Ἔργον
Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος
Αναίρεση του ισχυρισμού περί υποταγής του Υιού
Θεολογική ανασκευή των επιχειρημάτων που προβάλλουν τη χρονική ή αξιολογική κατωτερότητα του Υιού σε σχέση με τον Πατέρα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναίρεση του ισχυρισμού περί υποταγής του Υιού
Θεολογική ανασκευή των επιχειρημάτων που προβάλλουν τη χρονική ή αξιολογική κατωτερότητα του Υιού σε σχέση με τον Πατέρα.
ΚΕΦΑΛΑΙΟΝ ϛʹ Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς ὁμοτίμου δόξης. Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλεπαίνουσιν, ὅτι μετὰ Πατρὸς ἀποπληροῦμεν τῷ Μονογενεῖ τὴν δοξολογίαν, καὶ τὸ ἅγιον Πνεῦμα μὴ διιστῶμεν ἀπὸ τοῦ Υἱοῦ. Ὅθεν νεωτεροποιοὺς ἡμᾶς καὶ καινοτόμους καὶ ἐφευρετὰς ῥημάτων, καὶ τί γὰρ οὐχὶ τῶν ἐπονειδίστων ἀποκαλοῦσιν; Ὧν τοσοῦτον ἀπέχω δυσχεραίνειν ταῖς λοιδορίαις, ὥστε εἰ μὴ λύπην ἡμῖν ἐνεποίει καὶ ἀδιάλειπτον ὀδύνην ἡ κατ᾽ αὐτοὺς ζημία, μικροῦ ἂν εἶπον καὶ χάριν αὐτοῖς τῆς βλασφημίας ἔχειν ὡς μακαρισμοῦ προξένοις. «Μακάριοι γάρ ἐστε, φησίν, ὅταν ὀνειδίσωσιν ὑμᾶς ἕνεκεν ἐμοῦ.» Ἔστι δὲ ἐφ᾽ οἷς ἀγανακτοῦσι ταῦτα. Οὐ μετὰ Πατρός, φασίν, Υἱός, ἀλλὰ μετὰ τὸν Πατέρα· διόπερ ἀκόλουθον, δι᾽ αὐτοῦ τὴν δόξαν προσάγειν τῷ Πατρί, ἀλλ᾽ οὐχὶ μετ᾽ αὐτοῦ. Τὸ μὲν γὰρ μετ᾽ αὐτοῦ τὴν ἰσοτιμίαν δηλοῖ· τὸ δὲ δι᾽ οὗ τὴν ὑπουργίαν παρίστησιν. Οὔτε μὴν σὺν τῷ Πατρί, φασί, καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τακτέον, ἀλλ᾽ ὑπὸ τὸν Υἱὸν καὶ τὸν Πατέρα, οὐ συντεταγμένον, ἀλλ᾽ ὑποτεταγμένον, οὐδὲ συναριθμούμενον, ἀλλ᾽ ὑπαριθμούμενον. Καὶ τοιαύταις τισὶ τεχνολογίαις ῥημάτων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῆς πίστεως διαστρέφουσιν.
Ὥστε τίνος ἂν δι᾽ ἀπειρίαν συγγνώμης τύχοιεν οἱ μηδὲ τοῖς ἄλλοις ἀπείρως ἔχειν ἐκ τῆς αὐτῶν φιλοπραγμοσύνης ἐπιτρέποντες;
Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν; ὡς χρόνῳ νεώτερον, ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ; Ἀλλὰ χρόνῳ μέν, οὐδεὶς οὕτως ἀνόητος ὡς δευτερεύειν λέγειν τὸν ποιητὴν τῶν αἰώνων, οὐδενὸς διαστήματος μεσιτεύοντος τῇ φυσικῇ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ συναφείᾳ. Ἀλλὰ μὴν οὔτε τῇ ἐννοίᾳ τῶν ἀνθρωπίνων συμβαίνει νεώτερον λέγειν τοῦ Πατρὸς τὸν Υἱόν, οὐ μόνον τῷ σὺν ἀλλήλοις νοεῖσθαι κατὰ τὴν σχέσιν, ἀλλ᾽ ὅτι ἐκεῖνα λέγεται τῷ χρόνῳ δεύτερα, ὅσα τὴν πρὸς τὸ νῦν ἀπόστασιν ἐλάττονα ἔχει· καὶ πάλιν ἐκεῖνα πρότερα, ὅσα περισσότερον ἀπέχει τοῦ νῦν. Οἷον πρότερα τῶν Σοδομιτῶν, τὰ κατὰ Νῶε, ὅτι τοῦ νῦν ἐπὶ πλέον ἀπῴκισται· καὶ ὕστερα ταῦτα ἐκείνων, ὅτι μᾶλλόν πως δοκεῖ προσεγγίζειν τῷ νῦν.
Τῆς δὲ πάντα χρόνον καὶ πάντας αἰῶνας ὑπερεχούσης ζωῆς τῇ πρὸς τὸ νῦν ἀποστάσει τὸ εἶναι καταμετρεῖν, πῶς οὐχὶ πρὸς τῇ ἀσεβείᾳ ἔτι καὶ πᾶσαν ὑπερβολὴν ἀνοίας ἔχει· εἴπερ καθ᾽ ὃν τρόπον τὰ ἐν γενέσει καὶ φθορᾷ πρότερα εἶναι ἀλλήλων λέγεται, κατὰ τὸν αὐτὸν τρόπον ὁ Θεὸς καὶ Πατὴρ τῷ Υἱῷ καὶ Θεῷ τῷ ὑπάρχοντι πρὸ τῶν αἰώνων παραμετρούμενος ὑπερέχοι; Ἀλλὰ γὰρ ἡ πρὸς τὸ ἄνω ὑπεροχὴ τοῦ Πατρὸς ἀθεώρητος, τῷ ἁπαξαπλῶς μήτε ἐνθύμησιν μήτε τινὰ ἔννοιαν τὴν τοῦ Κυρίου γέννησιν ὑπεραίρειν, καλῶς τοῦ Ἰωάννου διὰ δύο φωνῶν εἴσω περιγράπτων ὅρων τὴν διάνοιαν ἀποκλείσαντος, ἐν τῷ εἰπεῖν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Ἀνέκβατον μὲν γὰρ διανοίαις τὸ ἦν· ἀνυπέρβατον δὲ φαντασίαις ἀρχή. Ὅσον γὰρ ἂν ἀναδράμῃς τῇ διανοίᾳ ἐπὶ τὸ ἄνω, οὐκ ἐκβαίνεις τὸ ἦν. Καὶ ὅσον ἂν διαταθῇς ἰδεῖν τοῦ Υἱοῦ τὰ ἐπέκεινα, ὑπεράνω γενέσθαι τῆς οὐ δυνήσῃ.
Εὐσεβὲς οὖν κατὰ τοῦτον τὸν τρόπον ἅμα νοεῖν τὸν Υἱὸν τῷ Πατρί. Εἰ δ᾽ ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸν Υἱὸν ἀπεῶσθαι, ὁμολογείτωσαν τοῦτο, καὶ ἡμεῖς σιωπήσομεν, τῆς ἐναργείας αὐτόθεν τὸ ἀπεμφαῖνον ἐχούσης. Οὐδὲ γὰρ τὸ ἐν τοῖς λογισμοῖς ἀκόλουθον διασῴζουσιν οἱ διὰ πάντων διήκειν τῷ Πατρὶ μὴ διδόντες, τῆς τῶν ὑγιαινόντων ἐννοίας τὰ πάντα τὸν Θεὸν πεπληρωκέναι πιστευούσης· οὐδὲ μέμνηνται τοῦ προφήτου λέγοντος· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει»· οἱ τὸ ἄνω καὶ κάτω εἰς Πατέρα καὶ Υἱὸν διαιροῦντες. Ἵνα δὲ τῆς ἀμαθείας τὸν ἔλεγχον σιωπήσω, τόπον ἐπὶ τῶν ἀσωμάτων ἀφοριζόντων, τί τὴν πρὸς τὰς Γραφὰς μάχην καὶ ἐναντίωσιν αὐτῶν οὕτως ἀναίσχυντον οὖσαν παραμυθήσεται, τό· «Κάθου ἐκ δεξιῶν μου», καὶ τό· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης τοῦ Θεοῦ»; Τὸ γὰρ δεξιὸν οὐ τὴν κάτω χώραν δηλοῖ —ὡς ὁ τούτων λόγος—, ἀλλὰ τὴν πρὸς τὸ ἴσον σχέσιν· οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου—οὕτω γὰρ ἄν τι καὶ σκαιὸν ἐπὶ τοῦ Θεοῦ εἴη—, ἀλλ᾽ ἐκ τῶν τιμίων τῆς προσεδρείας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου.
Λειπόμενον τοίνυν, αὐτοὺς τὸ τῆς ἀξίας ὑποδεὲς διὰ τῆς φωνῆς ταύτης δηλοῦσθαι λέγειν. Μανθανέτωσαν τοίνυν ὅτι Χριστὸς «Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία», καὶ ὅτι «εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου», καὶ «ἀπαύγασμα τῆς δόξης», καὶ ὅτι τοῦτον ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός, ὅλον αὐτῷ ἑαυτὸν ἐντυπώσας. Ταύτας τοίνυν, καὶ ὅσαι ταύταις συγγενεῖς κατὰ πᾶσάν εἰσι τὴν Γραφὴν μαρτυρίαι, πότερον ταπεινωτικὰς εἶναί φαμεν, ἢ ὥσπερ τινὰς ἀναρρήσεις, τὸ μεγαλοπρεπὲς τοῦ Μονογενοῦς καὶ τὸ πρὸς τὸν Πατέρα ἴσον τῆς δόξης ἀνακηρύττειν; Ἀκουέτωσαν δὲ καὶ αὐτοῦ τοῦ Κυρίου σαφῶς ὁμότιμον ἑαυτοῦ τὴν δόξαν τῷ Πατρὶ παριστῶντος, ἐν τῷ λέγειν· «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα.» Καὶ πάλιν· «Ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρός.» Καὶ τό· «Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Καὶ τό· «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.» Καὶ τό· «Ὁ μονογενὴς Θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Ὧν μηδὲν ὑπολογισάμενοι, τὴν τοῖς ἐχθροῖς ἀφωρισμένην χώραν προστιθέασι τῷ Υἱῷ. Κόλπος μὲν γὰρ πατρικός, Υἱῷ καθέδρα πρέπουσα· ἡ δὲ τοῦ ὑποποδίου χώρα, τοῖς ἐπιδεομένοις τῆς ὑποπτώσεως.
Ἡμεῖς μὲν οὖν ἐφ᾽ ἕτερα τὴν ὁρμὴν ἔχοντες, παρατρεχόντως τῶν μαρτυριῶν ἐφηψάμεθα· ἔξεστι δέ σοι κατὰ σχολὴν συναγαγόντι τὰς ἀποδείξεις, τὸ τῆς δόξης ὕψος καὶ τὸ τῆς δυνάμεως ὑπερέχον τοῦ Μονογενοῦς κατιδεῖν. Καίτοι εὐγνώμονι ἀκροατῇ οὐδὲ ταῦτα μικρά· εἰ μή τις σαρκικῶς καὶ ταπεινῶς ἐξακούοι τοῦ δεξιοῦ καὶ τοῦ κόλπου, ὥστε τόπῳ τε τὸν Θεὸν περιγράφειν καὶ ἀναπλάττειν σχῆμα καὶ τύπον καὶ θέσιν σωματικήν, ἃ παρὰ πολὺ τῆς ἐννοίας τοῦ ἁπλοῦ καὶ ἀπείρου καὶ ἀσωμάτου διώρισται· πλήν γε δὴ ὅτι τὸ τῆς ἐννοίας αὐτοῦ ταπεινόν, ἐπί τε Πατρὸς καὶ Υἱοῦ παραπλήσιον. Ὥστε οὐ καθαιρεῖ τοῦ Υἱοῦ τὴν ἀξίαν, ἀλλὰ προσλαμβάνει τὸ κρῖμα τῆς εἰς τὸν Θεὸν βλασφημίας ὁ τὰ τοιαῦτα διεξιών. Ἐν οἷς γὰρ ἂν κατατολμήσῃ τοῦ Υἱοῦ, ταῦτα ἀνάγκη αὐτῷ μετατιθέναι πρὸς τὸν Πατέρα. Ὁ γὰρ τῷ Πατρὶ τὴν ἄνω χώραν εἰς προεδρίαν ἀποδιδούς, τὸν δὲ μονογενῆ Υἱὸν ὑποκαθῆσθαι λέγων, πάντα ἀκολουθοῦντα ἕξει τὰ σωματικὰ συμπτώματα τῷ ἑαυτοῦ ἀναπλασμῷ.
Εἰ δὲ ταῦτα οἰνοπλήκτων καὶ ἐκ φρενίτιδος παραφόρων τὸν νοῦν τὰ φαντάσματα, πῶς εὐσεβὲς τὸν τῇ φύσει, τῇ δόξῃ, τῷ ἀξιώματι συνημμένον μὴ μετὰ Πατρὸς προσκυνεῖν καὶ δοξάζειν τοὺς παρ᾽ αὐτοῦ διδαχθέντας ὅτι· «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα»;
Τί γὰρ καὶ φήσομεν; τίνα ἕξομεν δικαίαν ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ καὶ κοινοῦ τῆς κτίσεως πάσης δικαστηρίου, εἰ τοῦ Κυρίου σαφῶς ἐπαγγελλομένου ἥξειν ἐν τῇ δόξῃ τοῦ Πατρός, καὶ Στεφάνου θεασαμένου «Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ», καὶ Παύλου ἐν Πνεύματι διαμαρτυρομένου περὶ Χριστοῦ, ὅτι «ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ», καὶ τοῦ Πατρὸς λέγοντος· «Κάθου ἐκ δεξιῶν μου», καὶ τοῦ ἁγίου Πνεύματος μαρτυροῦντος ὅτι ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης τοῦ Θεοῦ· ἡμεῖς τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ τῆς πρὸς τὸ ἴσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβάζοιμεν;
Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν τὸ πάγιον τῆς φύσεως καὶ πάντη στάσιμον ὑποφαίνειν, καθὸ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς ἐνδεικνύμενος, ἔφη τό· «Σὺ καθήμενος εἰς τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα»· τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον. Πῶς οὖν οὐ τολμηρὸν τῆς κατὰ τὴν δοξολογίαν κοινωνίας ἀποστερεῖν τὸν Υἱόν, ὡς ἐν ἐλάττονι χώρᾳ τιμῆς τετάχθαι ἄξιον;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.