Ἐνταῦθα μὲν οὖν ὥσπερ χαρακτῆρα τῆς τοιαύτης ἀσεβείας κατὰ τὸ λεληθὸς ἐμφωλευούσης τῇ ψυχῇ τὴν ἐπιφαινομένην κακίαν ὁ λόγος ἀπέδειξεν. Ὅ γε μὴν μακάριος ἀπόστολος Παῦλος, σφοδρότερον ἐπιστρέφων εἰς φόβον τῶν τοῦ Θεοῦ κριμάτων τοὺς ἀπολωλεκότας τὴν καρδίαν, τοῦτο ἀντὶ τιμωρίας ὁρίζεται, καταδικάζεσθαι τοὺς τῆς ἀληθοῦς θεογνωσίας ἠμεληκότας. Τί γάρ φησι; Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, πονηρίας, πλεονεξίας, κακίας, μεστοὺς φθόνου, καὶ τῶν ἑξῆς. Καὶ τοῦτο νενοηκέναι οἶμαι τὸν Ἀπόστολον τὸ κρῖμα, οὐκ ἀφ᾽ ἑαυτοῦ (Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα), ἀλλ᾽ ἐξ ἐκείνης αὐτοῦ τῆς φωνῆς ὁδηγηθέντα, ἐν ᾗ φησι διὰ τοῦτο ἐν παραβολαῖς λαλεῖν τοῖς ὄχλοις, ἵνα μὴ νοήσωσι τὰ θεῖα τοῦ Εὐαγγελίου μυστήρια, ὅτι φθάσαντες αὐτοὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ ἐπαχύνθῃ ἡ ἀσύνετος αὐτῶν καρδία· ἵνα ἔχωσιν ἀντὶ τιμωρίας ὑπομένειν τὴν περὶ τὰ μείζονα ἀβλεψίαν, οἳ, προφθάσαντες ἑκουσίως, τὸ ὄμμα τῆς ψυχῆς ἀποτυφλώσαντες, ἐσκοτίσθησαν· ὅπερ ὁ Δαβὶδ φοβούμενος παθεῖν, ἔλεγε· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον.