Ἔργον
Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος
Η τυπολογία της Παλαιάς Διαθήκης και η πραγματικότητα της χάριτος
Ερμηνεία των γεγονότων της Εξόδου ως προτυπώσεων του μυστηρίου του βαπτίσματος και της σωτηριώδους ενέργειας του Αγίου Πνεύματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η τυπολογία της Παλαιάς Διαθήκης και η πραγματικότητα της χάριτος
Ερμηνεία των γεγονότων της Εξόδου ως προτυπώσεων του μυστηρίου του βαπτίσματος και της σωτηριώδους ενέργειας του Αγίου Πνεύματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ Ἔνστασις, ὅτι καὶ εἰς Μωϋσῆν τινες ἐβαπτίσθησαν, καὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ πρὸς ταύτην ἀπάντησις, ἐν οἷς καὶ τὰ περὶ τύπων. Ἀλλ᾽ οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ᾽ οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ «καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ».
Ὁμοίως δὲ καὶ ἡ πίστις ὁμολογεῖται ἤδη καὶ εἰς ἀνθρώπους γεγενῆσθαι. «Ἐπίστευσε γὰρ ὁ λαὸς τῷ Θεῷ καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ.» Τί οὖν, φησίν, ἐκ τῆς πίστεως καὶ τοῦ βαπτίσματος τὸ ἅγιον Πνεῦμα τοσοῦτον ἀνυψοῖς καὶ μεγαλύνεις ὑπὲρ τὴν κτίσιν, ὁπότε τὰ αὐτὰ καὶ ἀνθρώποις ἤδη προσμεμαρτύρηται;
Τί οὖν ἐροῦμεν; Ὅτι εἰς μὲν τὸ Πνεῦμα ἡ πίστις, ὡς εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱόν· ὁμοίως δὲ καὶ τὸ βάπτισμα. Ἡ δὲ εἰς τὸν Μωϋσῆν καὶ τὴν νεφέλην, ὡς εἰς σκιὰν καὶ τύπον. Οὐ δήπου δέ, ἐπειδὴ μικροῖς καὶ ἀνθρωπίνοις προδιαμορφοῦται τὰ θεῖα, μικρά τίς ἐστι καὶ ἡ τῶν θείων φύσις, ἣν ἡ τῶν τύπων σκιαγραφία πολλάκις προαπεσήμηνεν.
Ἔστι γὰρ ὁ τύπος προσδοκωμένων δήλωσις διὰ μιμήσεως, ἐνδεικτικῶς τὸ μέλλον προϋποφαίνων. Ὡς ὁ Ἀδὰμ τύπος τοῦ μέλλοντος, καὶ ἡ πέτρα τυπικῶς ὁ Χριστός· καὶ τὸ τῆς πέτρας ὕδωρ, τῆς ζωτικῆς τοῦ Λόγου δυνάμεως. «Εἴ τις γάρ, φησί, διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Καὶ τὸ μάννα τοῦ ζῶντος ἄρτου, τοῦ ἐκ τοῦ οὐρανοῦ καταβάντος· καὶ ὁ ἐπὶ σημείου κείμενος ὄφις, τοῦ σωτηρίου πάθους τοῦ διὰ τοῦ σταυροῦ τελεσθέντος· διὸ καὶ οἱ ἀποβλέποντες εἰς αὐτὸν διεσῴζοντο. Οὕτω δὴ καὶ τὰ περὶ τῆς ἐξαγωγῆς τοῦ Ἰσραὴλ εἰς ἔνδειξιν τῶν διὰ τοῦ βαπτίσματος σῳζομένων ἱστόρηται. Διεσώθη γὰρ τῶν Ἰσραηλιτῶν τὰ πρωτότοκα, ὡς καὶ τῶν βαπτιζομένων τὰ σώματα, διδομένης τῆς χάριτος τοῖς σημειωθεῖσιν ὑπὸ τοῦ αἵματος. Τὸ μὲν γὰρ αἷμα τοῦ προβάτου, τύπος τοῦ αἵματος τοῦ Χριστοῦ· τὰ δὲ πρωτότοκα, τύπος τοῦ πρωτοπλάστου· ὃς ἐπειδὴ ἀναγκαίως ἡμῖν ἐνυπάρχει τῇ ἀκολουθίᾳ τῆς διαδοχῆς μέχρι τέλους παραπεμπόμενος, διὰ τοῦτο ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν, καὶ ἐβασίλευσεν ὁ θάνατος μέχρι τῆς τοῦ νόμου πληρώσεως καὶ τῆς τοῦ Χριστοῦ παρουσίας. Διετηρήθη δὲ ὑπὸ τοῦ Θεοῦ τὰ πρωτότοκα, τοῦ μὴ θίγειν τὸν ὀλοθρεύοντα, εἰς ἔνδειξιν τοῦ μηκέτι ἡμᾶς ἀποθνῄσκειν ἐν τῷ Ἀδάμ, τοὺς ζωοποιηθέντας ἐν τῷ Χριστῷ.
