Ἔργον
Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος
Η ακαταληψία και η οφειλόμενη δοξολογία του Αγίου Πνεύματος
Αναφορά στη θεία φύση και πανταχού παρουσία του Πνεύματος, και ανάδειξη του ατόπου της άρνησης της οφειλόμενης δοξολογίας προς Αυτό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ακαταληψία και η οφειλόμενη δοξολογία του Αγίου Πνεύματος
Αναφορά στη θεία φύση και πανταχού παρουσία του Πνεύματος, και ανάδειξη του ατόπου της άρνησης της οφειλόμενης δοξολογίας προς Αυτό.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ Σύστασις τῆς κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέφικτον. Οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας ἔχει καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρὶ καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον, ἀλλὰ καὶ ἐξ ὧν ὁμοίως ἐστὶ πρὸς θεωρίαν δυσέφικτον.
Ἃ γὰρ περὶ τοῦ Πατρός φησιν, ὡς ἐπέκεινα ὄντος ἀνθρωπίνης ἐννοίας, καὶ ἃ περὶ τοῦ Υἱοῦ, ταὐτὰ ὁ Κύριος καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγει· «Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω», τὸν κόσμον λέγων νῦν, οὐχὶ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τὴν ἐπίκηρον ταύτην καὶ μυρίαις μεταβολαῖς ὑποκειμένην ζωήν. Καὶ περὶ ἑαυτοῦ διαλεγόμενος· «Ἔτι μικρόν, φησί, καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με.» Πάλιν ἐνταῦθα τοὺς τῇ ὑλικῇ καὶ σαρκικῇ προσδεδεμένους ζωῇ, καὶ μόνοις ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐπιτρέποντας κόσμον προσαγορεύων, οἳ τῇ ἀπιστίᾳ τῆς ἀναστάσεως οὐκέτι ἔμελλον τοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν Κύριον ἡμῶν ὄψεσθαι.
Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ Πνεύματος εἶπε· «Τὸ Πνεῦμα, φησί, τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει.» Ὁ μὲν γὰρ σάρκινος ἄνθρωπος, ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν, μᾶλλον δὲ ὅλον, ὥσπερ ἐν βορβόρῳ, τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγμένον φέρων, ἀδυνατεῖ πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι. Διὸ ὁ κόσμος, τουτέστιν ἡ τοῖς πάθεσι τῆς σαρκὸς δεδουλωμένη ζωή, οἷον ὀφθαλμὸς ἀσθενὴς φῶς ἡλιακῆς ἀκτῖνος, τὴν τοῦ Πνεύματος χάριν οὐχ ὑποδέχεται.
Τοῖς μέντοι μαθηταῖς ἑαυτοῦ καθαρότητα ζωῆς ἐκ τῶν διδαγμάτων αὐτοῦ μαρτυρήσας ὁ Κύριος, τὸ καὶ ἐποπτικοῖς ἤδη εἶναι καὶ θεωρητικοῖς τοῦ Πνεύματος ἀποδίδωσιν. «Ἤδη γάρ, φησίν, ὑμεῖς καθαροί ἐστε, διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.» Ὅθεν ὁ μὲν κόσμος οὐ δύναται λαβεῖν· οὐ γὰρ θεωρεῖ αὐτό· «Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει.» Ταὐτὰ λέγει καὶ Ἠσαΐας· «Ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ δοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς, καὶ Πνεῦμα τοῖς πατοῦσιν αὐτήν.» Οἱ γὰρ καταπατοῦντες τὰ γήϊνα καὶ ὑπεράνω αὐτῶν γενόμενοι, ἄξιοι τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος μεμαρτύρηνται. Τὸ οὖν ἀχώρητον μὲν τῷ κόσμῳ, τοῖς ἁγίοις δὲ μόνοις διὰ καθαρότητα τῆς καρδίας θεωρητόν, τί χρὴ νομίζεσθαι, ἢ τὰς ποταπὰς τιμὰς συμμέτρους ὑπάρχειν αὐτῷ;
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις. Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περιγραπτῷ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος, οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππῳ, οὐδὲ ὁ ἀπὸ τοῦ θυσιαστηρίου τῷ Ζαχαρίᾳ διαλεγόμενος, κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἐν οὐρανῷ τὴν οἰκείαν στάσιν ἐπλήρου.
Τὸ μέντοι Πνεῦμα ὁμοῦ τε ἐν Ἀββακοὺμ ἐνεργεῖν καὶ ἐν Δανιὴλ ἐπὶ τῆς Βαβυλωνίας πεπίστευται· καὶ ἐν τῷ καταρράκτῃ εἶναι μετὰ Ἰερεμίου καὶ μετὰ Ἰεζεκιὴλ ἐπὶ τοῦ Χοβάρ. «Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.» Καί· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Καὶ ὁ προφήτης· «Διότι ἐγὼ μεθ᾽ ὑμῶν εἰμι, λέγει Κύριος· καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Τὸ δὲ πανταχοῦ ὂν καὶ Θεῷ συμπαρόν, τῆς ποίας προσήκει νομίζειν φύσεως; τῆς πάντα περιεχούσης, ἢ τῆς μερικοῖς ἐμπεριειλημμένης χωρίοις, ὁποίαν τὴν τῶν ἀγγέλων ὁ λόγος ἔδειξεν; Ἀλλ᾽ οὐκ ἄν τις εἴποι.
