Ἔργον
Μέγας Βασίλειος – Περὶ πίστεως
Τα όρια της ανθρώπινης γνώσης και η ανάταση προς τον Θεό
Η αναγνώριση της αδυναμίας του ανθρώπινου νου ενώπιον του θείου μεγαλείου και η ανάγκη υπέρβασης της αισθητής και νοητής κτίσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τα όρια της ανθρώπινης γνώσης και η ανάταση προς τον Θεό
Η αναγνώριση της αδυναμίας του ανθρώπινου νου ενώπιον του θείου μεγαλείου και η ανάγκη υπέρβασης της αισθητής και νοητής κτίσεως.
ΟΜΙΛΙΑ ΙΕʹ. Περὶ πίστεως. Θεοῦ μεμνῆσθαι μὲν διηνεκῶς, εὐσεβὲς καὶ κόρον οὐκ ἔχον τῇ φιλοθέῳ ψυχῇ· λόγῳ δὲ διεξιέναι τὰ περὶ Θεοῦ, τολμηρόν· τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης, πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστῶντος τὰ νοηθέντα.
Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται, ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας· πῶς οὐκ ἀναγκαία ἡ σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων εὐτελείᾳ δόξῃ κινδυνεύειν τῆς θεολογίας τὸ θαῦμα;
Ἡ μὲν οὖν τοῦ δοξάζειν τὸν Θεὸν ἐπιθυμία πᾶσι τοῖς λογικοῖς κατὰ φύσιν ἐνέσπαρται· τοῦ δὲ πρὸς ἀξίαν εἰπεῖν πάντες ὁμοίως ἀπολιμπάνονται. Τῇ δὲ περὶ τὴν εὐσέβειαν προθυμίᾳ ἕτερος ἑτέρου διενηνόχαμεν· οὐδεὶς δὲ οὕτως τετύφλωται, καὶ φρεναπατᾷ ἑαυτὸν, ὥστε οἴεσθαι ἐπὶ τὸ ἀκρότατον ἀναβεβηκέναι τῆς καταλήψεως· ἀλλ᾽ ὅσῳπερ ἂν δόξῃ προκόπτειν ἐπὶ τὴν γνῶσιν, τοσούτῳ πλέον αὐτοῦ τῆς ἀσθενείας αἰσθήσεται. Τοιοῦτος ἦν Ἀβραὰμ, τοιοῦτος ἦν Μωϋσῆς· ὅτε ἰδεῖν Θεὸν ἠδυνήθησαν, ὡς ἰδεῖν δυνατὸν ἀνθρώπῳ, τότε μάλιστα ἑαυτὸν ἑκάτερος ἐξηυτέλιζεν· ὁ μὲν Ἀβραὰμ γῆν καὶ σποδὸν ἑαυτὸν ὀνομάζων, ὁ δὲ Μωϋσῆς ἰσχνόφωνον λέγων καὶ βραδύγλωσσον. Ἑώρα γὰρ τῆς γλώσσης αὐτοῦ τὸ ἀσθενὲς, ὑπηρετεῖν τῷ μεγέθει τῶν νοηθέντων μὴ δυναμένης. Πλὴν ἀλλ᾽ ἐπειδὴ πᾶσα ἀκοὴ ἤνοικται νῦν πρὸς θεολογίας ἀκρόασιν, καὶ κόρος οὐκ ἔστι τῇ Ἐκκλησίᾳ τῶν τοιούτων ἀκροαμάτων, βεβαιούσῃ τὸν τοῦ Ἐκκλησιαστοῦ λόγον, ὅτι Οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. ἀναγκαῖον λέγειν εἰς δύναμιν. Ἐροῦμεν δὲ, οὐχ ὅσος ἐστὶν ὁ Θεὸς, ἀλλ᾽ ὅσον ἡμῖν ἐφικτόν. Οὐδὲ γὰρ, ἐπειδὴ τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον διαβῆναι ὅλον τοῖς ὀφθαλμοῖς ἀδυνατοῦμεν, ἤδη καὶ ὅσον δυνάμεθα καθορᾷν παραιτούμεθα· οὕτω καὶ νῦν διὰ μικρῶν ῥημάτων τὴν εὐσέβειαν ἀποπληρώσωμεν, τῷ δὲ μεγαλείῳ τῆς φύσεως συγχωρήσωμεν ἔχειν κατὰ παντὸς λόγου τὰ νικητήρια.
Οὐδὲ γὰρ αἱ τῶν ἀγγέλων γλῶσσαι, αἵτινές ποτέ εἰσιν, οὐδὲ αἱ τῶν ἀρχαγγέλων, μετὰ πάσης ὁμοῦ τῆς λογικῆς φύσεως συναχθεῖσαι, πολλοστοῦ μέρους ἐφικέσθαι δυνήσονται, μὴ ὅτι τῷ παντὶ ἑαυτὰς ἐξισῶσαι. Σὺ δὲ, εἰ βούλει περὶ Θεοῦ λέγειν τι ἢ ἀκούειν, ἄφες τὸ σῶμα σεαυτοῦ, ἄφες τὰς σωματικὰς αἰσθήσεις, κατάλειπε τὴν γῆν, κατάλειπε τὴν θάλασσαν, κάτω σεαυτοῦ ποίησον τὸν ἀέρα, παράδραμε ὥρας, καιρῶν εὐταξίας, τὰς περὶ γῆν διακοσμήσεις· ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας, τὰ περὶ αὐτοὺς θαύματα, τὴν εὐκοσμίαν αὐτῶν, τὰ μεγέθη, τὰς χρείας ὅσας παρέχονται τῷ παντὶ, τὴν εὐταξίαν, τὴν λαμπρότητα, τὴν θέσιν, τὴν κίνησιν· ὅπως πρὸς ἀλλήλους σχέσεως ἢ ἀποστάσεως ἔχουσι. Πάντα διαβὰς τῷ λόγῳ, τὸν οὐρανὸν ὑπερκύψας, καὶ ὑπεράνω τούτου γενόμενος, μόνῃ διανοίᾳ περίβλεψαι τὰ ἐκεῖ κάλλη, στρατιὰς ἐπουρανίους, χοροστασίας ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων ἐπιστασίας, τὰς δόξας τῶν κυριοτήτων, τὰς προεδρίας τῶν θρόνων, τὰς δυνάμεις, τὰς ἀρχὰς, τὰς ἐξουσίας.
Διαδραμὼν τὰ σύμπαντα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς, καὶ ἐπέκεινα τούτων τὸν νοῦν ἀνυψώσας, ἐννόησον τὴν θείαν φύσιν· ἑστῶσαν, ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθῆ, ἁπλῆν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητὴν, κάλλος ἀμήχανον, σφοδρῶς μὲν τῆς τετρωμένης ψυχῆς καθαπτόμενον, λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.