Ἡ δὲ θάλασσα καὶ ἡ νεφέλη, πρὸς μὲν τὸ παρόν, εἰς πίστιν ἐνῆγε διὰ τῆς καταπλήξεως· πρὸς δὲ τὸ μέλλον, ὡς τύπος τὴν ἐσομένην χάριν προϋπεσήμαινε. «Τίς σοφός, καὶ συνήσει ταῦτα;» πῶς ἡ θάλασσα βάπτισμα τυπικῶς, χωρισμὸν ποιοῦσα τοῦ Φαραώ, ὡς καὶ τὸ λουτρὸν τοῦτο τῆς τυραννίδος τοῦ διαβόλου.
Ἀπέκτεινεν ἐκείνη ἐν ἑαυτῇ τὸν ἐχθρόν· ἀποθνῄσκει καὶ ὧδε ἡ ἔχθρα ἡμῶν ἡ εἰς Θεόν. Ἐξῆλθεν ἀπ᾽ ἐκείνης ἀπαθὴς ὁ λαός· ἀναβαίνομεν καὶ ἡμεῖς ὡς ἐκ νεκρῶν ζῶντες ἀπὸ τοῦ ὕδατος, χάριτι σωθέντες τῇ τοῦ καλέσαντος ἡμᾶς. Ἡ δὲ νεφέλη σκιὰ τῆς ἐκ τοῦ Πνεύματος δωρεᾶς, τοῦ τὴν φλόγα τῶν παθῶν διὰ τῆς νεκρώσεως τῶν μελῶν καταψύχοντος.
Τί οὖν; ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις; Οὕτω μὲν οὖν οὐδ᾽ ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπερ τὸ ἐν ἑκάστῳ σεμνὸν τοῖς τύποις προδιαβάλλοιμεν. Οὔτε γὰρ ἡ εἰς ἀνθρώπους τοῦ Θεοῦ ἀγάπη μέγα τι καὶ ὑπερφυές, ὃς τὸν μονογενῆ Υἱὸν ἔδωκεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· ἐπειδὴ καὶ Ἀβραὰμ τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο. Οὐδὲ τὸ πάθος τοῦ Κυρίου ἔνδοξον· ἐπειδὴ πρόβατον ἀντὶ Ἰσαὰκ τὸν τύπον ἐπλήρου τῆς προσφορᾶς. Οὔτε ἡ εἰς ᾅδου φοβερὰ κάθοδος· ἐπειδὴ Ἰωνᾶς ἐν τρισὶν ἡμέραις καὶ τοσαύταις νυξὶ τοῦ θανάτου τὸν τύπον προεξεπλήρου. Ταὐτὸν τοίνυν ποιεῖ καὶ ἐπὶ τοῦ βαπτίσματος ὁ τῇ σκιᾷ συγκρίνων τὴν ἀλήθειαν, καὶ τοῖς τύποις παραβάλλων τὰ παρ᾽ αὐτῶν σημαινόμενα, καὶ διὰ Μωϋσέως καὶ τῆς θαλάσσης πᾶσαν ὁμοῦ διασύρειν τὴν εὐαγγελικὴν οἰκονομίαν ἐπιχειρῶν. Ποία γὰρ ἄφεσις παραπτωμάτων; ποία ζωῆς ἀνανέωσις ἐν θαλάσσῃ; ποῖον χάρισμα πνευματικὸν διὰ Μωϋσέως; ποία νέκρωσις ἁμαρτημάτων ἐκεῖ; Οὐ συναπέθανον ἐκεῖνοι Χριστῷ· διόπερ οὐδὲ συνηγέρθησαν. Οὐκ ἐφόρεσαν τὴν εἰκόνα τοῦ ἐπουρανίου, οὐ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιήνεγκαν, οὐκ ἀπεδύσαντο τὸν παλαιὸν ἄνθρωπον, οὐκ ἐνεδύσαντο τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
Τί οὖν συγκρίνεις τὰ βαπτίσματα, ὧν ἡ προσηγορία μόνη κοινή, ἡ δὲ τῶν πραγμάτων διαφορὰ τοσαύτη, ὅση ἂν γένοιτο ὀνείρου πρὸς τὴν ἀλήθειαν καὶ σκιᾶς καὶ εἰκόνων πρὸς τὰ κατ᾽ οὐσίαν ὑφεστηκότα;
Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν· ἀλλὰ κατὰ τὸν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶν ὅλων ὁμολογίαν κατασμικρύνει. «Ἐπίστευσε γάρ, φησίν, ὁ λαὸς τῷ Θεῷ καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ.» Θεῷ τοίνυν συνέζευκται, οὐχὶ τῷ Πνεύματι· καὶ τύπος ἦν οὐχὶ τοῦ Πνεύματος, ἀλλὰ τοῦ Χριστοῦ. Τὸν γὰρ μεσίτην Θεοῦ καὶ ἀνθρώπων δι᾽ ἑαυτοῦ τότε προαπετύπου ἐν τῇ τοῦ νόμου διακονίᾳ. Οὐ γὰρ τοῦ Πνεύματος τύπος ἦν Μωϋσῆς, τὰ πρὸς τὸν Θεὸν τῷ λαῷ μεσιτεύων. Ἐδόθη γὰρ νόμος «διαταγεὶς δι᾽ ἀγγέλων, ἐν χειρὶ μεσίτου»—δηλαδὴ τοῦ Μωϋσέως—, κατὰ τὴν πρόκλησιν τοῦ λαοῦ λέγοντος· «Λάλησον σύ, φησί, πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός.» Ὥστε ἡ εἰς αὐτὸν πίστις ἐπὶ τὸν Κύριον ἀναφέρεται, τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων, τὸν εἰπόντα· «Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί.» Ἆρα οὖν μικρὸν ἡ εἰς τὸν Κύριον πίστις, ἐπειδὴ διὰ Μωϋσέως προεσημάνθη; Οὕτως οὐδὲ εἴ τις εἰς Μωϋσῆν ἐβαπτίσθη, μικρὰ ἡ ἀπὸ τοῦ Πνεύματος ἐπὶ τὸ βάπτισμα χάρις. Καίτοιγε ἔχω λέγειν, ὅτι Μωϋσῆν καὶ τὸν νόμον τῇ Γραφῇ λέγειν σύνηθες, ὡς τό· «Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας.» Τὸ οὖν νομικὸν βάπτισμα λέγων, «ἐβαπτίσθησαν, εἶπεν, εἰς τὸν Μωϋσῆν».
Τί οὖν τὸ καύχημα τῆς ἐλπίδος ἡμῶν, καὶ τὴν πλουσίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν δωρεάν, τοῦ διὰ τῆς παλιγγενεσίας ἀνακαινίζοντος ἡμῶν, ὡς ἀετοῦ, τὴν νεότητα, εὐκαταφρόνητον δεικνύουσιν οἱ ἀπὸ τῆς σκιᾶς καὶ τῶν τύπων τὴν ἀλήθειαν διαβάλλοντες;
Ἦπου νηπίας φρενὸς παντελῶς τοῦτο, καὶ παιδός τινος ὡς ἀληθῶς γάλακτος δεομένου, ἀγνοεῖν τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυστήριον, ὅτι κατὰ τὸν εἰσαγωγικὸν τῆς διδασκαλίας τρόπον, ἐν τῇ κατὰ τὴν εὐσέβειαν γυμνασίᾳ πρὸς τὴν τελείωσιν ἐναγόμενοι, τοῖς εὐληπτοτέροις πρῶτον καὶ συμμέτροις ἡμῖν κατὰ τὴν γνῶσιν ἐστοιχειώθημεν· τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα, ὥσπερ ὀφθαλμοὺς ἐν σκότῳ τραφέντας, τῷ κατ᾽ ὀλίγον ἐθισμῷ πρὸς τὸ μέγα φῶς τῆς ἀληθείας ἀνάγοντος.
