Ἔργον
Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος
Αρχαίοι μάρτυρες της τριαδικής δοξολογίας
Επίκληση κειμένων από αρχαίους εκκλησιαστικούς συγγραφείς και πατέρες, που επιβεβαιώνουν τη μακραίωνη απόδοση δόξας στο Άγιο Πνεύμα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αρχαίοι μάρτυρες της τριαδικής δοξολογίας
Επίκληση κειμένων από αρχαίους εκκλησιαστικούς συγγραφείς και πατέρες, που επιβεβαιώνουν τη μακραίωνη απόδοση δόξας στο Άγιο Πνεύμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασιλευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχωροῦσιν οἱ ἀντιλέγοντες. Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ, μᾶλλον ἡμῶν ὑπόκεινται τοῖς ἐγκλήμασι.
Παῦλος τοίνυν Κολοσσαεῦσι γράφων· «Καὶ ὑμᾶς, φησί, νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ, συνεζωοποίησε τῷ Χριστῷ.» Ἆρα οὖν λαῷ μὲν ὅλῳ καὶ Ἐκκλησίᾳ ἐχαρίσατο ὁ Θεὸς τὴν σὺν Χριστῷ ζωήν· τῷ δὲ ἁγίῳ Πνεύματι οὐχὶ σὺν Χριστῷ ἡ ζωή; Εἰ δὲ τοῦτο καὶ διανοίᾳ λαβεῖν ἀσεβές, πῶς οὐχ ὅσιον ὡς ἔχει φύσεως, οὕτω καὶ τὴν ὁμολογίαν συνημμένως ἀποδιδόναι; Εἶτα, πῶς οὐ τῆς ἐσχάτης ἀναλγησίας, τοὺς μὲν ἁγίους ὁμολογεῖν σὺν Χριστῷ εἶναι—εἴπερ δὴ Παῦλος ἐκδημήσας ἀπὸ τοῦ σώματος ἐνδημεῖ πρὸς τὸν Κύριον, καὶ ἀναλύσας σὺν Χριστῷ ἐστιν ἤδη—, τῷ δὲ Πνεύματι τούτους, μηδὲ τοῖς ἀνθρώποις ἐξ ἴσου, μετὰ Χριστοῦ εἶναι, τόγε εἰς αὐτοὺς ἧκον, μεταδιδόναι; Καὶ Παῦλος Θεοῦ μὲν συνεργὸν ἑαυτὸν ἐν τῇ οἰκονομίᾳ τοῦ εὐαγγελίου καλεῖ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, δι᾽ οὗ ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν καρποφορεῖται τὸ εὐαγγέλιον, ἐὰν συνεργὸν εἴπωμεν, κἂν ἀσεβείας γραφὴν καθ᾽ ἡμῶν ἀπενέγκαιντο; Καὶ ὡς ἔοικεν, ἡ μὲν ζωὴ τῶν ἠλπικότων ἐπὶ Κύριον «κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ», καὶ «ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ αὐτοὶ σὺν αὐτῷ φανερωθήσονται ἐν δόξῃ»· αὐτὸ δὲ τὸ Πνεῦμα τῆς ζωῆς, τὸ ἐλευθερῶσαν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, οὐδαμῶς ἐστι σὺν Χριστῷ, οὔτε ἐν λανθανούσῃ καὶ κεκρυμμένῃ σὺν αὐτῷ ζωῇ, οὔτε ἐν τῇ φανερώσει τῆς δόξης, ἣν ἡμεῖς ἐπὶ τοῖς ἁγίοις ἐκφανήσεσθαι προσδοκῶμεν; «
Κληρονόμοι Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ» ἡμεῖς· τὸ δὲ Πνεῦμα ἀπόκληρον καὶ ἄμοιρον τῆς κοινωνίας τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ; Καὶ «αὐτὸ μὲν τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ», ἡμεῖς δὲ τῷ Πνεύματι οὐδὲ ἣν παρὰ τοῦ Κυρίου μεμαθήκαμεν τῆς πρὸς Θεὸν κοινωνίας τὴν μαρτυρίαν κατατιθέμεθα;
Τὸ δὲ κεφάλαιον τῆς ἀνοίας, ἡμεῖς μὲν διὰ τῆς εἰς Χριστὸν πίστεως τῆς ἐν Πνεύματι συνεγερθήσεσθαι αὐτῷ καὶ συγκαθεδεῖσθαι ἐν τοῖς ἐπουρανίοις ἐλπίζομεν, ὅταν μετασχηματίσῃ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν ἀπὸ τοῦ ψυχικοῦ πρὸς τὸ πνευματικόν· τῷ δὲ Πνεύματι οὐ συνεδρίας, οὐ δόξης, οὐκ ἄλλου τινός, ὧν ἔχομεν παρ᾽ αὐτοῦ, μεταδίδομεν; ἀλλ᾽ ὧν ἑαυτοὺς ἀξίους εἶναι, κατὰ τὴν ἀψευδῆ τοῦ ἐπαγγειλαμένου δωρεάν, πεπιστεύκαμεν, τούτων οὐδενὸς τῷ Πνεύματι τῷ ἁγίῳ ὡς ὑπερβαίνοντος αὐτοῦ τὴν ἀξίαν παραχωροῦμεν;
Καὶ σοὶ μὲν κατὰ τὴν ἀξίαν ἐστί, πάντοτε εἶναι σὺν τῷ Κυρίῳ· καὶ προσδοκᾷς, ἁρπαγεὶς ἐν νεφέλαις εἰς ἀπάντησιν εἰς ἀέρα, πάντοτε συνέσεσθαι τῷ Κυρίῳ· τὸ δὲ Πνεῦμα νῦν ἀντιλέγεις εἶναι σὺν τῷ Χριστῷ; ὅς γε τὸν συναριθμοῦντα αὐτὸ καὶ συντάσσοντα Πατρὶ καὶ Υἱῷ ἐξόριστον τίθεσαι, ὡς ἀφόρητα δυσσεβοῦντα;
Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς—«εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν»—, τὸ δὲ Πνεῦμα τῆς ἁγιωσύνης οὐ συνδοξάζεις Χριστῷ, ὡς οὐδὲ σοὶ τῶν ἴσων τυγχάνειν ἄξιον. Καὶ σὺ μὲν ἐλπίζεις συμβασιλεύειν, τὸ δὲ Πνεῦμα τῆς χάριτος ἐνυβρίζεις, τὴν δούλου αὐτῷ καὶ ὑπηρέτου τάξιν ἀποκληρῶν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοσοῦτον δείξω ὀφειλόμενον εἶναι εἰς δοξολογίαν τῷ Πνεύματι· ἀλλ᾽ ἵνα τὴν ἀγνωμοσύνην ἐλέγξω τῶν μηδὲ τοσοῦτον διδόντων, ἀλλ᾽ ὡς ἀσέβειαν φευγόντων τὴν τοῦ Πνεύματος πρὸς Υἱὸν καὶ Πατέρα κοινωνίαν τῆς δόξης. Τίς δύναται ταῦτα ἀστενακτὶ παρελθεῖν; Ἢ γὰρ οὐχὶ προδήλως, ὥστε κἂν παιδὶ γενέσθαι γνώριμον, τὴν ἀπειληθεῖσαν τῆς πίστεως ἔκλειψιν προοιμιάζονται τὰ παρόντα; Ἀμφίβολα γέγονε τὰ ἀναντίρρητα. Πιστεύομεν εἰς τὸ Πνεῦμα· καὶ ταῖς ἡμετέραις αὐτῶν ὁμολογίαις ζυγομαχοῦμεν. Βαπτιζόμεθα· καὶ πάλιν μαχόμεθα. Ὡς ἀρχηγὸν τῆς ζωῆς ἐπικαλούμεθα· καὶ ὡς ὁμοδούλου καταφρονοῦμεν. Μετὰ Πατρὸς καὶ Υἱοῦ παρελάβομεν· καὶ ὡς μέρος τῆς κτίσεως ἀτιμάζομεν.
Οἱ δὲ τί προσεύξονται μὴ εἰδότες, ἐάν τι καὶ φθέγξασθαι σεμνὸν περὶ τοῦ Πνεύματος προαχθῶσιν, ὡς ἐφικνούμενοι τῆς ἀξίας, κολάζουσι τοῦ λόγου τὸ ὑπερπίπτον τὴν συμμετρίαν. Οὓς ἐχρῆν ὀδύρεσθαι τὴν ἀσθένειαν· ὅτι ὧν ἔργῳ πάσχομεν, λόγοις ἀντιπληροῦν τὴν χάριν οὐκ ἐξαρκοῦμεν.
Ὑπερέχει γὰρ πάντα νοῦν, καὶ λόγου φύσιν ἐλέγχει, οὐδὲ πολλοστῷ μέρει τῆς ἀξίας παρισουμένην, κατὰ τὸν λόγον τῆς ἐπιγραφομένης Σοφίας· «Ὑψώσατε γάρ, φησί, καθόσον ἂν δύνησθε· ὑπερέχει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε. Μὴ κοπιᾶτε· οὐ γὰρ μὴ ἐφίκησθε.» Ἦ που φοβεραὶ ὑμῖν αἱ ὑπὲρ τῶν τοιούτων λόγων εὔθυναι τοῖς παρὰ τοῦ ἀψευδοῦς ἀκηκοόσι Θεοῦ, ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρήσαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ σύν. Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν· ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτω· εἰ δὲ τὰ πλεῖστα τῶν μυστικῶν ἀγράφως ἡμῖν ἐμπολιτεύεται, μετὰ πολλῶν τῶν ἑτέρων καὶ τοῦτο παραδεξόμεθα. Ἀποστολικὸν δὲ οἶμαι καὶ τὸ ταῖς ἀγράφοις παραδόσεσι παραμένειν. «Ἐπαινῶ γάρ, φησίν, ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε.» Καὶ τό· «Κρατεῖτε τὰς παραδόσεις ἃς παρελάβετε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς»· ὧν μία ἐστὶ καὶ ἡ παροῦσα αὕτη, ἣν οἱ ἐξ ἀρχῆς διαταξάμενοι παραδιδόντες τοῖς ἐφεξῆς, συμπροϊούσης ἀεὶ τῷ χρόνῳ τῆς χρήσεως, διὰ μακρᾶς τῆς συνηθείας ταῖς ἐκκλησίαις ἐγκατερρίζωσαν.
Ἆρ᾽ οὖν εἰ ὡς ἐν δικαστηρίῳ τῆς διὰ τῶν ἐγγράφων ἀποδείξεως ἀποροῦντες, μαρτύρων ὑμῖν πλῆθος παραστησαίμεθα, οὐκ ἂν τῆς ἀφιείσης παρ᾽ ὑμῶν ψήφου τύχοιμεν; Ἐγὼ μὲν οὕτως οἶμαι· «Ἐπὶ στόματος γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Εἰ δὲ καὶ τὸν πολὺν χρόνον πρὸς ἡμῶν ὄντα ἐναργῶς ὑμῖν ἐπεδείκνυμεν, οὐκ ἂν ἐδόξαμεν ὑμῖν εἰκότα λέγειν, μὴ εἶναι καθ᾽ ἡμῶν τὴν δίκην εἰσαγώγιμον ταύτην; Δυσωπητικὰ γάρ πως τὰ παλαιὰ τῶν δογμάτων, οἱονεὶ πολιᾷ τινι τῇ ἀρχαιότητι τὸ αἰδέσιμον ἔχοντα. Ἀπαριθμήσομαι οὖν ὑμῖν τοὺς προστάτας τοῦ λόγου —συμπαραμετρεῖται δὲ πάντως κατὰ τὸ σιωπώμενον καὶ ὁ χρόνος—· οὐ γὰρ ἐξ ἡμῶν ὥρμηται πρῶτον. Πόθεν; χθιζοί τινες ὄντως ἡμεῖς, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, πρός γε τοσοῦτον χρόνον, τὸν τῆς συνηθείας ταύτης ἡλικιώτην.
