Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ κρίσεως θεοῦ

Μέγας Βασίλειος

Η διχόνοια στην Εκκλησία και η αθέτηση του θείου θελήματος

Περιγραφή της εκτεταμένης διαφωνίας στους κόλπους της Εκκλησίας, η οποία αποδίδεται στην άρνηση της κυριαρχίας του Θεού, και προβολή του εκκλησιολογικού προτύπου της απόλυτης ομόνοιας και υπακοής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΟΙΜΙΟΝ. Περὶ κρίματος Θεοῦ. Θεοῦ τοῦ ἀγαθοῦ χρηστότητι καὶ φιλανθρωπίᾳ ἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατ᾽ ἐνέργειαν τοῦ ἁγίου Πνεύματος, τῆς μὲν κατὰ παράδοσιν τῶν ἔξωθεν πλάνης ῥυσθεὶς, ἄνωθεν δὲ καὶ ἐξ ἀρχῆς ὑπὸ Χριστιανοῖς γονεῦσιν ἀνατραφεὶς, παρ᾽ αὐτοῖς μὲν ἀπὸ βρέφους καὶ τὰ ἱερὰ γράμματα ἔμαθον, ἄγοντά με πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὡς δὲ γέγονα ἀνὴρ, καὶ ἀποδημίαις πολλάκις χρώμενος, πράγμασί τε, ὡς εἰκὸς, ἐντυγχάνων πλείοσιν, ἐν μὲν ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις τοσαύτην πρὸς ἀλλήλους συμφωνίαν κατεμάνθανον τῶν ἀκριβῶς μετερχομένων ἑκάστην· ἐν μόνῃ δὲ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ὑπὲρ ἧς Χριστὸς ἀπέθανε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτὴν πλουσίως ἐξέχεε, πολλήν τινα καὶ ὑπερβάλλουσαν τήν τε πρὸς ἀλλήλους καὶ τὴν πρὸς τὰς θείας Γραφὰς διαφωνίαν τῶν πολλῶν ἐθεώρουν· καὶ τὸ φρικωδέστατον, αὐτοὺς τοὺς προεστῶτας αὐτῆς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαφορᾷ γνώμης τε καὶ δόξης καθεστῶτας, τοσαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐναντιότητι χρωμένους, καὶ διασπῶντας μὲν ἀνηλεῶς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκταράσσοντας δὲ ἀφειδῶς τὸ ποίμνιον αὐτοῦ, ὡς καὶ ἐν αὐτοῖς πληροῦσθαι νῦν, εἴπερ ποτὲ, τῶν Ἀνομοίων ἐπιφυέντων τὸ ὅτι, Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.

Ταῦτα καὶ τὰ τοιαῦτα ὁρῶν, καὶ πρὸς τούτοις ἐπαπορῶν, τίς καὶ πόθεν ἡ αἰτία τοῦ τοσούτου κακοῦ, τὰ μὲν πρῶτα, ὥσπερ ἐν βαθεῖ σκότῳ διῆγον, καὶ καθάπερ ἐπὶ ζυγοῦ, ποτὲ μὲν ὧδε, ποτὲ δὲ ἐκεῖσε ἔῤῥεπον· ἄλλου ἄλλως ἢ πρὸς ἑαυτόν με ἕλκοντος, διὰ τὴν πολυχρόνιον τῶν ἀνθρώπων συνήθειαν, ἢ πάλιν ἄλλως ἀπωθουμένου διὰ τὴν ἐν ταῖς θείαις Γραφαῖς ἐπιγινωσκομένην ἀλήθειαν.

Ἐπιπολὺ δὲ τοῦτο πάσχων, καὶ τὴν αἰτίαν ἣν εἶπον πολυπραγμονῶν, εἰς μνήμην ἦλθον τῆς βίβλου τῶν Κριτῶν, ἱστορούσης μὲν, ὅτι ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει, δηλούσης δὲ καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν ὅτι, Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. Τούτων τοίνυν ἐπιμνησθεὶς, ἐλογισάμην καὶ περὶ τῶν παρόντων ἐκεῖνο, ὅπερ εἰπεῖν μὲν φοβερὸν ἴσως καὶ παράδοξον, κατανοῆσαι δὲ ἀληθέστατον· ὅτι μήποτε καὶ νῦν παρὰ τὴν τοῦ ἑνὸς καὶ μεγάλου τοῦ ἀληθινοῦ καὶ μόνου τῶν ὅλων βασιλέως καὶ Θεοῦ ἀθέτησιν ἡ τοσαύτη διαφωνία καὶ μάχη τῶν ἐν τῇ Ἐκκλησίᾳ γίνεται, ἑκάστου τῆς μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας ἀφισταμένου, λογισμοὺς δέ τινας καὶ ὅρους ἰδίους ἐκδικοῦντος ἐξ αὐθεντίας, καὶ μᾶλλον ἄρχειν ἀπ᾽ ἐναντίας τοῦ Κυρίου, ἢ ἄρχεσθαι ὑπὸ τοῦ Κυρίου βουλομένου. Τοῦτο δὴ λογισάμενος, καὶ πρὸς τὸ ὑπερβάλλον τῆς ἀσεβείας ἐπτοημένος, ἐπὶ πλεῖόν τε ἐρευνῶν, ἐπειθόμην οὐδὲν ἧττον καὶ ἐκ τῶν ἐν τῷ βίῳ πραγμάτων ἀληθῆ εἶναι τὴν προειρημένην αἰτίαν. Ἑώρων γὰρ πᾶσαν μὲν πλήθους εὐταξίαν τε καὶ συμφωνίαν ἄχρι τότε κατορθουμένην, ἄχρις ἂν ἡ πρὸς ἕνα τινὰ τὸν ἄρχοντα σώζεται κοινὴ τῶν ἄλλων εὐπείθεια· πᾶσαν δὲ διαφωνίαν καὶ διάστασιν, ἔτι τε πολυαρχίαν, ἐξ ἀναρχίας ὁδοποιουμένην.