Τὸ οὖν θεῖον τῇ φύσει, τὸ ἀχώρητον τῷ μεγέθει, τὸ δυνατὸν ἐν ταῖς ἐνεργείαις, τὸ ἀγαθὸν ἐν ταῖς εὐεργεσίαις μὴ ὑπερυψώσομεν; μὴ δοξάσομεν; Ἐγὼ δὲ οὐδὲ ἄλλο τι τὴν δόξαν τίθεμαι, ἢ τῶν προσόντων αὐτῷ θαυμάτων τὴν ἐξαρίθμησιν. Ὥστε ἢ οὐδὲ μεμνῆσθαι ἡμᾶς τῶν παρ᾽ αὐτοῦ ἀγαθῶν ἐπιτάξουσιν οὗτοι, ἢ πάντως ἡ τῶν προσόντων διέξοδος τῆς μεγίστης δοξολογίας ἐστὶ πλήρωσις. Οὐδὲ γὰρ τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἄλλως δοξάζειν ἔχομεν, ἢ τῷ κατὰ τὴν ἡμετέραν δύναμιν διεξιέναι αὐτοῦ τὰ θαύματα.
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξαζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσει δοξαστὰ παραθέσεως. Εἶτα «δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται» ὁ κοινὸς ἄνθρωπος, καὶ «δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν» ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι δέ τις καὶ ἰδίως τοῦ Ἰσραὴλ δόξα· «ὧν ἡ υἱοθεσία, φησί, καὶ ἡ δόξα καὶ ἡ λατρεία.» Καὶ ἑαυτοῦ τινα δόξαν ὁ ψαλμῳδὸς λέγει· «Ὅταν ψάλῃ σοι ἡ δόξα μου.» Καὶ πάλιν· «Ἐξεγέρθητι ἡ δόξα μου.» Ἔστι δέ τις δόξα ἡλίου καὶ σελήνης καὶ ἀστέρων· κατὰ δὲ τὸν ἀπόστολον καὶ «ἡ διακονία τῆς κατακρίσεως διὰ δόξης».
Τοσούτων οὖν δοξαζομένων, τὸ Πνεῦμα μόνον τῶν πάντων ἀδόξαστον εἶναι βούλει; Καίτοιγε «ἡ διακονία τοῦ Πνεύματος, φησίν, ἔστιν ἐν δόξῃ». Πῶς οὖν αὐτὸ ἀνάξιον τοῦ δοξάζεσθαι; Καὶ μεγάλη μὲν ἡ δόξα τοῦ δικαίου, κατὰ τὸν ψαλμῳδόν. Δόξα δὲ τοῦ Πνεύματος, κατὰ σέ, οὐδεμία. Πῶς οὖν οὐ πρόδηλος ὁ κίνδυνος ἐκ τῶν τοιούτων λόγων τὴν ἄφυκτον ἁμαρτίαν ἐφ᾽ ἑαυτοὺς ἐπισπᾶσθαι; Εἰ ὁ σῳζόμενος ἐκ τῶν τῆς δικαιοσύνης ἔργων ἄνθρωπος καὶ τοὺς φοβουμένους τὸν Κύριον δοξάζει, τοσούτου ἂν δέοι τὸ Πνεῦμα τῆς ὀφειλομένης δόξης ἀποστερεῖν.
