Ἔργον
Μέγας Βασίλειος – Περὶ πίστεως
Ομολογία πίστεως στην Αγία Τριάδα και το σχέδιο της Οικονομίας
Συνοπτική έκθεση της ορθόδοξης πίστης στα τρία πρόσωπα της Αγίας Τριάδας, την ενανθρώπηση του Υιού και το μυστήριο του βαπτίσματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομολογία πίστεως στην Αγία Τριάδα και το σχέδιο της Οικονομίας
Συνοπτική έκθεση της ορθόδοξης πίστης στα τρία πρόσωπα της Αγίας Τριάδας, την ενανθρώπηση του Υιού και το μυστήριο του βαπτίσματος.
Πιστεύομεν τοίνυν καὶ ὁμολογοῦμεν ἕνα μόνον ἀληθινὸν καὶ ἀγαθὸν Θεὸν, καὶ Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἕνα τὸν μονογενῆ αὐτοῦ Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, μόνον ἀληθινὸν, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν· ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν· καὶ μετὰ ταῦτα, κατὰ τὴν Γραφὴν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ Παρθένου γεννήσεως μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ γεγραμμένα ἐπλήρωσε κατὰ τὴν ἐντολὴν τοῦ Πατρὸς, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθεὶς ἐκ νεκρῶν, κατὰ τὰς Γραφὰς, ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ τοῖς λοιποῖς, ὡς γέγραπται· ἀνέβη τε εἰς οὐρανοὺς καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός· ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅτε οἱ μὲν δίκαιοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν, οἱ δὲ ἁμαρτωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.
Καὶ ἓν μόνον Πνεῦμα ἅγιον, τὸ Παράκλητον, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως· τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ Πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ· τὸ διαιροῦν καὶ ἐνεργοῦν τὰ παρὰ τοῦ Θεοῦ χαρίσματα ἑκάστῳ πρὸς τὸ συμφέρον, καθὼς βούλεται· τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα, ὅσα ἂν ἀκούῃ παρὰ τοῦ Υἱοῦ· τὸ ἀγαθὸν, τὸ ὁδηγοῦν εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ στηρίζον πάντας τοὺς πιστεύοντας πρός τε γνῶσιν ἀσφαλῆ, καὶ ὁμολογίαν ἀκριβῆ, καὶ λατρείαν εὐσεβῆ, καὶ προσκύνησιν πνευματικὴν καὶ ἀληθῆ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἑαυτοῦ· ἑκάστου ὀνόματος τὴν τοῦ ὀνομαζομένου ἰδιότητα σαφῶς ἡμῖν διευκρινοῦντος, καὶ περὶ ἑκάστου τῶν ὀνομαζομένων πάντως τινῶν ἐξαιρέτων ἰδιωμάτων εὐσεβῶς θεωρουμένων, τοῦ μὲν Πατρὸς ἐν τῷ ἰδιώματι τοῦ Πατρὸς, τοῦ δὲ Υἱοῦ ἐν τῷ ἰδιώματι τοῦ Υἱοῦ, τοῦ δὲ ἁγίου Πνεύματος ἐν τῷ οἰκείῳ ἰδιώματι· μήτε τοῦ ἁγίου Πνεύματος ἀφ᾽ ἑαυτοῦ λαλοῦντος, μήτε τοῦ Υἱοῦ ἀφ᾽ ἑαυτοῦ τι ποιοῦντος· καὶ τοῦ μὲν Πατρὸς πέμποντος τὸν Υἱὸν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα.
Οὕτως φρονοῦμεν, καὶ οὕτως βαπτίζομεν εἰς Τριάδα ὁμοούσιον, κατὰ τὴν ἐντολὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἅπερ τηροῦντες μὲν, τὴν εἰς αὐτὸν ἀγάπην ἐπιδεικνύμεθα, καὶ ἐν αὐτῇ μένειν καταξιούμεθα, καθὼς γέγραπται· μὴ τηροῦντες δὲ, ἐναντίως ἔχοντες ἐλεγχόμεθα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.