Ἐγὼ μὲν οὖν αὐτός, εἰ χρή με τοὐμὸν ἴδιον εἰπεῖν, ὥσπερ τινὰ κλῆρον πατρῷον τὴν φωνὴν ταύτην διαφυλάττω, παραλαβὼν παρὰ ἀνδρὸς μακρὸν ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ διαζήσαντος χρόνον, δι᾽ οὗ καὶ ἐβαπτίσθην, καὶ τῇ ὑπηρεσίᾳ τῆς Ἐκκλησίας προσήχθην. Ἀναζητῶν δὲ κατ᾽ ἐμαυτὸν εἴ τις ἄρα τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ἐχρήσατο ταύταις ταῖς νῦν ἀντιλεγομέναις φωναῖς, πολλοὺς εὗρον καὶ τῇ ἀρχαιότητι τὸ ἀξιόπιστον ἔχοντας, καὶ τῇ τῆς γνώσεως ἀκριβείᾳ οὐ κατὰ τοὺς νῦν ὄντας· ὧν οἱ μὲν τῇ προθέσει, οἱ δὲ τῷ συνδέσμῳ κατὰ τὴν δοξολογίαν τὸν λόγον ἑνώσαντες, οὐδὲν διάφορον δρᾶν, ὥς γε πρὸς τὴν ὀρθὴν τῆς εὐσεβείας ἔννοιαν, ἐνομίσθησαν.
Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος, καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεὺς Διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ ἐπιστολῇ περὶ ἐλέγχου καὶ ἀπολογίας οὕτω τὸν λόγον ἀνέπαυσε. Γράψω δὲ ὑμῖν αὐτὰ τοῦ ἀνδρὸς τὰ ῥήματα. «Τούτοις, φησί, πᾶσιν ἀκολούθως καὶ ἡμεῖς, καὶ δὴ παρὰ τῶν πρὸ ἡμῶν πρεσβυτέρων τύπον καὶ κανόνα παρειληφότες, ὁμοφώνως αὐτοῖς προσευχαριστοῦντες· καὶ δὴ καὶ νῦν ὑμῖν ἐπιστέλλοντες καταπαύομεν. Τῷ δὲ Θεῷ Πατρὶ καὶ Υἱῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.» Καὶ ταῦτα οὐκ ἄν τις εἴποι μεταγεγράφθαι. Οὐ γὰρ ἂν οὕτω διετείνατο, τύπον καὶ κανόνα παρειληφέναι λέγων, εἴπερ ἐν τῷ Πνεύματι εἰρηκὼς ἦν· ταύτης γὰρ τῆς φωνῆς ἡ χρῆσις πολλή.
Ἀλλ᾽ ἐκεῖνο ἦν τὸ τῆς ἀπολογίας δεόμενον. Ὅς γε καὶ κατὰ μέσον που τῆς γραφῆς, οὕτως εἴρηκε πρὸς τοὺς Σαβελλιανούς· «Εἰ τῷ τρεῖς εἶναι τὰς ὑποστάσεις, μεμερισμένας εἶναι λέγουσι, τρεῖς εἰσι κἂν μὴ θέλωσιν· ἢ τὴν θείαν Τριάδα παντελῶς ἀνελέτωσαν.» Καὶ πάλιν· «Θειοτάτη γάρ, διὰ τοῦτο, μετὰ τὴν μονάδα καὶ ἡ Τριάς.» Ἀλλὰ καὶ ὁ Κλήμης ἀρχαϊκώτερον· «Ζῇ, φησίν, ὁ Θεός, καὶ ὁ Κύριος Ἰησοῦς Χριστός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον».
