Ἔργον
Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος
Το κύρος των άγραφων αποστολικών παραδόσεων
Η αξία της άγραφης παράδοσης της Εκκλησίας στη διαφύλαξη των μυστηρίων, με αναφορές στη λειτουργική πρακτική και τον τρόπο προσευχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το κύρος των άγραφων αποστολικών παραδόσεων
Η αξία της άγραφης παράδοσης της Εκκλησίας στη διαφύλαξη των μυστηρίων, με αναφορές στη λειτουργική πρακτική και τον τρόπο προσευχής.
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ Πόθεν ἡ σὺν ἤρξατο συλλαβὴ καὶ ποίαν δύναμιν ἔχει, ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑμεῖς συλλαβὴν ἐπεισηγάγετε, σὺν τῷ Πνεύματι λέγοντες, καὶ οὐκ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὔτε ἄλλως ἀναγκαῖα, οὔτε νενομισμένα ταῖς Ἐκκλησίαις φθεγγόμενοι;
Ὡς μὲν οὖν οὐχὶ ἀποκληρωτικῶς τῷ ἁγίῳ Πνεύματι ἡ ἐν συλλαβὴ διενήνοχεν, ἀλλὰ κοινὴ Πατρός ἐστι καὶ Υἱοῦ, ἐν τοῖς κατόπιν εἴρηται. Οἶμαι δὲ κἀκεῖνο ἀρκούντως εἰρῆσθαι ὅτι οὐ μόνον οὐκ ἀφαιρεῖται τι τῆς ἀξίας τοῦ Πνεύματος, ἀλλὰ καὶ πρὸς τὸ μέγιστον ὕψος τῶν μὴ πάντη ἐνδιαστρόφων τοὺς λογισμοὺς ἐπανάγει. Λειπόμενον δέ ἐστι περὶ τῆς σύν, ὁπόθεν ἤρξατο, καὶ τίνα δύναμιν ἔχει, καὶ ὅπως σύμφωνός ἐστι τῇ Γραφῇ, διηγήσασθαι.
Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα· ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὐκοῦν ὅστις γε κατὰ μικρὸν γοῦν θεσμῶν ἐκκλησιαστικῶν πεπείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον· μᾶλλον δὲ εἰς ὄνομα ψιλὸν περιιστῶντες τὸ κήρυγμα. Οἷον—ἵνα τοῦ πρώτου καὶ κοινοτάτου μνησθῶ—τῷ τύπῳ τοῦ σταυροῦ τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλπικότας κατασημαίνεσθαι, τίς ὁ διὰ γράμματος διδάξας; Τὸ πρὸς ἀνατολὰς τετράφθαι κατὰ τὴν προσευχήν, ποῖον ἐδίδαξεν ἡμᾶς γράμμα; Τὰ τῆς ἐπικλήσεως ῥήματα ἐπὶ τῇ ἀναδείξει τοῦ ἄρτου τῆς Εὐχαριστίας καὶ τοῦ ποτηρίου τῆς εὐλογίας, τίς τῶν ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; Οὐ γὰρ δὴ τούτοις ἀρκούμεθα, ὧν ὁ ἀπόστολος ἢ τὸ εὐαγγέλιον ἐπεμνήσθη, ἀλλὰ καὶ προλέγομεν καὶ ἐπιλέγομεν ἕτερα, ὡς μεγάλην ἔχοντα πρὸς τὸ μυστήριον τὴν ἰσχύν, ἐκ τῆς ἀγράφου διδασκαλίας παραλαβόντες. Εὐλογοῦμεν δὲ τό τε ὕδωρ τοῦ βαπτίσματος καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ προσέτι αὐτὸν τὸν βαπτιζόμενον. Ἀπὸ ποίων ἐγγράφων; Οὐκ ἀπὸ τῆς σιωπωμένης καὶ μυστικῆς παραδόσεως; Τί δέ;
αὐτὴν τοῦ ἐλαίου τὴν χρῖσιν τίς λόγος γεγραμμένος ἐδίδαξε; Τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον, πόθεν; Ἄλλα δὲ ὅσα περὶ τὸ βάπτισμα, ἀποτάσσεσθαι τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ ποίας ἐστὶ γραφῆς; Οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀπορρήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήτῳ καὶ ἀπεριεργάστῳ σιγῇ οἱ πατέρες ἡμῶν ἐφύλαξαν, καλῶς ἐκεῖνο δεδιδαγμένοι, τῶν μυστηρίων τὸ σεμνὸν σιωπῇ διασῴζεσθαι; Ἃ γὰρ οὐδὲ ἐποπτεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτων πῶς ἂν ἦν εἰκὸς τὴν διδασκαλίαν ἐκθριαμβεύειν ἐν γράμμασιν;