Φειδοῖ γὰρ τῆς ἀσθενείας ἡμῶν, ἐν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας αὐτοῦ καὶ τοῖς ἀνεξιχνιάστοις κρίμασι τῆς συνέσεως τὴν προσηνῆ ταύτην καὶ εὐάρμοστον ἡμῖν ὑπέδειξεν ἀγωγήν, τὰς σκιὰς πρότερον ὁρᾷν τῶν σωμάτων καὶ ἐν ὕδατι βλέπειν τὸν ἥλιον προεθίζων, ὡς μὴ εὐθὺς τῇ θέᾳ τοῦ ἀκράτου φωτὸς προσβαλόντας ἀμαυρωθῆναι. Κατὰ γὰρ τὸν ἴσον λόγον ὅ τε νόμος, «σκιὰν ἔχων τῶν μελλόντων», καὶ ἡ διὰ τῶν προφητῶν προτύπωσις, αἴνιγμα οὖσα τῆς ἀληθείας, γυμναστήρια τῶν ὀφθαλμῶν τῆς καρδίας ἐπινενόηται· ὡς ἀπὸ τούτων ῥᾳδίας τῆς μεταβάσεως ἡμῖν πρὸς τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ σοφίαν γενησομένης.
Τὰ μὲν οὖν περὶ τύπων, ἐπὶ τοσοῦτον. Καὶ γὰρ οὐδὲ δυνατὸν ἐπὶ πλέον προσδιατρίψαι τῷ τόπῳ, ἢ οὕτω γ᾽ ἂν τὸ ἐπεισόδιον πολλαπλάσιον εἴη τοῦ κεφαλαίου.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα· ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος. Τί οὖν πρὸς τούτοις ἔτι; Πολλῶν γὰρ διαλύσεων εὐποροῦσιν. Καὶ εἰς ὕδωρ, φασί, βαπτιζόμεθα, καὶ οὐ δήπου τὸ ὕδωρ πάσης ὁμοῦ τῆς κτίσεως προτιμήσομεν, ἢ καὶ αὐτῷ τῆς Πατρὸς καὶ Υἱοῦ τιμῆς μεταδώσαμεν. Οἱ μὲν οὖν ἐκείνων λόγοι τοιοῦτοι, ὁποῖοι ἂν γένοιντο ἀνθρώπων ὠργισμένων, καὶ διὰ τὴν ἐκ τοῦ πάθους τῶν λογισμῶν ἐπισκότησιν, μηδενὸς φειδομένων πρὸς τὴν τοῦ λελυπηκότος ἄμυναν. Ἡμεῖς δὲ οὐδὲ τὸν περὶ τούτων κατοκνήσομεν λόγον. Ἢ γὰρ ἀγνοοῦντας διδάξομεν, ἢ κακουργοῦσιν οὐκ ἐπιτρέψομεν. Μικρὸν δὲ ἄνωθεν.
Ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν περὶ τὸν ἄνθρωπον οἰκονομία ἀνάκλησίς ἐστιν ἀπὸ τῆς ἐκπτώσεως, καὶ ἐπάνοδος εἰς οἰκείωσιν Θεοῦ ἀπὸ τῆς διὰ τὴν παρακοὴν γενομένης ἀλλοτριώσεως. Διὰ τοῦτο ἡ μετὰ σαρκὸς ἐπιδημία Χριστοῦ· αἱ τῶν εὐαγγελικῶν πολιτευμάτων ὑποτυπώσεις· τὰ πάθη· ὁ σταυρός· ἡ ταφή· ἡ ἀνάστασις· ὥστε τὸν σῳζόμενον ἄνθρωπον διὰ μιμήσεως Χριστοῦ, τὴν ἀρχαίαν ἐκείνην υἱοθεσίαν ἀπολαβεῖν. Ἀναγκαία τοίνυν ἐστὶ πρὸς τελείωσιν ζωῆς, ἡ Χριστοῦ μίμησις, οὐ μόνον ἐν τοῖς κατὰ τὸν βίον ὑποδείγμασιν ἀοργησίας καὶ ταπεινοφροσύνης καὶ μακροθυμίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ θανάτου, ὡς Παῦλός φησιν ὁ μιμητὴς τοῦ Χριστοῦ· «Συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐκ νεκρῶν ἐξανάστασιν.» Πῶς οὖν γινόμεθα ἐν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ;