Εἰρηναῖος δέ, ὁ ἐγγὺς τῶν ἀποστόλων γενόμενος, πῶς ἐμνήσθη τοῦ Πνεύματος ἐν τῷ πρὸς τὰς αἱρέσεις λόγῳ, ἀκούσωμεν. «Τοὺς δὲ ἀχαλιναγωγήτους, φησί, καὶ καταφερομένους εἰς τὰς ἑαυτῶν ἐπιθυμίας, μηδεμίαν ἔχοντας ἐπιθυμίαν θείου Πνεύματος, δικαίως ὁ ἀπόστολος σαρκικοὺς καλεῖ.» Καὶ ἐν ἄλλοις ὁ αὐτός φησιν· «Ἵνα μὴ ἄμοιροι θείου Πνεύματος γενόμενοι, ἀποτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, ἐπεβόησεν ὁ ἀπόστολος μὴ δύνασθαι τὴν σάρκα βασιλείαν οὐρανῶν κληρονομῆσαι.» Εἰ δὲ τῷ καὶ ὁ Παλαιστινὸς Εὐσέβιος ἀξιόπιστος διὰ πολυπειρίαν, κἀκείνου τὰς αὐτὰς φωνὰς ἐπιδείκνυμεν ἐν τοῖς ἐπαπορήμασι περὶ τῆς τῶν ἀρχαίων πολυγαμίας. Λέγει γὰρ οὕτω παρορμῶν ἑαυτὸν ἐπὶ τὸν λόγον· «Τὸν τῶν προφητῶν ἅγιον Θεὸν φωταγωγὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν ἁγίῳ Πνεύματι καλέσαντες.» Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς ψαλμοὺς διαλέξεων εὕρομεν, σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ τοῦ Πνεύματος τὰς ὑπολήψεις ἐν πᾶσιν ἔχοντα· πλὴν ἀλλὰ πολλαχοῦ καὶ αὐτὸς τῆς συνηθείας τὸ ἰσχυρὸν δυσωπούμενος, τὰς εὐσεβεῖς φωνὰς ἀφῆκε περὶ τοῦ Πνεύματος.
Ὅς γε κατὰ τὸ ἕκτον οἶμαι τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν, καὶ προσκυνητὸν αὐτὸ φανερῶς ἀπεφήνατο, οὑτωσὶ γράφων κατὰ λέξιν· «Ὅτι τὸ τοῦ ὕδατος λουτρὸν σύμβολον τυγχάνει καθαρσίου ψυχῆς, πάντα ῥύπον τὸν ἀπὸ κακίας ἀποπλυνομένης· οὐδὲν δὲ ἧττον καὶ καθ᾽ ἑαυτὸ τῷ ἐμπαρέχοντι ἑαυτὸν τῇ θεότητι τῆς προσκυνητῆς Τριάδος, διὰ τῆς δυνάμεως τῶν ἐπικλήσεων, χαρισμάτων ἀρχὴν ἔχει καὶ πηγήν.» Καὶ πάλιν ἐν τοῖς εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν ἐξηγητικοῖς· «Αἱ ἱεραί, φησί, δυνάμεις χωρητικαὶ τοῦ Μονογενοῦς καὶ τῆς τοῦ ἁγίου Πνεύματος θεότητος». Οὕτως, οἶμαι, τὸ τῆς παραδόσεως ἰσχυρὸν ἐνῆγε πολλάκις τοὺς ἄνδρας καὶ τοῖς οἰκείοις αὐτῶν δόγμασιν ἀντιλέγειν.