Ἢ τίποτε βουλόμενος ὁ μέγας Μωϋσῆς, οὐ πᾶσι βάσιμα εἶναι τὰ τοῦ ἱεροῦ πάντα πεποίηκεν; ἀλλ᾽ ἔξω μὲν ἁγίων ἔστησε περιβόλων τοὺς βεβήλους, τὰς δὲ πρώτας αὐλὰς τοῖς καθαρωτέροις ἀνείς, τοὺς Λευίτας μόνους ἀξίους ἔκρινε τοῦ θείου θεραπευτάς· σφάγια δὲ καὶ ὁλοκαυτώσεις καὶ τὴν λοιπὴν ἱερουργίαν τοῖς ἱερεῦσιν ἀποκληρώσας, ἕνα τῶν πάντων ἔκκριτον εἰς τὰ ἄδυτα παραδέχεται· καὶ οὐδὲ τοῦτον διὰ παντός, ἀλλὰ κατὰ μίαν μόνην τοῦ ἐνιαυτοῦ ἡμέραν, καὶ ταύτης ὥραν τακτὴν εἰσιτητὸν αὐτῷ καταστήσας, ὥστε διὰ τὸ ἀπεξενωμένον καὶ ἄηθες θαμβούμενον ἐποπτεύειν τὰ ἅγια τῶν ἁγίων· εὖ εἰδὼς ὑπὸ σοφίας, τῷ μὲν πεπατημένῳ, καὶ αὐτόθεν ληπτῷ, πρόχειρον οὖσαν τὴν καταφρόνησιν· τῷ δὲ ἀνακεχωρηκότι καὶ σπανίῳ, φυσικῶς πως παρεζευγμένον τὸ περισπούδαστον.
Κατὰ τὸν αὐτὸν δὴ τρόπον, καὶ οἱ τὰ περὶ τὰς Ἐκκλησίας ἐξαρχῆς διαθεσμοθετήσαντες ἀπόστολοι καὶ πατέρες, ἐν τῷ κεκρυμμένῳ καὶ ἀφθέγκτῳ τὸ σεμνὸν τοῖς μυστηρίοις ἐφύλασσον. Οὐδὲ γὰρ ὅλως μυστήριον, τὸ εἰς τὴν δημώδη καὶ εἰκαίαν ἀκοὴν ἔκφορον. Οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων παραδόσεως, ὡς μὴ καταμεληθεῖσαν τῶν δογμάτων τὴν γνῶσιν εὐκαταφρόνητον τοῖς πολλοῖς γενέσθαι διὰ συνήθειαν.
Ἄλλο γὰρ δόγμα, καὶ ἄλλο κήρυγμα. Τὸ μὲν γὰρ σιωπᾶται, τὰ δὲ κηρύγματα δημοσιεύεται. Σιωπῆς δὲ εἶδος καὶ ἡ ἀσάφεια, ᾗ κέχρηται ἡ Γραφή, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές.
Τούτου χάριν πάντες μὲν ὁρῶμεν κατ᾽ ἀνατολὰς ἐπὶ τῶν προσευχῶν· ὀλίγοι δὲ ἴσμεν ὅτι τὴν ἀρχαίαν ἐπιζητοῦμεν πατρίδα, τὸν παράδεισον, ὃν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατ᾽ ἀνατολάς. Ὀρθοὶ μὲν πληροῦμεν τὰς εὐχὰς ἐν τῇ μιᾷ τοῦ σαββάτου· τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν. Οὐ γὰρ μόνον ὡς συναναστάντες Χριστῷ καὶ τὰ ἄνω ζητεῖν ὀφείλοντες, ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς δεδομένης ἡμῖν χάριτος διὰ τῆς κατὰ τὴν προσευχὴν στάσεως ἑαυτοὺς ὑπομιμνήσκομεν· ἀλλ᾽ ὅτι δοκεῖ πως τοῦ προσδοκωμένου αἰῶνος εἶναι εἰκών. Διὸ καὶ ἀρχὴ οὖσα ἡμερῶν, οὐχὶ πρώτη παρὰ Μωϋσέως, ἀλλὰ μία ὠνόμασται. «Ἐγένετο γάρ, φησίν, ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»· ὡς τῆς αὐτῆς ἀνακυκλουμένης πολλάκις. Καὶ μία τοίνυν ἡ αὐτὴ καὶ ὀγδόη τὴν μίαν ὄντως ἐκείνην καὶ ἀληθινὴν ὀγδόην, ἧς καὶ ὁ ψαλμῳδὸς ἔν τισιν ἐπιγραφαῖς τῶν ψαλμῶν ἐπεμνήσθη, δι᾽ ἑαυτῆς ἐμφανίζουσα, τὴν μετὰ τὸν χρόνον τοῦτον κατάστασιν, τὴν ἄπαυστον ἡμέραν, τὴν ἀνέσπερον, τὴν ἀδιάδοχον, τὸν ἄληκτον ἐκεῖνον καὶ ἀγήρω αἰῶνα. Ἀναγκαίως οὖν τὰς ἐν αὐτῇ προσευχὰς ἑστῶτας ἀποπληροῦν τοὺς ἑαυτῆς τροφίμους ἡ Ἐκκλησία παιδεύει, ἵνα τῇ συνεχεῖ ὑπομνήσει τῆς ἀτελευτήτου ζωῆς, τῶν πρὸς τὴν μετάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Καὶ πᾶσα δὲ ἡ πεντηκοστὴ τῆς ἐν τῷ αἰῶνι προσδοκωμένης ἀναστάσεώς ἐστιν ὑπόμνημα.
