. Φίλιππος πένης· ἀλλ᾽ εἶδεν ἐν τῷ Υἱῷ τὸν Πατέρα. Ματθαῖος πένης· ἀπεδύσατο γὰρ μετὰ τῆς ἁρπαγῆς τὸν πλοῦτον. Θωμᾶς πένης· ἀλλ᾽ ὤρυξε θησαυρὸν ἀνελλιπῆ τὴν πλευρὰν τοῦ Δεσπότου. Παῦλος πένης· ἀλλὰ τοῦ παραδείσου γέγονε κληρονόμος. Ὁ Δεσπότης κατὰ σάρκα πένης· θεότητι γὰρ πλούσιος ἄμετρος. Ἰδοὺ γὰρ σήμερον ἐξέχεε τὸν τῆς ἰάσεως πλοῦτον, τὴν πενθερὰν Πέτρου νόσου ἀπήλλαξε, τῇ ἁφῇ τὸν πυρετὸν ἐφυγάδευσεν. Ἤγειρε, μὴ περιοδεύσας, τὴν κάμνουσαν· ὕλη οὐκ ἐφαίνετο, καὶ ἴασις ἐσχεδιάζετο. Πόνους πλουσίους ἀνάλωσε, καὶ οὐδεὶς ὁ ἐλεῶν. Ἐνταῦθα δὲ μόνον ἐπέστη ὁ τῆς φύσεως ἰατρὸς, ἐλύθη τοῦ σώματος ὁ χειμών.

Καὶ βλέπε μοι τὸ θαυμαστόν. Τρεῖς ἐν ταυτῷ ἐθεράπευσε, δύο ἄνδρας καὶ μίαν γυναῖκα, τὸν Λάζαρον, τὸν τῆς χήρας υἱὸν, τὴν θυγατέρα Ἰαείρου, καὶ διὰ τί ἄκουε· ἀπόῤῥητος γὰρ ὁ λόγος. Ἵνα δείξῃ, ὅτι αὐτός ἐστι νόμου καὶ χάριτος Δεσπότης, διὰ τοῦτο τὴν ὁμοίαν ἐν ἑτέροις σώζει εἰκόνα.