Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ ταπεινοφροσύνης

Μέγας Βασίλειος

Ασκητικοί κανόνες και πρακτικές προτροπές καθημερινού βίου

Οδηγίες για τη λιτότητα στην ένδυση, τη διατροφή και τη συμπεριφορά, καθώς και συμβουλές για την αποφυγή της κενοδοξίας και την ήπια διόρθωση των σφαλμάτων του πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 6

Τοῖς γὰρ ἐπιτηδεύμασιν ὁμοιοῦται ψυχὴ, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς ταῦτα σχηματίζεται. Ἔστω σοι καὶ σχῆμα, καὶ ἱμάτιον, καὶ βάδισμα, καὶ καθέδρα, καὶ τροφῆς κατάστασις, καὶ στρωμνῆς παρασκευὴ, καὶ οἶκος, καὶ τὰ ἐν οἴκῳ σκεύη πάντα πρὸς εὐτέλειαν ἠσκημένα· καὶ λόγος, καὶ ᾠδὴ, καὶ ἡ τοῦ πλησίον ἔντευξις, καὶ ταῦτα πρὸς μετριότητα μᾶλλον ἢ πρὸς ὄγκον ὁράτω. Μή μοι κόμπους ἐν λόγῳ σοφιστικοὺς, μηδὲ ἐν ᾠδαῖς ἡδυφωνίας ὑπερβαλλούσας, μηδὲ διαλέξεις ὑπερηφάνους καὶ βαρείας· ἀλλ᾽ ἐν ἅπασιν ὑφαίρει τοῦ μεγέθους· χρηστὸς πρὸς τὸν φίλον, ἤπιος πρὸς τὸν οἰκέτην, ἀνεξίκακος πρὸς τοὺς θρασεῖς, φιλάνθρωπος πρὸς τοὺς ταπεινοὺς, παρηγορῶν κακουμένους, ἐπισκεπτόμενος τοὺς ἐν ὀδύναις, μηδένα καθάπαξ ὑπερορῶν, γλυκὺς ἐν προσηγορίᾳ, φαιδρὸς ἐν ἀποκρίσει, δεξιὸς, εὐπρόσιτος ἅπασι, μήτε σεαυτοῦ διεξιὼν ἐγκώμια, μηδὲ ἑτέρους λέγειν παρασκευάζων, μηδὲ λόγον ἄσεμνον ἀποδεχόμενος, ἐπικαλύπτων ὅσα δυνατὸν τῶν σεαυτοῦ πλεονεκτημάτων· ἐπὶ δὲ τοῖς ἁμαρτήμασι κατηγορῶν σεαυτοῦ, καὶ μὴ τοὺς ἑτέρων ἐλέγχους ἀναμένων, ἵνα γένῃ κατὰ τὸν δίκαιον τὸν ἑαυτοῦ κατήγορον ἐν πρωτολογίᾳ, ἵνα ᾖς κατὰ τὸν Ἰὼβ, ὃς οὐ διετράπη πολυοχλίαν πόλεως, ἐπ᾽ αὐτῶν ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα.

Μὴ βαρὺς ἐν ἐπιτιμήσεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων (αὔθαδες γὰρ τὸ τοιοῦτον), μηδὲ ἐπὶ μικροῖς καταδικάζων, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· τοὺς ἐν παραπτώματι προσλαμβανόμενος, καὶ πνευματικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος παραινεῖ· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς· τοσαύτην ποιούμενος σπουδὴν μὴ δοξάζεσθαι παρὰ ἀνθρώποις, ὅσην ἕτεροι περὶ τοῦ δοξάζεσθαι, εἴ γε μέμνησαι τοῦ Χριστοῦ, ζημίαν λέγοντος εἶναι τοῦ παρὰ Θεῷ μισθοῦ, τὴν ἑκούσιον παρὰ ἀνθρώποις ἐπιφάνειαν, καὶ τὸ ποιεῖν ἀγαθὸν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· Ἀπέχουσι γὰρ, φησὶν, τὸν μισθὸν αὐτῶν. Μὴ τοίνυν ζημίου σεαυτὸν, ἐπὶ ἀνθρώπων φαίνεσθαι βουλόμενος. Ἐπειδὴ Θεὸς μέγας θεατὴς, φιλοδόξησον ἐπὶ Θεοῦ· λαμπρὸν γὰρ ἀποδίδωσι τὸν μισθόν. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; Γίνου τοῖς ὑπηκόοις ἴσος, Μὴ ὡς κατεξουσιάζων τῶν κλήρων, φησὶ, μηδὲ κατὰ τοὺς κοσμικοὺς ἄρχοντας. Τὸν γὰρ θέλοντα πρῶτον εἶναι, δοῦλον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Καθόλου δὲ εἰπεῖν, οὕτω δίωξον τὴν ταπεινοφροσύνην, ὡς ἐραστὴς αὐτῆς. Ἐράσθητι αὐτῆς, καὶ δοξάσει σε. Οὕτω καλῶς ἐπὶ δόξαν ὁδεύσεις τὴν ἀληθῆ, τὴν ἐν ἀγγέλοις, τὴν παρὰ Θεῷ.