Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ ταπεινοφροσύνης

Μέγας Βασίλειος

Η ματαιότητα της ανθρώπινης έπαρσης και των εγκοσμίων αγαθών

Αναφορά στην αρχική πτώση του ανθρώπου διά της αλαζονείας και ανάλυση της αναξιότητας του πλούτου, της κοσμικής εξουσίας, των σωματικών χαρισμάτων και της ανθρώπινης σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 6

ΟΜΙΛΙΑ Κʹ. Περὶ ταπεινοφροσύνης. Ὤφειλεν ἄνθρωπος ἐν τῇ παρὰ Θεῷ δόξῃ μεμενηκέναι, καὶ εἶχεν ἂν ὕψος οὐκ ἐπίπλαστον, ἀλλ᾽ ἀληθινὸν, δυνάμει Θεοῦ μεγαλυνόμενος, σοφίᾳ θείᾳ φαιδρυνόμενος, αἰωνίᾳ ζωῇ καὶ τοῖς ἀγαθοῖς εὐφραινόμενος.

Ἐπειδὴ δὲ τὴν τῆς θείας δόξης ἐπιθυμίαν μετέθηκε, καὶ μείζονα προσδοκήσας, καὶ σπεύσας ὅπερ οὐκ ἐδύνατο λαβεῖν, ἀπώλεσεν ὅπερ ἔχειν ἐδύνατο· μεγίστη σωτηρία αὐτῷ, καὶ τῆς νόσου θεραπεία, καὶ πρὸς τὸ ἐξ ἀρχῆς ἐπάνοδος, ἀτυφία, καὶ τὸ μὴ φαντάζεσθαι δόξης τινὸς περιβολὴν δι᾽ ἑαυτοῦ, ἀλλὰ ζητεῖν παρὰ Θεοῦ. Οὕτω γὰρ διορθώσει τὸ πταῖσμα, οὕτως ἰάσεται τὸ νόσημα· οὕτως ἀναδραμεῖται πρὸς τὴν ἱερὰν, ἣν κατέλιπεν, ἐντολήν. Ἀλλ᾽ ὁ καταβαλὼν ἐλπίδι δόξης ψευδοῦς τὸν ἄνθρωπον διάβολος οὐ παύεται τοῖς αὐτοῖς ἐρεθίσμασιν ἐκκαλούμενος, καὶ μυρία μηχανήματα πρὸς τοῦτο ἐξευρίσκων· μέγα μὲν ἐπιδεικνὺς αὐτῷ, χρημάτων περιβολὴν, ἵνα ἐπὶ τούτῳ μεγαλύνηται καὶ περὶ τοῦτο σπουδάζῃ· ὅπερ ἐστὶν οὐδὲν μὲν εἰς δόξαν, μέγα δὲ εἰς κίνδυνον. Χρημάτων γὰρ πορισμὸς πλεονεξίας μὲν ὑπόθεσις· κτῆσις δὲ οὐδὲν εἰς εὐδοξίαν· ἀλλὰ μάτην τυφλοῖ, διακενῆς ἐπαίρει, φλεγμονῇ τινι παραπλήσιον πάθος ἐργάζεται περὶ τὴν ψυχήν. Οὐ γὰρ ὑγιὴς ὄγκος οὐδὲ ὠφέλιμος ὁ τῶν φλεγμαινόντων σωμάτων, ἀλλὰ νοσώδης, ἐπιβλαβὴς, ἀρχὴ κινδύνου, καὶ πρόφασις ἀπωλείας. Τοιοῦτο καὶ περὶ ψυχὴν ὑπερηφανία.

