Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Η θεία οικονομία και η ενότητα ενέργειας Πατρός και Υιού

Ανάλυση της ορθής χρήσης των εκφράσεων για τον Υιό, η πολλαπλότητα των ονομάτων Του και η απόδειξη της κοινής δημιουργικής τους δράσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 16

ΚΕΦΑΛΑΙΟΝ Ζʹ Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ᾽ οὗ, ἀλλὰ τὸ δι᾽ οὗ. Ἀλλὰ τὸ μετ᾽ αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον παντελῶς καὶ ἀσύνηθες· τὸ δὲ δι᾽ αὐτοῦ, τῷ τε λόγῳ τῆς Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδελφότητος τετριμμένον.

Τί οὖν ἡμεῖς πρὸς ταῦτα; Ὅτι μακάρια τὰ ὦτα τὰ μὴ ἀκούσαντα ὑμῶν, καὶ καρδίαι ὅσαι ἄτρωτοι ἀπὸ τῶν ὑμετέρων λόγων διεφυλάχθησαν. Ἀλλ᾽ ὑμῖν λέγω τοῖς φιλοχρίστοις, ὅτι ἀμφοτέρας οἶδεν ἡ Ἐκκλησία τὰς χρήσεις, καὶ οὐδετέραν αὐτῶν παραιτεῖται ὡς ἀναιρετικὴν τῆς ἑτέρας. Ὅταν μὲν γὰρ τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Μονογενοῦς καὶ τὴν τῆς ἀξίας ὑπεροχὴν θεωρῶμεν, μετὰ Πατρὸς εἶναι αὐτῷ μαρτυροῦμεν τὴν δόξαν. Ὅταν δὲ τὴν εἰς ἡμᾶς χορηγίαν τῶν ἀγαθῶν ἐννοήσωμεν, ἢ τὴν ἡμῶν αὐτῶν προσαγωγὴν καὶ οἰκείωσιν πρὸς τὸν Θεόν, δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ ἐνεργεῖσθαι ὑμῖν τὴν χάριν ταύτην ὁμολογοῦμεν. Ὥστε ἡ μὲν ἰδία τῶν δοξολογούντων ἐστὶν ἡ μηθ᾽ οὗ· ἡ δὲ δι᾽ οὗ τῶν εὐχαριστούντων ἐξαίρετος.

Ψεῦδος δὲ κἀκεῖνο, ὅτι ἡ μεθ᾽ οὗ φωνὴ τῆς τῶν εὐλαβῶν χρήσεως ἀπεξένωται. Ὅσοι γὰρ δι᾽ εὐστάθειαν τρόπων τὸ τῆς ἀρχαιότητος σεμνὸν τοῦ καινοπρεποῦς προετίμησαν, καὶ ἀπαραποίητον τῶν πατέρων διεφύλαξαν τὴν παράδοσιν, κατά τε χώραν καὶ πόλιν ταύτῃ κέχρηνται τῇ φωνῇ. Οἱ δὲ διακορεῖς τῶν συνήθων, καὶ τῶν παλαιῶν ὡς ἑώλων κατεπαιρόμενοι, οὗτοί εἰσιν οἱ τὰς νεωτεροποιίας παραδεχόμενοι, ὥσπερ ἐπὶ τῆς ἐσθῆτος οἱ φιλόκοσμοι τὴν ἐξηλλαγμένην ἀεὶ τῆς κοινῆς προτιμῶντες· Ἴδοις ἂν οὖν τῶν μὲν ἀγροίκων ἔτι καὶ νῦν ἀρχαιότροπον τὴν φωνήν. Τῶν δὲ ἐντέχνων τούτων καὶ ταῖς λογομαχίαις ἐντετριμμένων, ἐκ τῆς νέας σοφίας κεκαυτηριασμένα τὰ ῥήματα. Ὅπερ ἔλεγον τοίνυν οἱ πατέρες ἡμῶν, καὶ ἡμεῖς λέγομεν, ὅτι ἡ δόξα κοινὴ Πατρὶ καὶ Υἱῷ, διὸ μετὰ τοῦ Υἱοῦ τὴν δοξολογίαν προσάγομεν τῷ Πατρί.

Ἀλλ᾽ οὐ τοῦτο ἡμῖν ἐξαρκεῖ, ὅτι τῶν πατέρων ἡ παράδοσις· κἀκεῖνοι γὰρ τῷ βουλήματι τῆς Γραφῆς ἠκολούθησαν, ἐκ τῶν μαρτυριῶν, ἃς μικρῷ πρόσθεν ὑμῖν ἐκ τῆς Γραφῆς παρεθέμεθα, τὰς ἀρχὰς λαβόντες. Τὸ γὰρ ἀπαύγασμα μετὰ τῆς δόξης νοεῖται· καὶ ἡ εἰκὼν μετὰ τοῦ ἀρχετύπου· καὶ ὁ Υἱὸς πάντως σὺν τῷ Πατρί· οὐδὲ τῆς τῶν ὀνομάτων ἀκολουθίας, μή τι γε τῆς τῶν πραγμάτων φύσεως, τὸν χωρισμὸν δεχομένης.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ Ποσαχῶς τὸ δι᾽ οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον τὸ μεθ᾽ οὗ· ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται. Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι᾽ αὐτοῦ λέγῃ τὴν χάριν εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν», ἢ καὶ δι᾽ αὐτοῦ τὴν προσαγωγὴν ἐσχηκέναι «εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα», τὰς εἰς ἡμᾶς εὐεργεσίας αὐτοῦ παρίστησι, νῦν μὲν ἀπὸ Πατρὸς εἰς ἡμᾶς τῶν ἀγαθῶν τὴν χάριν διαβιβάζοντος, νῦν δὲ ἡμᾶς δι᾽ ἑαυτοῦ προσάγοντος τῷ Πατρί.

Ἐν μὲν γὰρ τῷ λέγειν· «Δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολήν», τὴν ἐκεῖθεν τῶν ἀγαθῶν χορηγίαν ἐμφαίνει· ἐν δὲ τῷ λέγειν· «Δι᾽ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν», τὴν ἡμετέραν πρόσληψιν καὶ οἰκείωσιν διὰ Χριστοῦ πρὸς τὸν Θεὸν γινομένην παρίστησιν.

Ἆρ᾽ οὖν ἡ ὁμολογία τῆς ἐνεργουμένης παρ᾽ αὐτοῦ πρὸς ἡμᾶς χάριτος, ὑφαίρεσίς ἐστι τῆς δόξης; ἢ μᾶλλον εἰπεῖν ἀληθέστερον, ὅτι πρέπουσα δοξολογίας ὑπόθεσις ἡ τῶν εὐεργετημάτων διήγησις; Διὰ τοῦτο εὕρομεν τὴν Γραφὴν οὐκ ἐξ ἑνὸς ὀνόματος τὸν Κύριον ἡμῖν παραδιδοῦσαν, οὐδὲ ἐκ τῶν ὅσα τῆς θεότητός ἐστιν αὐτοῦ μόνον καὶ τοῦ μεγέθους δηλωτικά, ἀλλὰ νῦν μὲν τοῖς τῆς φύσεως χαρακτηριστικοῖς κεχρημένην· οἶδε γὰρ «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» τοῦ Υἱοῦ καὶ Υἱὸν ἀληθινὸν λέγειν, καὶ μονογενῆ Θεόν, καὶ δύναμιν Θεοῦ, καὶ σοφίαν, καὶ Λόγον. Καὶ πάλιν μέντοι διὰ τὸ πολύτροπον τῆς εἰς ἡμᾶς χάριτος, ἣν διὰ τὸν πλοῦτον τῆς ἀγαθότητος κατὰ τὴν πολυποίκιλον αὐτοῦ σοφίαν τοῖς δεομένοις παρέχεται, μυρίαις αὐτὸν ἑτέραις προσηγορίαις ἀποσημαίνει· ποτὲ μὲν ποιμένα λέγουσα, ποτὲ δὲ βασιλέα, καὶ πάλιν ἰατρόν, καὶ τὸν αὐτὸν νυμφίον, καὶ ὁδόν, καὶ θύραν, καὶ πηγήν, καὶ ἄρτον, καὶ ἀξίνην, καὶ πέτραν. Ταῦτα γὰρ οὐ τὴν φύσιν παρίστησιν, ἀλλά, ὅπερ ἔφην, τὸ τῆς ἐνεργείας παντοδαπόν, ἣν ἐκ τῆς περὶ τὸ ἴδιον πλάσμα εὐσπλαγχνίας κατὰ τὸ τῆς χρείας ἰδίωμα τοῖς δεομένοις παρέχεται. Τοὺς μὲν γὰρ προσπεφευγότας τῇ ἐπιστασίᾳ αὐτοῦ, καὶ τὸ εὐμετάδοτον δι᾽ ἀνεξικακίας κατωρθωκότας, πρόβατα λέγει, καὶ ποιμὴν εἶναι τῶν τοιούτων ὁμολογεῖ, τῶν κατακουόντων αὐτοῦ τῆς φωνῆς καὶ μὴ προσεχόντων διδαχαῖς ξενιζούσαις. «

Τὰ γὰρ ἐμὰ πρόβατα, φησί, τῆς ἐμῆς φωνῆς ἀκούει.» Βασιλεὺς δὲ τῶν ὑπεραναβεβηκότων ἤδη, καὶ τῆς ἐννόμου δεομένων ἐπιστασίας. Καὶ θύρα δέ, τῷ ἐπὶ τὰς σπουδαίας πράξεις διὰ τῆς ὀρθότητος τῶν προσταγμάτων ἐξάγειν, καὶ πάλιν ἀσφαλῶς αὐλίζειν τοὺς ἐπὶ τὸ τῆς γνώσεως ἀγαθὸν διὰ τῆς εἰς αὐτὸν πίστεως καταφεύγοντας. Ὅθεν· «Δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.» Πέτρα δὲ διὰ τὸ ἰσχυρὸν καὶ ἄσειστον καὶ παντὸς ἐρύματος ἀρραγέστερον εἶναι φυλακτήριον τοῖς πιστοῖς.

Ἐν τούτοις τὸ δι᾽ αὐτοῦ ἁρμοδιωτάτην τὴν χρῆσιν καὶ εὔσημον ἀποδίδωσιν, ὅταν ὡς θύρα καὶ ὡς ὁδὸς λέγηται. Ὡς μέντοι Θεὸς καὶ Υἱός, μετὰ Πατρὸς καὶ σὺν Πατρὶ τὴν δόξαν ἔχει, ὅτι «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός». Διόπερ ἀμφοτέραις κεχρήμεθα ταῖς φωναῖς, τῇ μὲν τὴν οἰκείαν αὐτοῦ ἀξίαν, τῇ δὲ τὴν χάριν τὴν πρὸς ἡμᾶς διαγγέλλοντες.

Δι᾽ αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ᾽ ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινενόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ὡς ἁγνὴν παρθένον ἑαυτῷ παραστήσηται, νυμφίος προσαγορεύεται· ὅταν δὲ κεκακωμένην ὑπὸ τῶν πονηρῶν πληγῶν τοῦ διαβόλου λάβῃ, βαρέως ἐνασθενοῦσαν ταῖς ἁμαρτίαις αὐτὴν ἐξιώμενος, ἰατρὸς ὀνομάζεται. Ἆρ᾽ οὖν αἱ τοιαῦται ἡμῶν ἐπιμέλειαι εἰς τὸ ταπεινὸν τοὺς λογισμοὺς κατάγουσιν; ἢ τὸ ἐναντίον ἔκπληξιν τῆς μεγάλης δυνάμεως ὁμοῦ καὶ φιλανθρωπίας τοῦ σῴζοντος ἐμποιοῦσιν, ὅτι καὶ ἠνέσχετο συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, καὶ ἐδυνήθη πρὸς τὸ ἡμέτερον ἀσθενὲς καταβῆναι; Οὐ γὰρ τοσοῦτον οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν, καὶ τὰ ἐν ὕδασι διαιτώμενα καὶ τὰ χερσαῖα τῶν ζῴων, καὶ τὰ φυτὰ καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς διακόσμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν, ὅσον τὸ δυνηθῆναι τὸν Θεὸν τὸν ἀχώρητον, ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι τῷ θανάτῳ, ἵνα ἡμῖν τῷ ἰδίῳ πάθει τὴν ἀπάθειαν χαρίσηται. Κἂν λέγῃ δὲ ὁ ἀπόστολος ὅτι «Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς», οὐχὶ ταπεινήν τινα ὑπηρεσίαν ἐκ τῆς τοιαύτης φωνῆς ὑποβάλλει, ἀλλὰ τὴν ἐν τῷ κράτει τῆς ἰσχύος ἐνεργουμένην βοήθειαν.

Αὐτὸς γὰρ δήσας τὸν ἰσχυρόν, διήρπασεν αὐτοῦ τὰ σκεύη, ἡμᾶς, οἷς εἰς πᾶσαν ἐνέργειαν πονηρὰν κατεκέχρητο· καὶ ἐποίησε σκεύη εὔχρηστα τῷ Δεσπότῃ, τοὺς κατηρτισμένους εἰς πᾶν ἔργον ἀγαθὸν ἐκ τῆς ἑτοιμασίας τοῦ ἐφ᾽ ἡμῖν. Οὕτω τὴν δι᾽ αὐτοῦ προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα, μεταστάντες ἐκ τῆς ἐξουσίας τοῦ σκότους «εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί». Μὴ τοίνυν ἐκ δουλικῆς ταπεινότητος ἠναγκασμένην ὑπηρεσίαν νοῶμεν, τὴν διὰ Υἱοῦ οἰκονομίαν, ἀλλὰ τὴν ἑκούσιον ἐπιμέλειαν, ἀγαθότητι καὶ εὐσπλαγχνίᾳ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός, περὶ τὸ ἴδιον πλάσμα ἐνεργουμένην. Οὕτω γὰρ εὐσεβήσομεν, ἐν πᾶσι τοῖς ἐπιτελουμένοις καὶ τελείαν αὐτῷ μαρτυροῦντες τὴν δύναμιν, καὶ οὐδαμοῦ τοῦ βουλήματος τοῦ πατρικοῦ διιστῶντες.

Ὥσπερ οὖν καὶ ὅταν ὁδὸς ὁ Κύριος λέγηται, πρὸς ὑψηλοτέραν ἔννοιαν, ἀλλ᾽ οὐχὶ πρὸς τὴν ἐκ τοῦ προχείρου λαμβανομένην ὑποφερόμεθα. Τὴν γὰρ εἱρμῷ καὶ τάξει διὰ τῶν ἔργων τῆς δικαιοσύνης καὶ τοῦ φωτισμοῦ τῆς γνώσεως ἐπὶ τὸ τέλειον προκοπὴν ὁδὸν ἐξακούομεν, ἀεὶ τοῦ πρόσω ἐπορεγόμενοι καὶ τοῖς λειπομένοις ἑαυτοὺς ἐπεκτείνοντες, ἕως ἂν φθάσωμεν ἐπὶ τὸ μακάριον τέλος, τὴν Θεοῦ κατανόησιν, ἣν ὁ Κύριος δι᾽ ἑαυτοῦ τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται. Ἀγαθὴ γὰρ ὄντως ὁδός, ἀπαρεξόδευτος καὶ ἀπλανής, ὁ Κύριος ἡμῶν, πρὸς τὸ ὄντως ἀγαθόν, τὸν Πατέρα, φέρων. «Οὐδεὶς γὰρ ἔρχεται, φησί, πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Τοιαύτη μὲν οὖν ἡ ἡμετέρα πρὸς Θεὸν ἄνοδος διὰ τοῦ Υἱοῦ.

Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς δι᾽ αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρωμένῃ ταύτῃ καὶ τῇ νοουμένῃ, ἐπιμελείας ἐκ τοῦ Θεοῦ πρὸς τὸ συνέχεσθαι δεομένης· ὁ δημιουργὸς Λόγος, ὁ μονογενὴς Θεός, κατὰ τὸ μέτρον τῆς ἑκάστου χρείας, τὴν βοήθειαν ἐπινέμων, ποικίλας μὲν καὶ παντοδαπὰς διὰ τὸ τῶν εὐεργετουμένων πολυειδές, συμμέτρους γε μὴν ἑκάστῳ, κατὰ τὸ τῆς χρείας ἀναγκαῖον, τὰς χορηγίας ἐπιμετρεῖ. Τοὺς ἐν τῷ σκότῳ τῆς ἀγνοίας κατεχομένους φωτίζει· διὰ τοῦτο, φῶς τὸ ἀληθινόν. Κρίνει, κατὰ τὴν τῶν ἔργων ἀξίαν ἀντιμετρῶν τὴν ἀντίδοσιν· διὰ τοῦτο, κριτὴς δίκαιος. «Ὁ γὰρ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.» Ἀνίστησιν ἐκ τοῦ πτώματος τοὺς ἀπὸ τοῦ ὕψους τῆς ζωῆς πρὸς ἁμαρτίαν ὑπολισθήσαντας· διὰ τοῦτο, ἀνάστασις. Πάντα δὲ ποιεῖ τῇ ἐπαφῇ τῆς δυνάμεως, καὶ τῷ βουλήματι ἀγαθότητος ἐνεργῶν.

Ποιμαίνει, φωτίζει, τρέφει, ὁδηγεῖ, ἰατρεύει, ἀνίστησιν. Οὐσιοῖ τὰ μὴ ὄντα, τὰ κτισθέντα συνέχει. Οὕτω τὰ ἐκ τοῦ Θεοῦ ἀγαθὰ διὰ τοῦ Υἱοῦ πρὸς ἡμᾶς ἀφικνεῖται, πλείονι τάχει τὰ καθ᾽ ἕκαστον ἐνεργοῦντος, ἢ ὡς ἂν λόγος ἐξίκοιτο. Οὔτε γὰρ ἀστραπαί, οὔτε φωτὸς ἐν ἀέρι οὕτω ταχεῖα διαδρομή· οὐκ ὀφθαλμῶν ὀξεῖαι ῥοπαί· οὐκ αὐτοῦ τοῦ ἡμετέρου νοήματος αἱ κινήσεις· ἀλλὰ πλέον τούτων ἕκαστον τῆς θείας ἐνεργείας κατὰ τὸ τάχος λείπεται, ἢ καθόσον τὰ νωθρότατα τῶν παρ᾽ ἡμῖν ζῴων, οὐκ ἂν εἴποιμι, πτηνῶν, οὐδὲ ἀνέμων, ἢ τῆς τῶν οὐρανίων φορᾶς, ἀλλ᾽ αὐτοῦ τοῦ ἡμετέρου νοῦ, κατὰ τὴν κίνησιν ὑστερεῖ.

Τίνος γὰρ ἂν καὶ παρατάσεως δέοιτο χρονικῆς «ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», καὶ μὴ σωματικῶς ἐνεργῶν, μηδὲ χειρουργίας εἰς τὴν δημιουργίαν ἐπιδεόμενος, ἀλλὰ βουλήματι ἀβιάστῳ, ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γινομένων; Ὡς ἡ Ἰουδίθ· «Ἐνόησας, φησί, καὶ παρέστησάν σοι πάντα ὅσα ἐνόησας.» Ὅμως μέντοι, ἵνα μή ποτε ἐκ τοῦ μεγέθους τῶν ἐνεργουμένων περισπασθῶμεν εἰς τὸ φαντασθῆναι ἄναρχον εἶναι τὸν Κύριον, τί φησιν ἡ αὐτοζωή; «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα.» Καὶ ἡ τοῦ Θεοῦ δύναμις· «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν.» Καὶ ἡ αὐτοτελὴς σοφία· «Ἐντολὴν ἔλαβον, τί εἴπω καὶ τί λαλήσω»· διὰ πάντων τούτων πρὸς τὴν τοῦ Πατρὸς ἡμᾶς σύνεσιν ὁδηγῶν, καὶ τὸ θαῦμα τῶν γινομένων ἐπ᾽ αὐτὸν ἀναφέρων, ἵνα δι᾽ αὐτοῦ τὸν Πατέρα γνῶμεν. Οὐ γὰρ ἐκ τῆς τῶν ἔργων διαφορᾶς ὁ Πατὴρ θεωρεῖται, τῷ ἰδιάζουσαν καὶ κατακεχωρισμένην ἐνέργειαν ἐπιδείκνυσθαι—ὅσα γὰρ βλέπει τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ—, ἀλλ᾽ ἐκ τῆς προσαγομένης αὐτῷ παρὰ τοῦ Μονογενοῦς δόξης τὸ θαῦμα τῶν γινομένων καρποῦται, πρὸς τῷ μεγέθει τῶν ποιημάτων, καὶ ἐπ᾽ αὐτῷ τῷ ποιητῇ ἀγαλλόμενος καὶ ὑψούμενος παρὰ τῶν ἐπιγινωσκόντων αὐτὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, «δι᾽ οὗ τὰ πάντα, καὶ δι᾽ ὃν τὰ πάντα».

Διὰ τοῦτό φησιν ὁ Κύριος· «Τὰ ἐμὰ πάντα σά ἐστιν»· ὡς ἐπ᾽ αὐτὸν τῆς ἀρχῆς τῶν δημιουργημάτων ἀναγομένης· «Καὶ τὰ σὰ ἐμά»· ὡς ἐκεῖθεν αὐτῷ τῆς αἰτίας τοῦ δημιουργεῖν καθηκούσης, οὐ βοηθείας χρωμένῳ πρὸς τὴν ἐνέργειαν, οὐδὲ ταῖς κατὰ μέρος ἐπιτροπαῖς· τὴν ἑκάστου ἔργου διακονίαν πιστευομένῳ· λειτουργικὸν γὰρ τοῦτό γε, καὶ τῆς θείας ἀξίας παμπληθὲς ἀποδέον· ἀλλὰ γὰρ πλήρης ὁ Λόγος τῶν πατρικῶν ἀγαθῶν, τοῦ Πατρὸς ἀπολάμψας, πάντα ποιεῖ κατὰ τὴν τοῦ γεννήσαντος ὁμοιότητα. Εἰ γὰρ κατὰ τὴν οὐσίαν ἀπαραλλάκτως ἔχει, ἀπαραλλάκτως ἕξει καὶ κατὰ τὴν δύναμιν. Ὧν δὲ ἡ δύναμις ἴση, ἴση που πάντως καὶ ἡ ἐνέργεια. Χριστὸς γὰρ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία». Καὶ οὕτω «πάντα δι᾽ αὐτοῦ ἐγένετο», καὶ «πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται», οὐκ ὀργανικήν τινα οὐδὲ δουλικὴν ὑπηρεσίαν πληροῦντος, ἀλλὰ δημιουργικῶς τὸ πατρικὸν ἐπιτελοῦντος θέλημα.

Ὅταν οὖν λέγῃ· «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα», καὶ πάλιν· «Καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ», καί· «Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με», καὶ ἑτέρωθι· «Καθὼς ἐνετείλατό μοι ὁ Πατήρ, οὕτω ποιῶ», οὐκ ἀπροαίρετος ὤν, οὐδὲ ἀνόρμητος, οὐδὲ τὸ ἐκ τῶν συνθημάτων ἐνδόσιμον ἀναμένων, ταῖς τοιαύταις χρῆται φωναῖς, ἀλλὰ δηλῶν τὴν οἰκείαν γνώμην ἡνωμένως καὶ ἀδιαστάτως τοῦ Πατρὸς ἐχομένην. Ἆρα οὖν καὶ τὴν λεγομένην ἐντολὴν μὴ λόγον προστακτικὸν διὰ τῶν φωνητικῶν ὀργάνων ἐξαγγελλόμενον ἐκδεχώμεθα, περὶ τῶν ποιητέων τῷ Υἱῷ, ὡς ὑπηκόῳ, νομοθετοῦντα, ἀλλὰ θεοπρεπῶς νοῶμεν θελήματος διάδοσιν οἷόν τινος μορφῆς ἔμφασιν ἐν κατόπτρῳ, ἐκ Πατρὸς εἰς Υἱὸν ἀχρόνως διικνουμένην. «Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ.» Ὥστε πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ ἐστιν, οὐ κατὰ μικρὸν προσγινόμενα, ἀλλ᾽ ἀθρόως παρόντα.

Οὐ γὰρ δήπου ἐν μὲν ἀνθρώποις ὁ τὴν τέχνην ἐκδιδαχθεὶς καὶ παγίαν αὐτῆς διὰ τῆς χρονίας μελέτης ἔχων τὴν ἕξιν ἐνιδρυμένην, δύναται λοιπὸν κατὰ τοὺς ἐναποκειμένους αὐτῷ τῆς ἐπιστήμης λόγους καθ᾽ ἑαυτὸν ἐνεργεῖν· ἡ δὲ τοῦ Θεοῦ σοφία, ὁ δημιουργὸς πάσης κτίσεως, ὁ ἀεὶ τέλειος, ὁ ἀδιδάκτως σοφός, ἡ τοῦ Θεοῦ δύναμις, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι», τῆς κατὰ μέρος ἐπιστασίας προσδεῖται, τὸν τρόπον αὐτῷ καὶ τὸ μέτρον τῶν ἐνεργειῶν ὁριζούσης.

Ἦπου σύ γε καὶ παιδαγωγεῖον ἀνοίξεις ἐν τῇ ματαιότητί σου τῶν λογισμῶν, καὶ τὸν μὲν προκαθῆσθαι ποιήσεις ἐν διδασκάλου τάξει, τὸν δὲ παρεστάναι ἐν μαθητοῦ ἀπειρίᾳ· εἶτα ταῖς κατὰ μικρὸν προσθήκαις τῶν διδαγμάτων ἐκμανθάνοντα τὴν σοφίαν καὶ προβιβαζόμενον εἰς τὸ τέλειον.

Ἐκ δὲ τούτου, ἐὰν ἄρα εἰδῇς τὸ ἐν λογισμοῖς ἀκόλουθον διασῴζειν, εὑρήσεις ἀεὶ μὲν τὸν Υἱὸν διδασκόμενον, οὐδέ ποτε δὲ φθάσαι πρὸς τὸ τέλειον δυνάμενον, διὰ τὸ ἄπειρον μὲν εἶναι τοῦ Πατρὸς τὴν σοφίαν, ἀπείρου δὲ τέλος καταληφθῆναι μὴ δύνασθαι. Ὥστε ὁ μὴ διδοὺς πάντα ἔχειν ἐξ ἀρχῆς τὸν Υἱόν, οὐδέποτε δώσει πρὸς τὸ τέλειον ἥξειν.

Ἀλλὰ γὰρ αἰσχύνομαι τὸ ταπεινὸν τῆς ἐννοίας, εἰς ἣν ἐκ τῆς τοῦ λόγου ἀκολουθίας ὑπήχθην. Ἐπὶ οὖν τὰ ὑψηλὰ τοῦ λόγου πάλιν ἐπανέλθωμεν. «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», οὐ τὸν χαρακτῆρα, οὐδὲ τὴν μορφήν· καθαρὰ γὰρ συνθέσεως ἡ θεία φύσις· ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ σύνδρομον ὂν τῇ οὐσίᾳ, ὅμοιον καὶ ἴσον, μᾶλλον δὲ ταὐτὸν ἐν Πατρὶ καὶ Υἱῷ θεωρεῖται. Τί οὖν τό· «Γενόμενος ὑπήκοος»; καὶ τό· «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν»; Ὅτι ἐκ τοῦ Πατρὸς τῷ Υἱῷ τὸ ὑπὲρ ἀνθρώπων ἐνεργῆσαι κατ᾽ ἀγαθότητα.

Σὺ δὲ κἀκείνων ἄκουε ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου», καὶ ὅτι «Ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε». Πρόσεχε δὲ ἀκριβῶς καὶ ταῖς φωναῖς τοῦ Κυρίου, ὅτι ὅταν ἡμᾶς περὶ τοῦ Πατρὸς ἐκπαιδεύσῃ, οἶδε ταῖς αὐθεντικαῖς καὶ δεσποτικαῖς κεχρῆσθαι φωναῖς, λέγων· «Θέλω, καθαρίσθητι», καὶ «Σιώπα, πεφίμωσο», καὶ «Ἐγὼ δὲ λέγω ὑμῖν», καὶ τὸ «Ἄλαλον καὶ κωφὸν δαιμόνιον, ἐγώ σοι ἐπιτάσσω», καὶ ὅσα τοιαῦτα· ἵνα διὰ τούτων μὲν τὸν Δεσπότην ἡμῶν καὶ ποιητὴν γνωρίσωμεν, δι᾽ ἐκείνων δὲ τὸν Πατέρα τοῦ Δεσπότου ἡμῶν καὶ ποιητοῦ διδαχθῶμεν.

Οὕτω πανταχόθεν ὁ λόγος ἀληθὴς ἐπιδείκνυται ὅτι τὸ διὰ τοῦ Υἱοῦ δημιουργεῖν τὸν Πατέρα, οὔτε ἀτελῆ τοῦ Πατρὸς τὴν δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ Υἱοῦ παραδηλοῖ τὴν ἐνέργειαν· ἀλλὰ τὸ ἡνωμένον τοῦ θελήματος παριστᾷ. Ὥστε ἡ δι᾽ οὗ φωνὴ ὁμολογίαν τῆς προκαταρκτικῆς αἰτίας ἔχει, οὐκ ἐπὶ κατηγορίᾳ τοῦ ποιητικοῦ αἰτίου παραλαμβάνεται.