Συνταφέντες αὐτῷ διὰ τοῦ βαπτίσματος. Τίς οὖν ὁ τρόπος τῆς ταφῆς; καὶ τί τὸ ἐκ τῆς μιμήσεως χρήσιμον; Πρῶτον μὲν ἀναγκαῖον, τὴν ἀκολουθίαν τοῦ προτέρου βίου διακοπῆναι. Τοῦτο δὲ ἀδύνατον, μὴ «ἄνωθεν γεννηθέντα», κατὰ τὴν τοῦ Κυρίου φωνήν. Ἡ γὰρ παλιγγενεσία, ὡς καὶ αὐτὸ δηλοῖ τὸ ὄνομα, δευτέρου βίου ἐστὶν ἀρχή. Ὥστε δὲ ἄρξασθαι τοῦ δευτέρου, πέρας χρὴ δοῦναι τῷ προλαβόντι. Ὡς γὰρ ἐπὶ τῶν τὸν δίαυλον ἀνακαμπτόντων, στάσις τις καὶ ἐπηρέμησις τὰς ἐναντίας κινήσεις διαλαμβάνει· οὕτω καὶ ἐπὶ τῆς τῶν βίων μεταβολῆς ἀναγκαῖον ἐφάνη θάνατον ἀμφοτέροις μεσιτεῦσαι τοῖς βίοις, περατοῦντα μὲν τὰ προάγοντα, ἀρχὴν δὲ διδόντα τοῖς ἐφεξῆς. Πῶς οὖν κατορθοῦμεν τὴν εἰς ᾅδου κατάβασιν; Μιμούμενοι τὴν ταφὴν τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος. Οἱονεὶ γὰρ ἐνθάπτεται τῷ ὕδατι τῶν βαπτιζομένων τὰ σώματα. Ἀπόθεσιν οὖν τῶν ἔργων τῆς σαρκὸς συμβολικῶς ὑποφαίνει τὸ βάπτισμα, κατὰ τὸν ἀπόστολον λέγοντα, ὅτι «Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι». Καὶ οἱονεὶ καθάρσιόν ἐστι ψυχῆς τοῦ ἀπὸ τοῦ σαρκικοῦ φρονήματος αὐτῇ προσγενομένου ῥύπου, κατὰ τὸ γεγραμμένον, ὅτι «Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι».
Διὰ τοῦτο οὐχὶ Ἰουδαϊκῶς ἐφ᾽ ἑκάστῳ μολύσματι ἀπολουόμεθα, ἀλλ᾽ ἓν οἴδαμεν τὸ σωτήριον βάπτισμα· ἐπειδὴ εἷς ἐστιν ὁ ὑπὲρ τοῦ κόσμου θάνατος, καὶ μία ἡ ἐκ νεκρῶν ἐξανάστασις, ὧν τύπος ἐστὶ τὸ βάπτισμα. Τούτου χάριν ὁ τὴν ζωὴν ἡμῶν οἰκονομῶν Κύριος τὴν τοῦ βαπτίσματος ἡμῖν ἔθετο διαθήκην, θανάτου τύπον καὶ ζωῆς περιέχουσαν· τὴν μὲν τοῦ θανάτου εἰκόνα τοῦ ὕδατος ἐκπληροῦντος, τὸν δὲ τῆς ζωῆς ἀρραβῶνα παρεχομένου τοῦ Πνεύματος.
Ὥστε σαφὲς ἡμῖν ἐντεῦθεν γέγονε τὸ ζητούμενον, διὰ τί τῷ Πνεύματι τὸ ὕδωρ συμπαρελήφθη. Ὅτι δύο σκοπῶν ἐν τῷ βαπτίσματι προκειμένων, καταργῆσαι μὲν τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι αὐτὸ καρποφορεῖν τῷ θανάτῳ, ζῆν δὲ τῷ Πνεύματι, καὶ τὸν καρπὸν ἔχειν ἐν ἁγιασμῷ· τὸ μὲν ὕδωρ, τοῦ θανάτου τὴν εἰκόνα παρέχει, ὥσπερ ἐν ταφῇ τὸ σῶμα παραδεχόμενον· τὸ δὲ Πνεῦμα τὴν ζωοποιὸν ἐνίησι δύναμιν, ἀπὸ τῆς κατὰ τὴν ἁμαρτίαν νεκρότητος εἰς τὴν ἐξ ἀρχῆς ζωὴν τὰς ψυχὰς ἡμῶν ἀνακαινίζον. Τοῦτο οὖν ἐστι τὸ ἄνωθεν γεννηθῆναι ἐξ ὕδατος καὶ Πνεύματος· ὡς τῆς μὲν νεκρώσεως ἐν τῷ ὕδατι τελουμένης· τῆς δὲ ζωῆς ἡμῶν ἐνεργουμένης διὰ τοῦ Πνεύματος. Ἐν τρισὶν οὖν καταδύσεσι καὶ ἰσαρίθμοις ταῖς ἐπικλήσεσι, τὸ μέγα μυστήριον τοῦ βαπτίσματος τελειοῦται, ἵνα καὶ ὁ τοῦ θανάτου τύπος ἐξεικονισθῇ καὶ τῇ παραδόσει τῆς θεογνωσίας τὰς ψυχὰς φωτισθῶσιν οἱ βαπτιζόμενοι. Ὥστε εἴ τίς ἐστιν ἐν τῷ ὕδατι χάρις, οὐκ ἐκ τῆς φύσεώς ἐστι τοῦ ὕδατος, ἀλλ᾽ ἐκ τῆς τοῦ Πνεύματος παρουσίας. Οὐ γάρ ἐστι τὸ βάπτισμα «ῥύπου σαρκὸς ἀπόθεσις, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν».
