Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ κρίσεως θεοῦ

Μέγας Βασίλειος

Η πνευματική ενοχή από την παράλειψη των αγαθών έργων

Βεβαίωση του αμετάκλητου των θείων λογίων και επισήμανση ότι η αμέλεια και η παράλειψη των επιβεβλημένων αγαθών έργων επισύρουν εξίσου την αιώνια καταδίκη κατά την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑρίσκω ἔκ τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ἐπιλείψει με τάχα διηγούμενον ὁ χρόνος. Ἤδη δὲ καὶ ἐπ᾽ αὐτὰς ὅταν ἔλθω τὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ Εὐαγγελίῳ φωνὰς, αὐτοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς τὰ ῥήματα, ἃ πάσης μὲν ἱστορίας, πάσης δὲ ἄλλης ἀποδείξεως παρὰ τοῖς πιστοῖς ἀξιοπιστότερα, πολλὴν μὲν ἐν αὐτοῖς καταμανθάνω τῆς ἐν πᾶσι πρὸς Θεὸν εὐπειθείας, ἵνα οὕτως εἴπω, ἀνάγκην· οὐδεμίαν δὲ ὅλως, ἐπ᾽ οὐδενὶ προστάγματι, καταλειπομένην τοῖς μὴ μετανοοῦσι τῆς ἀπειθείας συγγνώμην, εἰ μή τι ἕτερόν ἐστι τολμῆσαι, καὶ μέχρις ἐννοίας λαβεῖν, πρὸς οὕτω γυμνὰς, σαφεῖς τε καὶ ἀπολύτους ἀποφάσεις· Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Οὐκ ἔστιν ἐνταῦθα διαφορὰ, οὐκ ἔστι διαίρεσις, οὐδὲν οὐδαμοῦ ὅλως ὑπολέλειπται.

Οὐκ εἶπεν· Οὗτοι ἢ ἐκεῖνοι, ἀλλ᾽, Οἱ λόγοι μου, πάντες ὁμοῦ δηλονότι, οὐ μὴ παρέλθωσι. Γέγραπται γάρ· Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ· εἴτε ἀπαγορεύων ὁτιοῦν, εἴτε προστάσσων, εἴτε ἐπαγγελλόμενος, εἴτε ἀπειλῶν, καὶ εἴτε ἐπὶ τῇ πράξει τῶν ἀπηγορευμένων, εἴτε ἐπὶ τῇ ἐλλείψει τῶν ἐπιτεταγμένων. Ὅτι γὰρ ἐπίσης τῇ ἐνεργείᾳ τῶν κακῶν καὶ ἡ τῶν ἀγαθῶν ἔργων ἔλλειψις ἐκδικεῖται, ἤρκει μὲν καὶ πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῇ γε μὴ παντελῆ ἀπιστίαν νοσούσῃ ψυχῇ τὸ προειρημένον ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς, οὐκ ἀπηγορευμένον τι πράξας, οὐδὲ μὴν πρόσταγμά τι τοιοῦτον ἐλλείψας, ὃ ῥᾳθυμίαν ἢ καταφρόνησιν κατηγορεῖ τοῦ ἐλλείποντος, ὑπηρεσίαν δὲ καὶ τιμὴν τὴν παρὰ τοῦ Δεσπότου μόνον ὑποδέξασθαι εὐλαβηθεὶς, τοιαύτην ἐδέξατο τὴν ἀπειλὴν ἣν οὐκ ἔφυγεν ἂν, εἰ μὴ, καθὼς προείρηται, ἔφθασε τὴν ὀργὴν τῇ ταχύτητι καὶ σφοδρότητι τῆς διορθώσεως.

Πλὴν ἐπειδὴ ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος Θεὸς μακροθυμῶν ἐφ᾽ ἡμῖν εὐδόκησε, καὶ πολλάκις ἡμῖν τὸ αὐτὸ καὶ διὰ πολλῶν ὑποδεῖξαι, ἵνα τῷ πλήθει καὶ τῇ συνεχείᾳ δυνηθῇ μόλις ποτὲ μοχλευθεῖσα καὶ καταντληθεῖσα ἡ ψυχὴ ἀποτρίψασθαι τὴν πολυχρόνιον τῆς παρανομίας συνήθειαν, ἐκείνων μόνων πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον τῶν ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένων· πρὸς οὓς ἔλεγεν ὁ πᾶσαν τὴν ἐξουσίαν τῆς κρίσεως λαβὼν παρὰ τοῦ Πατρὸς, ὁ ἐρχόμενος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Καὶ τὴν αἰτίαν ἐπήγαγεν, οὐχ· Ὅτι ἐφονεύσατε, λέγων, ἢ ἐπορνεύσατε, ἢ ἐψεύσασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε· ἀλλὰ τί; Ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.