Ἔστω, φασί, δοξαστόν, ἀλλ᾽ οὐχὶ μετὰ Πατρὸς καὶ Υἱοῦ. Καὶ τίνα ἔχει λόγον ἑτέραν χώραν ἐπινοεῖν τῷ Πνεύματι, τὴν παρὰ τοῦ Κυρίου τεταγμένην καταλιπόντας, καὶ τῆς κατὰ τὴν δόξαν κοινωνίας ἀποστερεῖν τὸ πανταχοῦ συναναληφθὲν τῇ θεότητι, ἐν τῇ ὁμολογίᾳ τῆς πίστεως, ἐν τῷ βαπτίσματι τῆς ἀπολυτρώσεως, ἐν τῇ ἐνεργείᾳ τῶν δυνάμεων, ἐν τῇ ἐνοικήσει τῶν ἁγίων, ἐν ταῖς εἰς τὸ ὑπήκοον χάρισιν;
Οὐδὲ γάρ ἐστιν ὅλως δωρεά τις ἄνευ τοῦ ἁγίου Πνεύματος εἰς τὴν κτίσιν ἀφικνουμένη· ὅπου γε οὐδὲ ῥῆμα ψιλὸν ἐν ταῖς ὑπὲρ Χριστοῦ ἀπολογίαις δυνατὸν λαλῆσαι μὴ συνεργουμένους παρὰ τοῦ Πνεύματος, ὡς ἐν Εὐαγγελίοις παρὰ τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν μεμαθήκαμεν. Ἅπαντα δὲ ταῦτα παριδόντας καὶ τῆς ἐν πᾶσι κοινωνίας ἐπιλαθομένους, ἀπὸ Πατρὸς καὶ Υἱοῦ διασπᾶν, οὐκ οἶδα εἴ τις μέτοχος Πνεύματος ἁγίου συνθήσεται. Ποῦ τοίνυν φέροντες αὐτὸ τάξομεν, μετὰ τῆς κτίσεως; Ἀλλ᾽ ἡ κτίσις πᾶσα δουλεύει· τὸ δὲ Πνεῦμα ἐλευθεροῖ. «Οὗ γὰρ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ πολλῶν ἐνόντων εἰπεῖν, ὅπως οὐ προσήκει τῇ κτιστῇ φύσει τὸ Πνεῦμα τὸ ἅγιον συγκαταριθμεῖν, τὸν περὶ τούτων νῦν ὑπερθήσομαι λόγον. Εἰ γὰρ μέλλοιμεν πρὸς ἀξίαν τοῦ προβλήματος τάς τε παρ᾽ ἑαυτῶν κατασκευὰς ἐπάγειν, καὶ τὰ παρὰ τῶν ἐναντίων προβαλλόμενα διαλύειν, πολλῶν ἡμῖν δεήσει λόγων, καὶ ἀποκναίσαιμεν τῇ πολυφωνίᾳ τῆς βίβλου τοὺς ἐντυγχάνοντας. Διόπερ ἰδίᾳ πραγματείᾳ ἐκεῖνο ταμιευσάμενοι, τῶν προκειμένων ἐχώμεθα.
Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότητος. Οἶδε τὰ βάθη τοῦ Θεοῦ· ἡ κτίσις δὲ λαμβάνει τὴν φανέρωσιν τῶν ἀπορρήτων διὰ τοῦ Πνεύματος. Ζωοποιεῖ μετὰ τοῦ Θεοῦ τοῦ τὰ πάντα ζωογονοῦντος, μετὰ τοῦ Υἱοῦ τοῦ διδόντος ζωήν. «Ὁ γὰρ ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει, φησί, καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Καὶ πάλιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ἀλλὰ καὶ «τὸ Πνεῦμα, φησί, ζωοποιεῖ». Καὶ πάλιν· «Τὸ δὲ Πνεῦμα, φησί, ζωὴ διὰ δικαιοσύνην.» Καὶ ὁ Κύριος μαρτυρεῖ τὸ Πνεῦμα εἶναι τὸ ζωοποιοῦν· «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Πῶς οὖν τῆς ζωοποιοῦ δυνάμεως ἀποξενώσαντες τὸ Πνεῦμα, τῇ ἐπιδεομένῃ τῆς ζωῆς φύσει προσοικειώσομεν; Τίς οὕτω δύσερις, τίς οὕτω δωρεᾶς ἐπουρανίου ἀμέτοχος, καὶ τῶν καλῶν τοῦ Θεοῦ ῥημάτων ἄγευστος, τίς οὕτως ἐλπίδων αἰωνίων ἄμοιρος, ὡς τῇ κτίσει συντάξαι τὸ Πνεῦμα, τῆς θεότητος ἀποστήσας;
Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα, ἀλλὰ δῶρον ζωῆς. «Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσεν ἡμᾶς.» Καὶ δῶρον δυνάμεως· «Λήψεσθε γὰρ δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς.» Ἆρ᾽ οὖν διὰ τοῦτο εὐκαταφρόνητον; ἢ οὐχὶ καὶ τὸν Υἱὸν ἐχαρίσατο τοῖς ἀνθρώποις; «Ὅς γε, φησί, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;» Καὶ ἑτέρωθι· «Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν», περὶ τοῦ μυστηρίου τῆς ἐνανθρωπήσεως λέγων.
Ὥστε πῶς οἱ ταῦτα λέγοντες οὐχὶ τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην παρεληλύθασι, τὴν ὑπερβολὴν τῆς χρηστότητος ἐφόδιον εἰς βλασφημίαν λαμβάνοντες; Ἐγκαλοῦσι γὰρ τῷ Πνεύματι, ὅτι παρρησίαν ἡμῖν δίδωσι καλεῖν πατέρα ἑαυτῶν τὸν Θεόν. «Ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον· Ἀββᾶ ὁ Πατήρ», ἵνα ἡ ἐκείνου φωνὴ τῶν δεξαμένων ἰδία γένηται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.