Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ αὐταρκείας πλουσιώτερον, βίος ἀπέριττος, ἀνάπαυσις ἀφρόντιστος, πλοῦτος ἀνεπιβούλευτος, χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλίψεως, ζωὴ ἀνενδεὴς, ἀπόλαυσις ἀνύβριστος. Οἱ αὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτου ζάλην. Πάντα γὰρ φοβεῖται ὁ πλούσιος· τὰς ἡμέρας, ὡς δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶν εὐκαιρίας· τὰς νύκτας, ὡς φροντίδων μάστιγας· τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. Καὶ οὐ μόνον καιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶν διορυγὰς, κλεπτῶν ἐπιβουλὰς, βιαστῶν συκοφαντίας, τῶν βιασθέντων τὰς κατηγορίας, τῶν δυνατωτέρων τὰς διαρπαγὰς, τῶν οἰκετῶν τὰς κακουργίας, τῶν δηλατόρων τὰς περιεργίας, τῶν ἀναπραττόντων τὴν ἀγνωμοσύνην, τῶν γειτόνων τὰς ἐνθυμήσεις, τῶν τοίχων τὴν σαθρότητα, τῶν οἰκιῶν τὰς καταπτώσεις, τῶν βαρβάρων τὰς ἐφόδους, τῶν πολιτῶν τοὺς δόλους, τῶν δικαζόντων τὰς ἀποφάσεις, τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσιν ἀφαίρεσιν. Ἄνθρωπε, εἰ τοσοῦτος ὁ χειμὼν τῆς κτήσεως, ποῦ τὸ ἔαρ τῆς ἀπολαύσεως; Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐ τῷ παρόντι συγκατακλείεται βίῳ, φησίν. Ἀθάνατος γάρ ἐστιν ἡ κτῆσις, πλούτῳ δαπανωμένῳ γὰρ οὐχ ἁλίσκεται. Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰσόδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆς πολιτείας.