Ἡ γὰρ μία ἐκείνη καὶ πρώτη ἡμέρα, ἑπτάκις ἑπταπλασιασθεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς πεντηκοστῆς ἑβδομάδας ἀποτελεῖ. Ἐκ πρώτης γὰρ ἀρχομένη, εἰς τὴν αὐτὴν καταλήγει, δι᾽ ὁμοίων τῶν ἐν τῷ μέσῳ ἐξελιττομένη πεντηκοντάκις.
Διὸ καὶ αἰῶνα μιμεῖται τῇ ὁμοιότητι, ὥσπερ ἐν κυκλικῇ κινήσει ἀπὸ τῶν αὐτῶν ἀρχομένη σημείων, καὶ εἰς τὰ αὐτὰ καταλήγουσα. Ἐν ᾗ τὸ ὄρθιον σχῆμα τῆς προσευχῆς προτιμᾶν οἱ θεσμοὶ τῆς Ἐκκλησίας ἡμᾶς ἐξεπαίδευσαν, ἐκ τῆς ἐναργοῦς ὑπομνήσεως οἱονεὶ μετοικίζοντες ἡμῶν τὸν νοῦν ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα. Καὶ καθ᾽ ἑκάστην δὲ γονυκλισίαν καὶ διανάστασιν, ἔργῳ δείκνυμεν, ὅτι διὰ τῆς ἁμαρτίας εἰς γῆν κατερρύημεν, καὶ διὰ τῆς φιλανθρωπίας τοῦ κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλήθημεν.
Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τἄλλα· αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐκ ποίων γραμμάτων ἔχομεν; Εἰ μὲν γὰρ ἐκ τῆς τοῦ βαπτίσματος παραδόσεως, κατὰ τὸ τῆς εὐσεβείας ἀκόλουθον, ὡς βαπτιζόμεθα οὕτω καὶ πιστεύειν ὀφείλοντες, ὁμοίαν τῷ βαπτίσματι τὴν ὁμολογίαν κατατιθέμεθα, συγχωρησάτωσαν καὶ ἡμῖν ἐκ τῆς αὐτῆς ἀκολουθίας ὁμοίαν τῇ πίστει τὴν δόξαν ἀποδιδόναι. Εἰ δὲ τὸν τρόπον τῆς δοξολογίας ὡς ἄγραφον παραιτοῦνται, δότωσαν ἡμῖν τῆς τε κατὰ τὴν πίστιν ὁμολογίας καὶ τῶν λοιπῶν, ὧν ἀπηριθμησάμεθα, ἐγγράφους τὰς ἀποδείξεις.
Εἶτα τοσούτων ὄντων ἀγράφων καὶ τοσαύτην ἐχόντων τὴν ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυστήριον, μίαν λέξιν ἡμῖν ἐκ πατέρων εἰς ἡμᾶς ἐλθοῦσαν οὐ συγχωρήσουσιν, ἣν ἡμεῖς ἐκ τῆς ἀνεπιτηδεύτου συνηθείας ταῖς ἀδιαστρόφοις τῶν ἐκκλησιῶν ἐναπομείνασαν εὕρομεν, οὐ μικρὸν τὸν λόγον ἔχουσαν, οὐδὲ βραχεῖαν συντέλειαν εἰς τὴν τοῦ μυστηρίου δύναμιν εἰσφερομένην;
Εἴρηται μὲν οὖν τίς ἡ δύναμις ἑκατέρας τῆς ἐκφωνήσεως. Εἰρήσεται δὲ καὶ πάλιν, ὅπη τε συμφωνοῦσιν ἀλλήλαις καὶ ὅπη διίστανται· οὐκ ἀπομαχόμεναι πρὸς ἐναντίωσιν, ἀλλ᾽ ἴδιον ἑκατέρα τὸν νοῦν εἰσφερομένη πρὸς τὴν εὐσέβειαν.