Ἐγὼ δὲ εἶδόν ποτε καὶ μελισσῶν πλῆθος νόμῳ φύσεως στρατηγούμενον, καὶ κατακολουθοῦν εὐτάκτως τῷ ἰδίῳ βασιλεῖ. Καὶ πολλὰ μὲν ἐγὼ τοιαῦτα εἶδον, πολλὰ δὲ ἤκουσα· ἴσασι δὲ καὶ πλείονα οἱ περὶ ταῦτα ἠσχολημένοι, ὡς καὶ ἐκ τούτων ἀληθὲς δείκνυσθαι τὸ λεγόμενον. Εἰ γὰρ τῶν πρὸς ἓν νεῦμα ἀποβλεπόντων, καὶ βασιλεῖ χρωμένων ἑνὶ, ἴδιον εὐταξία μετὰ συμφωνίας· ἄρα διαφωνία πᾶσα καὶ διάστασις σημεῖον ἀναρχίας. Κατὰ δὴ τὸν αὐτὸν λόγον, ἡ τοιαύτη πρός τε τὰς ἐντολὰς τοῦ Κυρίου καὶ πρὸς ἀλλήλους διαφωνία καὶ ἐν ἡμῖν εὑρισκομένη κατηγόρημα ἂν εἴη ἢ ἀναχωρήσεως τοῦ ἀληθινοῦ βασιλέως, κατὰ τό· Μόνον ὁ κατέχων ἄρτι, ἕως ἂν ἐκ μέσου γένηται· ἢ ἀρνήσεως αὐτοῦ, κατὰ τό· Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Οὗ καθάπερ σημεῖόν τι ἢ ἔλεγχον ἐπιφέρει τό· Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν.

Ἐνταῦθα μὲν οὖν ὥσπερ χαρακτῆρα τῆς τοιαύτης ἀσεβείας κατὰ τὸ λεληθὸς ἐμφωλευούσης τῇ ψυχῇ τὴν ἐπιφαινομένην κακίαν ὁ λόγος ἀπέδειξεν. Ὅ γε μὴν μακάριος ἀπόστολος Παῦλος, σφοδρότερον ἐπιστρέφων εἰς φόβον τῶν τοῦ Θεοῦ κριμάτων τοὺς ἀπολωλεκότας τὴν καρδίαν, τοῦτο ἀντὶ τιμωρίας ὁρίζεται, καταδικάζεσθαι τοὺς τῆς ἀληθοῦς θεογνωσίας ἠμεληκότας. Τί γάρ φησι; Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, πονηρίας, πλεονεξίας, κακίας, μεστοὺς φθόνου, καὶ τῶν ἑξῆς. Καὶ τοῦτο νενοηκέναι οἶμαι τὸν Ἀπόστολον τὸ κρῖμα, οὐκ ἀφ᾽ ἑαυτοῦ (Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα), ἀλλ᾽ ἐξ ἐκείνης αὐτοῦ τῆς φωνῆς ὁδηγηθέντα, ἐν ᾗ φησι διὰ τοῦτο ἐν παραβολαῖς λαλεῖν τοῖς ὄχλοις, ἵνα μὴ νοήσωσι τὰ θεῖα τοῦ Εὐαγγελίου μυστήρια, ὅτι φθάσαντες αὐτοὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ ἐπαχύνθῃ ἡ ἀσύνετος αὐτῶν καρδία· ἵνα ἔχωσιν ἀντὶ τιμωρίας ὑπομένειν τὴν περὶ τὰ μείζονα ἀβλεψίαν, οἳ, προφθάσαντες ἑκουσίως, τὸ ὄμμα τῆς ψυχῆς ἀποτυφλώσαντες, ἐσκοτίσθησαν· ὅπερ ὁ Δαβὶδ φοβούμενος παθεῖν, ἔλεγε· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον.

