Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ πίστεως

Μέγας Βασίλειος

Εισαγωγή: Το αίτημα για ομολογία πίστεως και η προσήλωση στη Γραφή

Ο συγγραφέας ανταποκρίνεται στο αίτημα για μια έγγραφη ομολογία, τονίζοντας την ανάγκη αυστηρής χρήσης των αγιογραφικών όρων και την αποφυγή ξένων εννοιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΙΣΤΕΩΣ. Θεοῦ τοῦ ἀγαθοῦ χάριτι τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας καταμαθὼν ἄξιον τῆς ἐν Χριστῷ πρὸς τὸν Θεὸν ἀγάπης, ἐν ᾧ τῆς εὐσεβοῦς πίστεως ἔγγραφον ἐπεζητήσατε παρ᾽ ἡμῶν ὁμολογίαν, τὰ μὲν πρῶτα ἐπαισθανόμενος τῆς ἑαυτοῦ ταπεινώσεως καὶ ἀσθενείας, ὤκνουν πρὸς τὴν ἀπόκρισιν· ὡς δὲ ἐμνημόνευσα τοῦ Ἀποστόλου εἰπόντος, Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ· καὶ πάλιν, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· οὐκ ἀκίνδυνον ἡγησάμην τὸ ἀντειπεῖν μὲν ὑμῖν, σιωπῆσαι δὲ τὴν σωτήριον ὁμολογίαν, πεποίθησιν ἔχων διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν, ὡς γέγραπται· Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, τοῦ τότε μὲν ἐκείνους, νῦν δὲ καὶ ἡμᾶς, καὶ τοῦτο δι᾽ ὑμᾶς, ἱκανώσαντος γενέσθαι διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Διακόνου δὲ πιστοῦ ἴδιον ἴστε πάντως καὶ αὐτοὶ τὸ, ἅπερ ἂν εἰς τοὺς συνδούλους οἰκονομῆσαι παρὰ τοῦ ἀγαθοῦ Δεσπότου πιστευθῇ, ταῦτα διασῶσαι τούτοις ἀνοθεύτως καὶ ἀκαπηλεύτως. Ὥστε κἀγὼ, ἅπερ ἔμαθον ἐκ τῆς θεοπνεύστου Γραφῆς, ταῦτα ὑμῖν παραθέσθαι κατὰ τὸ ἀρέσκον Θεῷ, πρὸς τὸ κοινῇ συμφέρον ὀφειλέτης εἰμί.

Εἰ γὰρ αὐτὸς ὁ Κύριος, ἐν ᾧ εὐδόκησεν ὁ Πατὴρ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, ὁ πᾶσαν μὲν τὴν ἐξουσίαν, πᾶσαν δὲ τὴν κρίσιν λαβὼν παρὰ τοῦ Πατρὸς, Ἐντολὴν ἔδωκέ μοι, φησὶ, τί εἴπω, καὶ τί λαλήσω· καὶ πάλιν· Ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀφ᾽ ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ παρ᾽ αὐτοῦ, ταῦτα λαλεῖ· πόσῳ μᾶλλον ἡμῖν εὐσεβές τε ὁμοῦ καὶ ἀσφαλὲς τοῦτο φρονεῖν καὶ ποιεῖν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἕως μὲν οὖν ἀγωνίζεσθαι πρὸς τὰς ἐπανισταμένας κατὰ καιρὸν αἱρέσεις ἐχρῆν, ἑπόμενος τοῖς προειληφόσιν, ἀκόλουθον ἡγούμην τῇ διαφορᾷ τῆς ἐπισπειρομένης ὑπὸ τοῦ διαβόλου ἀσεβείας, ταῖς ἀντιθέτοις φωναῖς κωλύειν, ἢ καὶ ἀνατρέπειν τὰς ἐπαγομένας βλασφημίας, καὶ ἄλλοτε ἄλλαις, ὡς ἂν ἡ χρεία τῶν νοσούντων κατηνάγκασε, καὶ ταύταις πολλάκις ἀγράφοις μὲν, ὅμως δ᾽ οὖν οὐκ ἀπεξενωμέναις τῆς κατὰ τὴν Γραφὴν εὐσεβοῦς διανοίας· τοῦ Ἀποστόλου πολλάκις καὶ Ἑλληνικοῖς ῥήμασι χρήσασθαι μὴ παραιτησαμένου πρὸς τὸν ἴδιον σκοπόν.

Νῦν δὲ πρὸς τὸν κοινὸν ἡμῶν τε καὶ ὑμῶν σκοπὸν ἁρμόζον ἐλογισάμην ἐν ἁπλότητι τῆς ὑγιαινούσης πίστεως τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ ἀγάπης πληρῶσαι, εἰπὼν ἃ ἐδιδάχθην παρὰ τῆς θεοπνεύστου Γραφῆς· φειδόμενος μὲν καὶ τῶν ὀνομάτων, καὶ ῥημάτων ἐκείνων, ἃ λέξεσι μὲν αὐταῖς οὐκ ἐμφέρεται τῇ θείᾳ Γραφῇ, διάνοιάν γε μὴν τὴν ἐκείνην ἐγκειμένην τῇ Γραφῇ διασώζει· ὅσα δὲ πρὸς τῷ ξένῳ τῆς λέξεως ἔτι καὶ τὸν νοῦν ξένον ἡμῖν ἐπεισάγει, καὶ ἃ οὐκ ἔστιν ὑπὸ τῶν ἁγίων κηρυσσόμενα εὑρεῖν, ταῦτα ὡς ξένα καὶ ἀλλότρια τῆς εὐσεβοῦς πίστεως παντάπασι παραιτούμενος. Πίστις μὲν οὖν ἐστι συγκατάθεσις ἀδιάκριτος τῶν ἀκουσθέντων ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν κηρυχθέντων Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο μαρτυρηθεὶς Ἀβραὰμ, ὅτι Οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι.

Εἰ δὲ Πιστὸς μὲν ὁ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, Πισταὶ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι, φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων, ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει· καὶ πρὸ τούτου δὲ εἰρηκότος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου ἐν ὑποδείγματι ἀνθρωπίνῳ σφοδρότερον ἀπαγορεύοντος τὸ προσθεῖναι ἢ ὑφελεῖν τι ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, δι᾽ ὧν φησιν· Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται.

Πᾶσαν μὲν οὖν ἀλλοτρίαν τῆς τοῦ Κυρίου διδασκαλίας φωνὴν καὶ ἔννοιαν οὕτως ἡμεῖς πάντοτε καὶ νῦν ἀποφεύγειν ἐγνώκαμεν, καὶ τοῦ σκοποῦ δὲ, ὡς προεῖπον, τοῦ νῦν ἡμῖν τε καὶ ὑμῖν προκειμένου, καταπολὺ διαφέροντος τῶν ὑποθέσεων ἐκείνων, ὑφ᾽ ὧν ἄλλοτε ἄλλως ἐπὶ τὸ γράψαι τι ἢ εἰπεῖν προήχθημεν.