Ἔργον
Μέγας Βασίλειος – Περὶ πίστεως
Πρακτικές προτροπές, σκοπός της επιστολής και επίλογος
Ανάδειξη της αγάπης ως κορυφαίας αρετής, παρότρυνση προς αποφυγή των ερίδων, προφύλαξη από ψευδοδιδασκάλους και τελική ευλογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρακτικές προτροπές, σκοπός της επιστολής και επίλογος
Ανάδειξη της αγάπης ως κορυφαίας αρετής, παρότρυνση προς αποφυγή των ερίδων, προφύλαξη από ψευδοδιδασκάλους και τελική ευλογία.
Ὁ μὴ ἀγαπῶν με, γάρ φησιν ὁ Κύριος, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ πάλιν· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με.
Θαυμάζω δὲ περισσοτέρως, ὅτι, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ᾽ ἀλλήλων· ὅθεν ὁ Ἀπόστολος, ἐν πᾶσι τὸ τῆς ἀγάπης ἀναγκαῖον δεικνὺς, διαμαρτύρεται λέγων· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ μετ᾽ ὀλίγα· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη· τούτων καὶ τῶν τοιούτων οὕτως ὑπό τε τοῦ Κυρίου καὶ τοῦ Ἀποστόλου διωρισμένων, θαυμάζων φημὶ, πῶς περὶ μὲν τὰ καταργούμενα καὶ παυόμενα τοσαύτην ἔχουσιν οἱ ἄνθρωποι σπουδὴν καὶ πτόησιν, περὶ δὲ τὰ μένοντα, καὶ μάλιστα τὴν μείζω πάντων ἀγάπην, τὴν χαρακτηρίζουσαν τὸν Χριστιανὸν, οὐ μόνον αὐτοὶ φροντίδα οὐδεμίαν ποιοῦνται, ἀλλὰ καὶ τοῖς ἐσπουδακόσιν ἐναντιοῦνται, καὶ μαχόμενοι πληροῦσι τὸ εἰρημένον· Οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς εἰσερχομένους κωλύουσιν εἰσελθεῖν.
Διόπερ παρακαλῶ καὶ δέομαι, παυσαμένους τῆς περιέργου ζητήσεως καὶ ἀπρεποῦς λογομαχίας, ἀρκεῖσθαι τοῖς ὑπὸ τῶν ἁγίων καὶ αὐτοῦ τοῦ Κυρίου εἰρημένοις, ἄξια δὲ τῆς ἐπουρανίου κλήσεως φρονεῖν· καὶ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι, ἐπ᾽ ἐλπίδι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας, τῆς ἡτοιμασμένης πᾶσι τοῖς φυλάσσουσι τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ Πατρὸς, τὰς κατὰ τὸ Εὐαγγέλιον τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐν Πνεύματι ἁγίῳ καὶ ἀληθείᾳ.
Ταῦτα ὑπομνησθέντες παρὰ τῆς ὑμετέρας εὐλαβείας ὑπαγορεῦσαι ἐν τοῖς τελευταίοις, καὶ τὸ ἑαυτῶν φρόνημα φανερὸν ποιῆσαι ὑμῖν τε καὶ δι᾽ ὑμῶν τοῖς ἐν Χριστῷ ἀδελφοῖς, εἰς πληροφορίαν ὑμῶν τε καὶ αὐτῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναγκαῖον καὶ ἡμῖν ἐπιβάλλον ἡγησάμεθα πρὸς τὸ μηδαμῶς περιφέρεσθαί τινων τὸν νοῦν ἐν τῇ διαφορᾷ τῶν ἄλλοτε μὲν ἄλλως παρ᾽ ἡμῶν ἐκτεθέντων, ἀεὶ δὲ πρὸς τὴν ἐπεισαγομένην παρὰ τῶν ἀντιδιατιθεμένων τῇ ἀληθείᾳ ὑπόθεσιν ἀναγκαζομένων ἡμῶν ἐνίστασθαι, μήτε μὴν διασαλεύεσθαί τινας ἐν τῇ ἐναντιότητι τῶν ἐν ἡμῖν τὰ ἀλλότρια ἐπιφημίζειν θελόντων, ἢ καὶ τὰ ἴδια πάθη πολλάκις ἐπὶ τὸ συναρπάσαι τοὺς ἁπλουστέρους τοῦ ἡμετέρου φρονήματος καταψευδομένων· οὓς καὶ ὑμῖν φυλάξασθαι, ὡς ἀλλοτρίους τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ ἀγάπης, ἀναγκαῖον· μεμνῆσθαι δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ἵνα τηροῦντες κἀκεῖνο τὸ, Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν· καὶ τὸ, Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ᾽ ἡμῶν, στοιχῶμεν τῷ κανόνι τῶν ἁγίων, ὡς Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.
Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Πιστὸς ὁ Θεὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, χάριτι τοῦ Χριστοῦ ἐν Πνεύματι ἁγίῳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.