Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει, νοῦν πάντα, ἄγγελον πάντα, ψυχὴν πᾶσαν, καὶ οὐδὲ ζητεῖ μεταβολὴν εὖ ἔχον οὐδὲ μετελθεῖν πάντα παρ᾽ ἑαυτῷ ἔχον· ἀλλ᾽ οὐδὲ αὔξησιν ἐπιζητεῖ τελειότατον ὄν. Διὸ καὶ παρ᾽ αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλή, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων καὶ ὅσα τούτοις παραπλήσια, οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον, ἀλλ᾽ ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, αἴτιον αὐτὸν ἔχον ὡς πηγὴν ἑαυτοῦ κἀκεῖθεν πηγάζον· πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν.