Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Προοίμιο και έπαινος της φιλομάθειας

Εισαγωγικές παρατηρήσεις και έπαινος προς τον Αμφιλόχιο για το ειλικρινές ενδιαφέρον του στη θεολογική έρευνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 16

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου. ΚΕΦΑΛΑΙΟΝ Αʹ Προοίμιον ἐν ᾧ ὅτι ἀναγκαῖαι αἱ περὶ τῶν μικροτάτων μερῶν τῆς θεολογίας ἔρευναι. Ἐπῄνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι᾽ ἣν οὐδεμίαν ἀδιερεύνητον οἴει χρῆναι καταλιμπάνειν φωνήν, τῶν ὅσαι περὶ Θεοῦ κατὰ πᾶσαν χρείαν τοῦ λόγου προφέρονται, ὦ φίλη κεφαλὴ καὶ τιμιωτάτη μοι πασῶν, ἀδελφὲ Ἀμφιλόχιε. Καλῶς γὰρ ἀκούσας τῆς παραινέσεως τοῦ Κυρίου, ὅτι «Πᾶς ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει», τῇ περὶ τὸ αἰτεῖν ἐμμελείᾳ, καὶ τὸν ὀκνηρότατόν μοι δοκεῖς ἂν διαναστῆσαι πρὸς τὴν μετάδοσιν.

Ἐκεῖνο δέ σου καὶ πλέον ἄγαμαι, ὅτι οὐ πείρας ἕνεκεν κατὰ τοὺς πολλοὺς τῶν νῦν τὰς ἐρωτήσεις προτείνῃ, ἀλλὰ τοῦθ᾽ ὅπερ ἐστὶν αὐτὸ τὸ ἀληθὲς ἐξευρεῖν. Τῶν μὲν γὰρ ὠτακουστούντων νῦν καὶ διερωτώντων ἡμᾶς εὐθηνία πολλή. Φιλομαθεῖ δὲ ψυχῇ, καὶ πρὸς ἀγνοίας ἴασιν τὴν ἀλήθειαν ἐκζητούσῃ χαλεπώτατον ἐντυχεῖν. Ὡς γὰρ παγὶς θηρατῶν, καὶ πολεμούντων ἐνέδρα, κεκρυμμένον τὸν δόλον καὶ ἐγκατάσκευον ἔχει τὰ τῶν πολλῶν ἐρωτήματα, οἳ προβάλλουσι λόγους, οὐχ ἵνα τι χρήσιμον λάβωσιν ἐξ αὐτῶν, ἀλλ᾽ ὅπως, ἐὰν μὴ συμβαινούσας τῇ ἑαυτῶν ἐπιθυμίᾳ τὰς ἀποκρίσεις εὕρωσι, ταύτην ἀφορμὴν δικαίαν ἔχειν δόξωσι τοῦ πολέμου.