Καὶ γὰρ οὐ μόνον ἐπὶ χρήμασιν ἔπαρσις γίνεται, οὐδὲ μόνον ταῖς ἀπὸ τῶν χρημάτων κομπώδεσι διαίταις τε καὶ περιβολαῖς ἐπαίρονται ἄνθρωποι, πολυτελεῖς ὑπὲρ τὴν χρείαν παρατιθέμενοι τραπέζας τρυφηλὰς, οὐκ ἀναγκαίας περιβαλλόμενοι τὰς ἐσθῆτας, οἴκων μεγέθη κατασκευάζοντες καὶ κάλλει ποικίλλοντες, οἰκετῶν ἀκολούθων πλήθη καὶ κολάκων ἀναριθμήτων ἐξηρτημένοι συστήματα· ἀλλὰ καὶ χειροτονητοῖς ἀξιώμασιν ὑπὲρ φύσιν ὑψοῦνται. Εἰ δῆμος ἀξίωμα δῷ· εἴ τινος προεδρίας ἀξιώσειε, καὶ τὸ τῆς ὑπεροχῆς ἀξίωμα ψηφίσαιτο αὐτῷ· καὶ ἐνταῦθα δὴ, καθάπερ ὑπερβάλλοντες τὴν ἀνθρώπειον φύσιν, μόνον τὴν οὐκ ἐπὶ νεφελῶν ἱδρῦσθαι νομίζουσι, πάτημα τοὺς ὑποκειμένους ἀνθρώπους ἡγούμενοι, καὶ κατὰ τῶν τὴν ἀξίαν δεδωκότων αὐτοῖς ἐπαιρόμενοι, καὶ δι᾽ ὧν εἶναι δοκοῦσί τινες, κατὰ τούτων ἀλαζονευόμενοι· πρᾶγμα πλῆρες ἀνοίας ὑπομένοντες, ὀνείρου σαθροτέραν ἔχοντες δόξαν, καὶ ματαιοτέραν φασμάτων νυκτερινῶν περιβεβλημένοι λαμπρότητα, νεύματι δήμου συνισταμένην, καὶ νεύματι διαλυομένην.

Οἷος ἦν ὁ παράφρων ἐκεῖνος, ὁ τοῦ Σολομῶντος υἱὸς, ὁ νέος τὴν ἡλικίαν, καὶ τὰς φρένας νεώτερος, ὁ τῷ δήμῳ ζητοῦντι πραοτέραν ἡγεμονίαν ἀπειλήσας χαλεπωτέραν, καὶ διὰ τῆς ἀπειλῆς ἀπολέσας τὴν βασιλείαν, δι᾽ ἧς προσεδόκησε βασιλικώτερος ὀφθήσεσθαι, διὰ ταύτης καθαιρεθεὶς ἧς εἶχεν ἀξίας. Θρασύνει δὲ ἄνθρωπον καὶ χειρῶν δύναμις, καὶ τάχος ποδῶν, καὶ σώματος εὐμορφία· νόσων παραναλώματα, καὶ χρόνου δαπανήματα· καὶ οὐκ αἰσθάνεται, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Τοιαῦται γιγάντων ἐπὶ δυνάμει ἀλαζονεῖαι, καὶ Γολιὰθ ἀνοήτου φρόνημα θεομάχον, καὶ ὁ κάλλει μέγα φρονῶν Ἀδωνίας, καὶ μεγέθει κόμης ἐπαιρόμενος Ἀβεσσαλώμ.

Ὃ δὲ δοκεῖ τῶν ἄλλων τῶν ὑπαρχόντων ἀνθρώποις καλῶν μέγιστον εἶναι καὶ βεβαιότερον, ἡ σοφία καὶ ἡ φρόνησις, καὶ τοῦτο ματαῖον ἔχει τὴν ἔπαρσιν, καὶ ὕψος οὐκ ἀληθὲς παρασκευάζει· τῆς παρὰ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν τούτων λογιζομένων.

