Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ πίστεως

Μέγας Βασίλειος

Η ομοούσια φύση και η χάρις του Αγίου Πνεύματος

Η θεολογική θεμελίωση της ισοτιμίας του Αγίου Πνεύματος με τα άλλα πρόσωπα της Αγίας Τριάδος και ο ρόλος του ως αδιαίρετου χορηγού των θείων δωρεών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. Ὅτι διάνοια ἡ δυνηθεῖσα τῶν τε ὑλικῶν καθαρεῦσαι παθῶν, καὶ τὴν νοητὴν κτίσιν πᾶσαν καταλιπεῖν, καὶ οἷόν τις ἰχθὺς ἀπὸ τοῦ βυθοῦ πρὸς τὴν ἄνω ἐπιφάνειαν ἀνανήξασθαι, ἐν τῷ καθαρῷ τῆς κτίσεως γενομένη, ἐκεῖ ὄψεται τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Υἱὸς, καὶ ὅπου Πατὴρ, πάντα ἔχον καὶ αὐτὸ συνουσιωμένως κατὰ τὴν φύσιν, τὴν ἀγαθότητα, τὴν εὐθύτητα, τὸν ἁγιασμὸν, τὴν ζωήν. Τὸ Πνεῦμα γάρ σου, φησὶν, τὸ ἀγαθόν· καὶ πάλιν, Πνεῦμα εὐθές· καὶ πάλιν, Τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ Ἀπόστολος· Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς. Τούτων οὐδὲν ἐπίκτητον αὐτῷ, οὐδὲ ὕστερον ἐπιγενόμενον πρόσεστιν· ἀλλ᾽ ὥσπερ ἀχώριστον τῷ πυρὶ τὸ θερμαίνειν, καὶ τῷ φωτὶ τὸ λάμπειν· οὕτω καὶ τῷ Πνεύματι τὸ ἁγιάζειν, τὸ ζωοποιεῖν, ἡ ἀγαθότης, ἡ εὐθύτης. Ἐκεῖ τοίνυν ἕστηκε τὸ Πνεῦμα, ἐκεῖ, ἐν τῇ μακαρίᾳ φύσει, οὐ μετὰ πλήθους ἀριθμούμενον, ἀλλ᾽ ἐν τῇ Τριάδι θεωρούμενον· μοναδικῶς ἐξαγγελλόμενον, οὐκ ἐμπεριειλημμένον τοῖς συστήμασιν. Ὡς γὰρ Πατὴρ εἷς, καὶ Υἱὸς εἷς· οὕτως ἓν καὶ τὸ ἅγιον Πνεῦμα. Τὰ δὲ λειτουργικὰ πνεύματα καθ᾽ ἕκαστον τάγμα πλῆθος ἡμῖν ὑποφαίνει δυσεξαρίθμητον. Μὴ τοίνυν ζήτει ἐν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν· μὴ καταγάγῃς τὸ ἁγιάζον μετὰ τῶν ἁγιαζομένων. Τοῦτο πληροῖ ἀγγέλους, πληροῖ ἀρχαγγέλους, ἁγιάζει δυνάμεις, ζωοποιεῖ τὰ σύμπαντα.

Τοῦτο εἰς πᾶσαν κτίσιν μεριζόμενον, καὶ ἄλλως ὑπ᾽ ἄλλου μετεχόμενον, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων. Πᾶσι μὲν τὴν παρ᾽ ἑαυτοῦ χάριν δίδωσιν· οὐκ ἀναλίσκεται δὲ εἰς τοὺς μετέχοντας· ἀλλὰ καὶ οἱ λαβόντες πληροῦνται, καὶ αὐτό ἐστιν ἀνενδεές. Καὶ ὥσπερ ὁ ἥλιος ἐπιλάμπων τοῖς σώμασι, καὶ ποικίλως ὑπ᾽ αὐτῶν μετεχόμενος, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων· οὕτω καὶ τὸ Πνεῦμα πᾶσι τὴν παρ᾽ ἑαυτοῦ χάριν παρέχον, ἀμείωτον μένει καὶ ἀδιαίρετον. Πάντας φωτίζει πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, ἐμπνεῖ τοῖς προφήταις, νομοθέτας σοφίζει, ἱερέας τελειοῖ, ἐνισχύει βασιλεῖς, καταρτίζει δικαίους, σεμνύνει σώφρονας, ἐνεργεῖ χαρίσματα ἰαμάτων, ζωοποιεῖ τοὺς νεκροὺς, λύει τοὺς πεπεδημένους, υἱοθετεῖ τοὺς ἠλλοτριωμένους.

Ταῦτα διὰ τῆς ἄνωθεν γεννήσεως ἐνεργεῖ. Ἐὰν τελώνην λάβῃ πιστεύοντα, εὐαγγελιστὴν ἀποδείκνυσιν· ἐὰν ἐν ἁλιεῖ γένηται, θεολόγον ἀποτελεῖ· ἐὰν διώκτην εὕρῃ μετανοοῦντα, ἀπόστολον ἐθνῶν ἀπεργάζεται, κήρυκα πίστεως, σκεῦος ἐκλογῆς. Δι᾽ αὐτοῦ οἱ ἀσθενεῖς ἰσχυροί· οἱ πτωχοὶ πλουτίζουσιν· οἱ ἰδιῶται τῷ λόγῳ σοφώτεροί εἰσι τῶν σοφῶν. Παῦλος ἀσθενὴς, ἀλλὰ διὰ τὴν παρουσίαν τοῦ Πνεύματος τὰ σουδάρια τοῦ χρωτὸς αὐτοῦ ἴασιν παρεῖχε τοῖς ὑποδεχομένοις. Πέτρος καὶ αὐτὸς σῶμα περικείμενος ἀσθενείας, ἀλλὰ διὰ τὴν ἐνοικοῦσαν χάριν τοῦ Πνεύματος ἡ ἐκπίπτουσα τοῦ σώματος σκιὰ ἀπεδίωκε τὰς νόσους τῶν καταπονουμένων.

Πτωχὸς Πέτρος καὶ Ἰωάννης· οὐ γὰρ εἶχον ἀργύριον, οὐδὲ χρυσίον· ἀλλ᾽ ἐχαρίζοντο ὑγίειαν πολλῶν χρυσίων τιμιωτέραν. Παρὰ πολλῶν γὰρ λαβὼν χρυσίον ὁ χωλὸς, ἔτι προσαίτης ἦν· παρὰ δὲ Πέτρου δεξάμενος τὴν χάριν, ἐπαύσατο προσαιτῶν, ἁλλόμενος ὥσπερ ἔλαφος, καὶ αἰνῶν τὸν Θεόν. Οὐκ ᾔδει Ἰωάννης τὴν τοῦ κόσμου σοφίαν, ἀλλ᾽ ἐφθέγξατο ῥήματα τῇ δυνάμει τοῦ Πνεύματος, οἷς οὐδεμία σοφία προσβλέψαι δύναται. Τοῦτο καὶ ἐν οὐρανῷ ἕστηκε, καὶ τὴν γῆν πεπλήρωκε, καὶ πανταχοῦ πάρεστι, καὶ οὐδαμοῦ περιέχεται. Ὅλον ἑκάστῳ ἐνοικεῖ, καὶ ὅλον ἐστὶ μετὰ τοῦ Θεοῦ. Οὐ λειτουργικῶς διακονεῖ τὰς δωρεὰς, ἀλλ᾽ αὐθεντικῶς διαιρεῖ τὰ χαρίσματα.