Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ πνεύματος

Μέγας Βασίλειος

Προϋποθέσεις για την έρευνα της φύσεως του Αγίου Πνεύματος

Ο συγγραφέας τονίζει την αναγκαιότητα της ορθής πίστεως και της απαλλαγής του νου από τις αιρέσεις ως βασικών προϋποθέσεων για την προσέγγιση της φύσεως του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 3

Ἐνθυμείσθω μὲν πᾶσα ψυχὴ ζητοῦσα περὶ τῶν θειοτέρων εἰ ὄμμα τοιοῦτον ἔχει, ὥστε τὰ τοιαῦτα ζητεῖν καὶ ὁρᾶν τὰ αἰσθήσει ἀόρατα καὶ εἰ οὕτω ζητοῦσα παρ᾽ αὐτῷ τῷ ζητουμένῳ κατὰ τὸ γεγραμμένον οἰκεῖν δύναται· γέγραπται γάρ· 〈ἐὰν ζητῇς, ζήτει καὶ παρ᾽ ἐμοὶ οἴκει·〉 οἰκεῖ δὲ τότε, ὅτε μετὰ πίστεως ζητεῖ· κἂν γὰρ γένηται μὴ εὑρεῖν, οὐκ ἀναχωρεῖ τοῦ οἰκεῖν ἐν τῇ πίστει τοῦ ζητουμένου, ἀλλὰ λέγει κατὰ τὸν μακάριον Δαβίδ· 〈Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη· οὐ μὴ δύνωμαι〉 πρὸς αὐτήν· Καὶ κατὰ τὸν πατέρα τοῦ σεληνιαζομένου· 〈Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ.〉 Τοῦτον οὖν ἔχοντες τὸν σκοπόν, ζητήσωμεν μετὰ πίστεως περὶ τῆς τοῦ ἁγίου Πνεύματος φύσεως, παρ᾽ αὐτοῦ ζητήσαντες τοῦ ζητουμένου τὴν γνῶσιν.

Αὐτὸ γάρ ἐστι τὸ ζητούμενον, καὶ αὐτὸ τὸ παρέχον τὴν περὶ ἑαυτοῦ γνῶσιν. Ὡς δὲ καὶ διὰ τῶν θείων γραφῶν μεμαθήκαμεν παρ᾽ αὐτοῦ, αὐτό ἐστιν ὁ τοὺς ἁγίους, ἁγίους ἐποίησε καὶ τὴν θείαν ζωὴν παρέχει τοῖς αἰτοῦσι παρ᾽ αὐτοῦ τὸν θεόν. Τῶν δὲ λαμβανόντων ἀνάγκη εἶναι τιμιωτέραν, γινομένων τούτων ἁγίων ὅταν αὐτὸ ἐπιφοιτήσῃ καὶ φθειρομένων, ὅταν αὐτὸ καταλίπῃ· αὐτὸ δὲ ἔστιν ἀεὶ πηγὴ ὂν τῆς ἀϊδίου ζωῆς.

Τίς δὲ ὁ τρόπος τῆς χορηγίας τοῦ εἶναι αὐτὸ ἔν τε τοῖς πᾶσι καὶ ἐν τοῖς καθ᾽ ἕκαστον σκοπείτω διάνοια ἀξία τοῦ σκοπεῖν γενομένη, ἀπαλλαγεῖσα ἀπάτης καὶ αἱρέσεως καὶ τῶν γοητευουσῶν γυναικῶν τὰς ἄλλας.