Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ πίστεως

Μέγας Βασίλειος

Τα όρια της ανθρώπινης θεογνωσίας και η ακαταληψία του Θεού

Διάκριση των μορφών του θεολογικού λόγου, υπογράμμιση της ατέλειας της ανθρώπινης γνώσης απέναντι στο θείο μυστήριο και ανάγκη θεμελίωσης της ομολογίας στις Γραφές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Διότι τότε μὲν αἱρέσεως ἔλεγχος καὶ ἀνατροπὴ τῆς τοῦ διαβόλου μεθοδείας ἐσπουδάζετο, νῦν δὲ τῆς ὑγιαινούσης πίστεως ὁμολογία τε καὶ φανέρωσις ἁπλῆ πρόκειται. Οὐκοῦν οὔτε τοῦ λόγου χαρακτὴρ ὁ αὐτὸς ἡμῖν καὶ νῦν ἁρμόζει. Ὡς γὰρ οὐκ ἂν λάβοι μετὰ χεῖρας ἄνθρωπος σκεύη τὰ αὐτὰ πολεμῶν καὶ γεωργῶν (ἄλλα γὰρ σκεύη τῶν ἐν ἀδείᾳ τὰ πρὸς τὸ ζῇν ἑαυτοῖς ἐκπονούντων, ἄλλαι δὲ πανοπλίαι τῶν ἐν πολέμῳ παρατασσομένων), οὕτως οὐκ ἂν εἴποι τὰ αὐτὰ ὁ παρακαλῶν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. καὶ ὁ τοὺς ἀντιλέγοντας ἐλέγχων. Ἄλλο γὰρ εἶδος λόγου ἐλεγκτικοῦ, καὶ ἄλλο εἶδος λόγου παρακλητικοῦ.

Ἄλλη ἁπλότης τῶν ἐν εἰρήνῃ τὴν εὐσέβειαν ὁμολογούντων, καὶ ἄλλοι ἱδρῶτες τῶν πρὸς τὰς ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως ἱσταμένων. Ὥστε ἂν τούτῳ τῷ τρόπῳ καὶ ἡμεῖς οἰκονομοῦντες τοὺς λόγους ἡμῶν ἐν κρίσει, πανταχοῦ τοῖς πρὸς τὴν φυλακὴν ἢ οἰκοδομὴν τῆς πίστεως ἀκολούθως χρησαίμεθα, ποτὲ μὲν τοῖς ἐν μεθοδείᾳ τοῦ διαβόλου καταλύειν πειρωμένοις αὐτὴν ἀγωνιστικώτερον ἀνθιστάμενοι, ποτὲ δὲ τοῖς οἰκοδομεῖσθαι βουλομένοις ἐν αὐτῇ ἁπλοϊκώτερον καὶ οἰκειότερον αὐτὴν ἐξηγούμενοι, καὶ οὐδὲν ἄλλο ποιοῦντες ἢ ἐκεῖνο τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον· Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκριθῆναι. Πρὶν δὲ ἐλθεῖν ἐπ᾽ αὐτὴν τὴν τῆς πίστεως ὁμολογίαν, κἀκεῖνο ἐπισημήνασθαι ἄξιον· ὅτι τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ δόξαν, καὶ λόγῳ ἀπερίληπτον οὖσαν, καὶ νῷ ἀκατάληπτον, ἑνὶ μὲν ῥήματι ἢ νοήματι οὔτε δηλωθῆναι, οὔτε νοηθῆναι οἷόν τε ἦν· διὰ πλειόνων δὲ τῶν ἐνστρεφομένων τῇ ἡμετέρᾳ χρήσει ἡ θεόπνευστος Γραφὴ μόλις τοῖς καθαροῖς τῇ καρδίᾳ, ὡς δι᾽ ἐσόπτρου, ᾐνίξατο.

Τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνωσις ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδοθῆναι ἐπήγγελται· νῦν δὲ, κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς ἃ βλέπει, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι᾽ ἐσόπτρου δὲ ὅμως βλέπει, καὶ ἐν αἰνίγματι, καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχόμενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἀπεκδέχεται.

Ὅπερ πιστοῦται μὲν ὁ ἀπόστολος Παῦλος, τῷ τοιούτῳ τινὶ τρόπῳ κατασκευάζων τὸν λόγον, ὅτι Ὥσπερ, Ὅτε μὲν ἤμην νήπιος, ἄρτι τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἐκμανθάνων, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἐπείγομαι φθάσαι, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ τοσαύτην ἔσχον ἐν τῇ τῶν θείων καταλήψει τὴν προκοπὴν καὶ βελτίωσιν, ὥστε τὴν μὲν ἐν τῇ Ἰουδαϊκῇ λατρείᾳ ἐπίγνωσιν νηπίας φρενὸς ἐοικέναι κινήμασιν, ἀνδρὶ δὲ ἤδη τὰ πάντα τελείῳ προσήκουσαν τὴν διὰ τοῦ Εὐαγγελίου γνῶσιν. Οὕτως ἐν συγκρίσει τῆς ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποκαλυφθησομένης γνώσεως, καὶ τὸ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτον, ὡς πλέον ἀπολιμπάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ πρόσωπον πρὸς πρόσωπον τὸ δι᾽ ἐσόπτρου βλέπειν καὶ ἐν αἰνίγματι. Συνιστῶσι δὲ τοῦτο καὶ οἱ περὶ τὸν μακάριον Πέτρον καὶ Ἰωάννην μαθηταὶ τοῦ Κυρίου, τῇ κατὰ τὸν παρόντα βίον ἀεὶ πρὸς τὸ μεῖζον ἐπιδόσει καὶ προκοπῇ τὸ ὑπερβάλλον τῆς ἐν τῷ μέλλοντι τηρουμένης αἰῶνι γνώσεως οὐκ ἔλαττον καὶ αὐτοὶ πιστούμενοι.