Διαπίπτει μὲν γὰρ αὐτῷ τῷ διαβόλῳ τὸ κατὰ τοῦ ἀνθρώπου σόφισμα, καὶ καθ᾽ ἑαυτοῦ τεχνάσας ἔλαθεν ὃ κατὰ τοῦ ἀνθρώπου μεμηχάνηται, οὐδὲν τοσοῦτον ἐκεῖνον ζημιώσας, ὂν ἤλπισεν ἀπαλλοτριώσειν Θεοῦ καὶ ζωῆς αἰωνίου, ὅσον ἑαυτὸν προδοὺς, ἀποστάτης Θεοῦ γεγονὼς, καὶ θανάτῳ καταδικασθεὶς αἰωνίῳ. Καὶ τὴν κατὰ τοῦ Κυρίου στήσας παγίδα, διὰ ταύτης ἑάλω, σταυρωθεὶς ἐν ᾧ σταυρώσειν προσεδόκησε, καὶ ἀποθανὼν ἐν ᾧ τὸν Κύριον ἤλπισεν ἀναιρήσειν θανάτῳ. Εἰ δὲ ὁ τοῦ κόσμου ἄρχων, ὁ πρῶτος καὶ μέγιστος καὶ ἀόρατος τῆς κοσμικῆς σοφίας σοφιστὴς, ἁλίσκεται τοῖς ἑαυτοῦ σοφίσμασιν, εἰς τὴν ἐσχάτην περιιστάμενος ἀφροσύνην, πολλῷ μᾶλλον οἱ ἐκείνου μαθηταὶ καὶ ζηλωταὶ, κἂν μυρία σοφίσωνται, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.

Κατασοφίζεται Φαραὼ ἐπ᾽ ὀλέθρῳ Ἰσραήλ· ἀλλ᾽ ἔλαθεν ὁ κατασοφισμὸς αὐτῷ διαλυθεὶς, ὅθεν οὐ προσεδόκησε. Καὶ βρέφος ἐκτεθὲν διὰ τὸ πρόσταγμα αὐτοῦ εἰς θάνατον λανθάνει τρεφόμενον ἐπὶ τῆς οἰκίας τῆς βασιλικῆς, καὶ καθαιροῦν τὴν ἐκείνου δύναμιν καὶ τὴν τοῦ παντὸς ἔθνους, καὶ τὸν Ἰσραὴλ ἐξάγον εἰς σωτηρίαν. Ὁ δὲ ἀνδροφόνος Ἀβιμέλεχ, ὁ τοῦ Γεδεὼν νόθος υἱὸς, ὁ τοὺς ἑβδομήκοντα παῖδας τοὺς γνησίους ἀποκτείνας, καὶ σοφὸν τοῦτο νομίσας ἐξευρηκέναι πρὸς τὸ βεβαίως τὴν βασιλείαν κατασχεῖν, συντρίβει μὲν τοὺς συνεργοὺς αὐτῷ τοῦ φόνου γενομένους, συντρίβεται δὲ ὑπ᾽ αὐτῶν· καὶ τέλος ἀπόλλυται χειρὶ γυναικὸς καὶ λίθου βολῇ. Καὶ ἐσοφίσαντο πάντες Ἰουδαῖοι κατὰ τοῦ Κυρίου βούλευμα ὀλέθριον, ἑαυτοῖς λέγοντες· Ἐὰν ἀφῶμεν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος.

Ἐκ τούτου τοῦ βουλεύματος ἐπὶ τὴν Χριστοκτονίαν ἐλθόντες, ὡς τὸ ἔθνος αὐτοὶ καὶ τὴν χώραν διασώσοντες, ἀπολώλασι δι᾽ ὧν ἐβουλεύσαντο, καὶ ἐκ τῆς χώρας ἀνάστατοι, καὶ τῶν νόμων ἀλλότριοι καὶ τῆς λατρείας γεγενημένοι. Καὶ ὅλως ἐν μυρίοις ἄν τις καταμάθοι παραδείγμασι σαθρὸν τὸ τῆς ἀνθρωπίνης σοφίας πλεονέκτημα, μικρόν τε καὶ ταπεινὸν μᾶλλον ἢ μέγα καὶ ὑψηλόν.