Ἐκ μὲν οὖν τούτων καὶ τοιούτων φανερὸν εἶναι ἐλογιζόμην, ὅτι καθόλου μὲν ἡ τῶν παθῶν κακία διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας ἀδόκιμον γνῶσιν ἐντίθησιν· ἰδίως δὲ ἡ διαφωνία τῶν πολλῶν πρὸς ἀλλήλους, διὰ τὸ ἀναξίους ἡμᾶς ἑαυτοὺς κατασκευάσαι τῆς τοῦ Κυρίου ἐπιστασίας, ἐπισυμβαίνει.

Πρὸς δὲ τὴν ἐπίσκεψιν τοῦ τοιούτου βίου εἴποτε δὴ καὶ ἐλθεῖν ἐβουλευσάμην, οὔτε μετρεῖν εἶχον τὸ μέγεθος τῆς τοιαύτης ἀναισθησίας, ἢ ἀλογίας, ἢ ἀπονοίας, ἢ διὰ τὸ ὑπερβάλλον τῆς κακίας οὐκ ἔχω τί εἴπω. Εἰ γὰρ καὶ ἐν ἀλόγοις οὕτω κατορθουμένην εὑρίσκομεν τὴν ἐν ἀλλήλοις συμφωνίαν διὰ τὴν πρὸς τὸν καθηγούμενον εὐπείθειαν· τί ἂν εἴποιμεν ἡμεῖς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαστάσεις τοσαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἐναντιότητι εὑρισκόμενοι; Ἢ οὐχὶ ταῦτα πάντα ἡγούμεθα νῦν μὲν εἰς διδασκαλίαν καὶ ἐντροπὴν ἡμετέραν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ προτεθεῖσθαι, ἐν δὲ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ εἰς αἰσχύνην καὶ κατάκρισιν τῶν μὴ παιδευομένων προσενεχθήσεσθαι ὑπ᾽ αὐτοῦ τοῦ καὶ εἰπόντος ἤδη, καὶ λέγοντος ἀεὶ ὅτι· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, καὶ πολλὰ ἄλλα τοιαῦτα;

Ἐκεῖνο δὲ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, τό· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· καὶ τό· Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ὑπὸ μιᾶς δηλονότι κινούμενα τῆς ἐνοικούσης ψυχῆς. Τίνος ἕνεκεν οὕτως ᾠκονομήθη; Ἐγὼ μὲν οἶμαι, ἵνα σώζηται ἡ τοιαύτη ἀκολουθία τε καὶ εὐταξία πολλῷ πλέον παρὰ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πρὸς ἣν εἴρηται· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· κρατούσης δηλονότι καὶ συναπτούσης ἕκαστον τῷ ἄλλῳ πρὸς ὁμόνοιαν τῆς μιᾶ; καὶ μόνης ἀληθῶς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός.

Παρ᾽ οἷς δὲ οὐχ ὁμόνοια κατορθοῦται, οὐχ ὁ σύνδεσμος τῆς εἰρήνης τηρεῖται, οὐχ ἡ ἐν πνεύματι πραότης φυλάσσεται, ἀλλὰ καὶ διχοστασία καὶ ἔρις καὶ ζῆλος εὑρίσκεται. Πολλῆς μὲν τόλμης ἂν εἴη μέλη Χριστοῦ τοὺς τοιούτους ὀνομάζειν, ἢ ὑπ᾽ αὐτοῦ ἄρχεσθαι λέγειν· ἁπλῆς δὲ διανοίας, μετὰ παῤῥησίας εἰπεῖν, ὅτι κρατεῖ ἐκεῖ καὶ βασιλεύει τὸ τῆς σαρκὸς φρόνημα, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν, λέγοντος μὲν ὁριστικῶς, ὅτι ᾯ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε· διεξιόντος δὲ σαφῶς τοῦ τοιούτου φρονήματος τὰ ἰδιώματα, ὡς ὅταν λέγῃ· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; διδάσκοντος δὲ ἅμα ἀποφαντικῶς τό τε χαλεπὸν αὐτῶν τῆς ἐκβάσεως καὶ τὸ ἀκοινώτητον πρὸς θεοσέβειαν, δι᾽ ὧν φησιν ὅτι, Τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· διότι Οὐδεὶς δύναται, ὁ Κύριός φησι, δυσὶ κυρίοις δουλεύειν.

Εἶτα αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ βοῶντος, δι᾽ οὗ τὰ πάντα ἐγένετο, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ ὅτι Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ, Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τοῦ διαιροῦντος μὲν τὰ μεγάλα καὶ θαυμαστὰ χαρίσματα, ἐνεργοῦντος δὲ τὰ πάντα ἐν πᾶσι, λαλοῦντός τε ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Κυρίου, ταῦτα λαλοῦντος· πῶς οὐ πολλῷ μᾶλλον ἀνάγκη πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ σπουδάζουσαν τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, πληροῦν ἐκεῖνο τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία; οὐδενὸς μὲν δηλονότι τὸ ἴδιον βούλημα ἱστῶντος, πάντων δὲ κοινῇ ζητούντων ἐν ἑνὶ τῷ ἁγίῳ Πνεύματι τὸ τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ θέλημα, τοῦ εἰπόντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· πρὸς ὅν φησιν· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσιν.