Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Παραμυθητικὸς πρὸς τὸν νοσοῦντα

Μέγας Βασίλειος

Τυπολογία της Εκκλησίας, μυστήριο της Ενσαρκώσεως και καταληκτήριος δοξολογία

Αλληγορική ερμηνεία προσώπων της Παλαιάς Διαθήκης, συνοπτική έκθεση του χριστολογικού μυστηρίου και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 4

Ὥσπερ γὰρ ἐκεῖ τρεῖς ἐπέστησε τῷ λαῷ δημαγωγοὺς, τὸν Μωσέα, τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ. Ἄκουε αὐτοῦ ἐν προφήταις βοῶντος· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἀποκρίθητί μοι, διότι ἀπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ; Τὸν Μωσέα εἰς πρόσωπον τοῦ νόμου· τὸν Ἀρὼν εἰς πρόσωπον τῶν προφητῶν, καὶ τὴν Μαριὰμ εἰς πρόσωπον τῆς Ἐκκλησίας, ἢν ἐπήρωσε τῶν εἰδώλων ἡ ἀκαθαρσία, καὶ ἰάσατο ἡ τοῦ σαρκωθέντος φιλανθρωπία. Διὰ τοῦτο ἡ Ἐκκλησία, καθάπερ Μαριὰμ, ἐλευθερωθεῖσα τοῦ νοητοῦ Φαραὼ, τοῦ διαβόλου, καὶ τῆς τῶν δαιμόνων καταδυναστείας, καθάπερ Αἴγυπτον ὁρῶσα ὑπὸ τὸ πέλαγος τῆς κολυμβήθρας τὸν παλαιὸν ἄνθρωπον πνιγέντα, λαβοῦσα τὸ τύμπανον τῆς εὐχαριστίας, καὶ ἐναρμόσασα τῷ ξύλῳ τοῦ σταυροῦ τὰς χορδὰς τῶν ἀρετῶν, ἀνακρουομένη βοᾷ· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἐξ οὐρανοῦ κατῆλθε, καὶ τοῦ Πατρὸς οὐκ ἐχωρίσθη· ἐν σπηλαίῳ ἐτέχθη, καὶ τὸν θρόνον οὐκ ἐγύμνωσε· ἐν φάτνῃ ἀνεκλίθη, καὶ τοὺς πατρικοὺς κόλπους οὐκ ἐκένωσεν· ἐκ παρθένου σαρκωθεὶς ἐγεννήθη, καὶ ἔμεινεν, ὡς Θεὸς, ἀπάτωρ· κατέβη, καὶ τῶν ἄνω οὐκ ἐχωρίσθη· ἀνέβη, καὶ τῇ Τριάδι προσθήκην οὐκ ἐποίησεν· ἐν μορφῇ δούλου ἐφάνη, καὶ τὸ πρὸς τὸν Πατέρα ἰσότιμον οὐκ ἀπώλεσεν· ἀλλ᾽ ἔστιν ὁ Λόγος καὶ εἰκὼν, καὶ ἀπαύγασμα, καὶ χαρακτήρ.

Λόγος, οὐδέποτε γὰρ τοῦ νοῦ ἀφίσταται· εἰκὼν, οὐ κηρόχυτος σανὶς, ἀλλὰ σφραγὶς ἰσότυπος· ἀπαύγασμα, συναΐδιον γὰρ τὸ φῶς τῷ ἡλίῳ· χαρακτὴρ, ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.