Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ πνεύματος

Μέγας Βασίλειος

Η άκτιστη φύση και η τελειότητα του Αγίου Πνεύματος

Αναλύεται η αυτοτελής ζωή του Πνεύματος, η πληρότητα των δωρεών του, η διάκριση μεταξύ της ενυπόστατης φύσης και των ενεργειών του, καθώς και η άκτιστη προέλευσή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 3

Οὕτω δὴ τοιούτου ἀγαθοῦ καὶ θειοῦ ὄντος κτήματος τοῦ Πνεύματος, πιστεύσας ἤδη τῷ τοιούτῳ, Χριστὸν τὸν τούτου χορηγὸν ἐπιζητεῖν μὴ δειλία· 〈οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ·〉 καὶ ἣν προΐεται δὲ ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ ἀλλ᾽ ὥσπερ πυρὸς τὸ μέν ἐστιν ἡ συνοῦσα θερμότης, τὸ δὲ ἣν παρέχει τῷ ὕδατι ἢ ἑτέρῳ τινὶ τῶν τοιούτων, οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωήν, καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι.

Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει, νοῦν πάντα, ἄγγελον πάντα, ψυχὴν πᾶσαν, καὶ οὐδὲ ζητεῖ μεταβολὴν εὖ ἔχον οὐδὲ μετελθεῖν πάντα παρ᾽ ἑαυτῷ ἔχον· ἀλλ᾽ οὐδὲ αὔξησιν ἐπιζητεῖ τελειότατον ὄν. Διὸ καὶ παρ᾽ αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλή, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων καὶ ὅσα τούτοις παραπλήσια, οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον, ἀλλ᾽ ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, αἴτιον αὐτὸν ἔχον ὡς πηγὴν ἑαυτοῦ κἀκεῖθεν πηγάζον· πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν.

Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι· τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ· ἐξέχεεν, οὐκ ἔκτισεν· ἐχαρίσατο, οὐκ ἐποίησεν· ἔδωκεν, οὐκ ἐδημιούργησεν· ἐκ παραλλήλου τὰ αὐτὰ λέγω, ἐπειδή σε πανταχόθεν ἑδραῖον εἶναι δεῖ. Ὁ παρὰ τούτου τοῦ Πνεύματος διδασκόμενος τί εἴπῃ ἐν τῇ τῶν ἀνακρινόντων ἀπολογίᾳ, 〈διδακτὸς Θεοῦ〉 ἀκούει παρὰ τοῦ προφήτου φήσαντος· 〈καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.〉 Πολὺ οὖν τοῦτο τὸ θεῖον ἐν ψυχῇ λογικῇ ὑπάρχει, εἰ μὴ διὰ ῥᾳθυμίαν ἑαυτῆς ἀποστατεῖν θέλοι· προσπελάσασα δὲ αὐτῷ καὶ οἱονεὶ ἓν γενομένη ἀκούει· ὁ 〈κολλώμενος τῷ κυρίῳ, ἓν πνεῦμά ἐστιν·〉 αὐτῷ ἡ δόξα. Ἀμήν.