Ἡ μὲν γὰρ ἐν τὰ πρὸς ἡμᾶς παρίστησι μᾶλλον· ἡ δὲ σὺν τὴν πρὸς Θεὸν κοινωνίαν τοῦ Πνεύματος ἐξαγγέλλει. Διόπερ ἀμφοτέραις κεχρήμεθα ταῖς φωναῖς· τῇ μὲν τὸ ἀξίωμα τοῦ Πνεύματος παριστῶντες· τῇ δὲ τὴν χάριν τὴν παρ᾽ ἡμῖν διαγγέλλοντες. Οὕτω καὶ ἐν τῷ Πνεύματι τὴν δόξαν προσάγομεν τῷ Θεῷ καὶ σὺν τῷ Πνεύματι· οὐδὲν ἡμέτερον λέγοντες, ἀλλ᾽ ὥσπερ ἀπὸ κανόνος, τῆς τοῦ Κυρίου διδασκαλίας, ἐπὶ τὰ προσεχῆ καὶ ἀλλήλων ἐχόμενα καὶ ἀναγκαίαν ἐν τοῖς μυστηρίοις τὴν συνάφειαν ἔχοντα, τὴν φωνὴν μεταφέροντες. Τὸ γὰρ ἐπὶ τοῦ βαπτίσματος συναριθμηθὲν ἀναγκαίως ᾠήθημεν δεῖν καὶ ἐπὶ τῆς πίστεως συναρμόσαι. Τὴν δὲ ὁμολογίαν τῆς πίστεως, οἷον ἀρχήν τινα καὶ μητέρα τῆς δοξολογίας ἐποιησάμεθα. Ἀλλὰ τί χρὴ ποιεῖν; Νῦν γὰρ ἡμᾶς διδασκέτωσαν μὴ βαπτίζειν ὡς παρελάβομεν· ἢ μὴ πιστεύειν ὡς ἐβαπτίσθημεν· ἢ μὴ δοξάζειν ὡς πεπιστεύκαμεν. Δεικνύτω γάρ τις ἢ ὡς οὐκ ἀναγκαία καὶ ἄρρηκτος ἡ πρὸς ἄλληλα τούτων ἀκολουθία, ἢ ὡς οὐχὶ ἡ ἐν τούτοις καινοτομία τοῦ παντός ἐστι κατάλυσις.
Ἀλλ᾽ οὐ παύονται ἄνω καὶ κάτω θρυλλοῦντες τὴν ἀμάρτυρον καὶ ἄγραφον, καὶ ὅσα τοιαῦτα, τὴν σὺν τῷ Πνεύματι τῷ ἁγίῳ δοξολογίαν. Εἴρηται μὲν οὖν ὅτι ταὐτόν ἐστι πρὸς διάνοιαν εἰπεῖν ‘δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι’ καὶ ‘δόξα Πατρὶ καὶ Υἱῷ σὺν τῷ ἁγίῳ Πνεύματι’.
Οὔτε οὖν τὴν καὶ συλλαβὴν ἐξ αὐτῆς τοῦ Κυρίου φωνῆς προελθοῦσαν, ἀθετῆσαί τινι ἢ διαγράφειν οἷόν τε, καὶ τὴν ἰσοδυναμοῦσαν αὐτῇ οὐδὲν τὸ κώλυον καταδεχθῆναι· ἣν ὅπως ἔχει πρὸς ἐκείνην διαφορᾶς τε καὶ ὁμοιότητος, ἐν τοῖς κατόπιν ἐδείξαμεν. Βεβαιοῖ δὲ ἡμῖν τὸν λόγον καὶ ὁ ἀπόστολος ἀδιαφόρως ἑκατέρᾳ τῇ φωνῇ κεχρημένος, νῦν μὲν λέγων· «Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν», πάλιν δέ· «Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ Πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ», οὐδὲν διαφέρειν ἡγούμενος τῷ συνδέσμῳ ἢ τῇ προσθέσει πρὸς τὴν τῶν ὀνομάτων συμπλοκὴν ἀποχρήσασθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.