Οἵτινες, μετὰ τὸ ἄξιοι φανῆναι τῆς παρὰ τοῦ Κυρίου ἐκλογῆς, τῆς σὺν αὐτῷ διαγωγῆς, τῆς παρ᾽ αὐτοῦ ἀποστολῆς, τῆς τῶν πνευματικῶν χαρισμάτων διανομῆς, μετὰ τὸ ἀκοῦσαι· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, μετὰ τὴν τοιαύτην γνῶσιν, μετὰ τὴν ἀποκάλυψιν τῶν τοῖς λοιποῖς ἀποῤῥήτων, ὅμως ὕστερόν ποτε, περὶ αὐτὸ λοιπὸν τοῦ Κυρίου τὸ πάθος, ἀκούουσιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι.

Ἐκ τούτων καὶ τῶν τοιούτων μανθάνομεν, ὅτι τοσοῦτον μὲν οἶδεν ἡ θεόπνευστος Γραφὴ τῆς ἐπιγνώσεως τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον, ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστῳ προστιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένου ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται· οὐκοῦν οὔτε ἑνὸς ὀνόματος ἀρκοῦντος πάσας ὁμοῦ δηλῶσαι τὰς τοῦ Θεοῦ δόξας, οὔτε ἑκάστου ἐξ ὁλοκλήρου ἀκινδύνως παραλαμβανομένου. Ἄν τε γὰρ εἴπῃ τις, Θεὸς, οὐκ ἐδήλωσε τὸ, Πατήρ· τῷ δὲ, Πατὴρ, λείπει τὸ, κτίστης.

Τούτοις δὲ πάλιν χρεία ἀγαθότητος, σοφίας, δυνάμεως, καὶ τῶν λοιπῶν τῶν φερομένων ἐν τῇ ἁγίᾳ Γραφῇ. Πάλιν δὲ τὸ, Πατὴρ, ὁλόκληρον κατὰ τὴν ἡμετέραν χρῆσιν, ἐὰν ἐκλάβωμεν ἐπὶ Θεοῦ, ἀσεβοῦμεν· πάθος γὰρ καὶ ἀπόῤῥοιαν, καὶ ἄγνοιαν, καὶ ἀσθένειαν, καὶ ὅσα τοιαῦτα ἐπιφημίζει. Ὁμοίως δὲ καὶ τὸ, κτίστης. Ἐφ᾽ ἡμῶν γὰρ χρεία χρόνου, ὕλης, σκευῶν, βοηθείας· ὧν ἁπάντων καθαρεύειν δεῖ τὴν εὐσεβῆ περὶ Θεοῦ δόξαν, ὡς δυνατὸν ἀνθρώπῳ. Τοῦ γὰρ πρὸς ἀξίαν, ὡς ἔφην, κἂν εἰ πᾶσαι μὲν διάνοιαι πρὸς τὴν ἔρευναν συναφθεῖεν, πᾶσαι δὲ γλῶσσαι πρὸς τὴν ἐπαγγελίαν συνδράμοιεν, οὐδέποτε ἄν τις ἐφίκοιτο.

Ταύτην δὲ ἡμῖν τὴν ἔννοιαν σαφῶς παρίστησι καὶ ὁ σοφώτατος Σολομὼν λέγων· Εἶπα· Σοφισθήσομαι· καὶ αὕτη ἐμακρύνθη ἀπ᾽ ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· οὐ τῷ φεύγειν, ἀλλὰ τῷ ἐκείνοις μάλιστα φανεροῦσθαι αὐτῆς τὸ ἀκατάληπτον, οἷς Θεοῦ χάριτι περισσοτέρως προσγέγονεν ἡ γνῶσις. Ἡ μὲν οὖν θεόπνευστος Γραφὴ πλείοσιν ὀνόμασιν ἀναγκαίως χρῆται καὶ ῥήμασιν εἰς μερικήν τινα, καὶ ταύτην αἰνιγματώδη, τῆς θείας δόξης παράστασιν. Ἡμῖν δὲ πάντα μὲν τὰ πανταχοῦ ὑπὸ τῆς θεοπνεύστου Γραφῆς περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰρημένα τὸ παρὸν ἀναλέγειν οὔτε δύναμις, οὔτε σχολὴ, διὰ τὸ κατεπείγειν ὑμᾶς· ὀλίγα δὲ ἐκ πάντων παραθέμενοι, ἀρκεῖν ἡγούμεθα καὶ ταῦτα τῇ ὑμετέρᾳ συνειδήσει, πρός τε τὴν τοῦ ἡμετέρου ἐκ τῶν Γραφῶν φρονήματος φανέρωσιν, καὶ τὴν ὑμῶν αὐτῶν καὶ τῶν βουλομένων ἐφ᾽ ἡμῖν πληροφορίαν. Ὡς γὰρ τὰ πολλὰ μίαν ἡμῖν τὴν εὐσεβῆ ἔννοιαν ἐξαγγέλλει, οὕτω καὶ ἐκ τῶν ὀλίγων ὁ εὐγνώμων, οἶμαι, τὸ ἐν πᾶσιν εὐσεβὲς ἐπιγινώσκει.