Πρὸς οὖν τὸν ἐξ ἀναστάσεως βίον καταρτίζων ἡμᾶς ὁ Κύριος, τὴν εὐαγγελικὴν πᾶσαν ἐκτίθεται πολιτείαν, τὸ ἀόργητον, τὸ ἀνεξίκακον, τὸ φιληδονίας ἀρρύπωτον, τὸ ἀφιλάργυρον τοῦ τρόπου νομοθετῶν· ὥστε ἅπερ ὁ αἰὼν ἐκεῖνος κατὰ τὴν φύσιν κέκτηται, ταῦτα προλαβόντας ἡμᾶς ἐκ προαιρέσεως κατορθοῦν. Εἰ τοίνυν τις ὁριζόμενος εἴποι τὸ εὐαγγέλιον εἶναι τοῦ ἐξ ἀναστάσεως βίου προδιατύπωσιν, οὐκ ἄν μοι δοκῇ τοῦ προσήκοντος ἁμαρτεῖν. Ἐπὶ οὖν τὸν σκοπὸν ἐπανέλθωμεν.
Διὰ Πνεύματος ἁγίου ἡ εἰς παράδεισον ἀποκατάστασις· ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος· ἡ εἰς υἱοθεσίαν ἐπάνοδος· ἡ παρρησία τοῦ καλεῖν ἑαυτῶν Πατέρα τὸν Θεόν, κοινωνὸν γενέσθαι τῆς χάριτος τοῦ Χριστοῦ, τέκνον φωτὸς χρηματίζειν, δόξης ἀϊδίου μετέχειν, καὶ ἁπαξαπλῶς ἐν παντὶ πληρώματι εὐλογίας γενέσθαι, ἔν τε τῷ αἰῶνι τούτῳ καὶ ἐν τῷ μέλλοντι· τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων ἡμῖν ἀγαθῶν, ὧν διὰ πίστεως ἀπεκδεχόμεθα τὴν ἀπόλαυσιν, ὡς ἤδη παρόντων, τὴν χάριν ἐνοπτριζόμενοι. Εἰ γὰρ ὁ ἀρραβὼν τοιοῦτος, ἡλίκον τὸ τέλειον; καὶ εἰ ἡ ἀπαρχὴ τοσαύτη, τίς ἡ τοῦ ὅλου πλήρωσις;
Ἔτι κἀκεῖθεν τῆς ἀπὸ τοῦ Πνεύματος χάριτος πρὸς τὸ ἐν ὕδατι βάπτισμα, γνώριμον τὸ διάφορον· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ἐν ὕδατι· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. «Ἐγὼ μὲν γὰρ ὑμᾶς, φησί, βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν· οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί»· τὸ τοῦ πυρὸς βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν λέγων, καθά φησιν ὁ ἀπόστολος· «Ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει.» Καὶ πάλιν· «Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται.» Ἤδη δέ τινες ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν, ἀληθείᾳ καὶ οὐ μιμήσει τὸν ὑπὲρ Χριστοῦ θάνατον ὑποστάντες, οὐδὲν τῶν ἐκ τοῦ ὕδατος συμβόλων εἰς τὴν σωτηρίαν ἐπεδεήθησαν, ἐν τῷ ἰδίῳ αἵματι βαπτισθέντες. Καὶ οὐκ ἀθετῶν τὸ ἐν τῷ ὕδατι βάπτισμα, ταῦτα λέγω· ἀλλὰ τοὺς λογισμοὺς καθαιρῶν τῶν ἐπαιρομένων κατὰ τοῦ Πνεύματος, καὶ μιγνύντων τὰ ἄμικτα, καὶ παρισαζόντων τὰ ἀσυνείκαστα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.