Ἀλλ᾽ οὐδὲ Ἀφρικανὸν τὸν ἱστοριογράφον τὸ τοιοῦτον εἶδος τῆς δοξολογίας παρέλαθε. Φαίνεται γὰρ ἐν τῷ πέμπτῳ τῆς τῶν χρόνων Ἐπιτομῆς, οὕτω καὶ αὐτὸς λέγων· «Ἡμεῖς γὰρ οἱ κἀκείνων τῶν ῥημάτων τὸ μέτρον ἐπιστάμενοι καὶ τῆς πίστεως οὐκ ἀγνοοῦντες τὴν χάριν, εὐχαριστοῦμεν τῷ παρασχομένῳ τοῖς ἰδίοις ἡμῖν Πατρὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα, μεγαλωσύνη σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας.» Τὰ μὲν οὖν ἄλλα τυχὸν καὶ ἀπιστηθῆναι δύναται, ἢ καὶ μεταγραφέντα δυσφώρατον ἔχειν τὴν κακουργίαν, ἐν μιᾷ συλλαβῇ τῆς διαφορᾶς ὑπαρχούσης· ἃ δὲ διὰ μακροτέρας τῆς λέξεως παρεθέμεθα, καὶ τὴν ἐπιβουλὴν διαφεύγει, καὶ τὴν μαρτυρίαν ἀπ᾽ αὐτῶν τῶν συγγραμμάτων εὐαπόδεικτον ἔχει.
Ὃ δὲ ἄλλως μὲν ἴσως μικροπρεπὲς ἦν εἰς μέσον ἄγεσθαι, τῷ δὲ καινοτομίαν ἐγκαλουμένῳ ἀναγκαῖον εἰς μαρτυρίαν διὰ τοῦ χρόνου τὴν ἀρχαιότητα, τοῦτο δὴ καὶ προσθήσω. Ἔδοξε τοῖς πατράσιν ἡμῶν μὴ σιωπῇ τὴν χάριν τοῦ ἑσπερινοῦ φωτὸς δέχεσθαι· ἀλλ᾽ εὐθὺς φανέντος εὐχαριστεῖν.
Καὶ ὅστις μὲν ὁ πατὴρ τῶν ῥημάτων ἐκείνων τῆς ἐπιλυχνίου εὐχαριστίας, εἰπεῖν οὐκ ἔχομεν· ὁ μέντοι λαὸς ἀρχαίαν ἀφίησι τὴν φωνὴν, καὶ οὐδενὶ πώποτε ἀσεβεῖν ἐνομίσθησαν οἱ λέγοντες· «Αἰνοῦμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα Θεοῦ.» Εἰ δέ τις καὶ τὸν ὕμνον Ἀθηνογένους ἔγνω, ὃν ὥσπερ ἄλλο τι ἐξιτήριον τοῖς συνοῦσιν αὐτῷ καταλέλοιπεν, ὁρμῶν ἤδη πρὸς τὴν διὰ πυρὸς τελείωσιν, οἶδε καὶ τὴν τῶν μαρτύρων γνώμην ὅπως εἶχον περὶ τοῦ Πνεύματος. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
Γρηγόριον δὲ τὸν μέγαν καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν; ἆρ᾽ οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν; ἄνδρα τῷ αὐτῷ πνεύματι ἐκείνοις περιπατήσαντα, καὶ τοῖς τῶν ἁγίων ἴχνεσι διὰ παντὸς τοῦ βίου στοιχήσαντα, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκριβὲς διὰ πάσης αὐτοῦ τῆς ζωῆς κατορθώσαντα. Ἐγὼ μὲν τοῦτό φημι, ἦ ἀδικήσομεν τὴν ἀλήθειαν, μὴ τοῖς ᾠκειωμένοις Θεῷ τὴν ψυχὴν ἐκείνην συναριθμοῦντες, οἷόν τινα λαμπτῆρα περιφανῆ μέγαν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαλάμψαντα· ὃς φοβερὸν μὲν εἶχεν ἐκ τῆς τοῦ Πνεύματος συνεργίας κατὰ δαιμόνων τὸ κράτος· τοσαύτην δὲ ἔλαβε τοῦ λόγου τὴν χάριν εἰς ὑπακοὴν πίστεως ἐν τοῖς ἔθνεσιν, ὥστε ἑπτακαίδεκα μόνους Χριστιανοὺς παραλαβών, ὅλον τὸν λαὸν τόν τε ἀστικὸν καὶ τὸν χωριτικὸν διὰ τῆς ἐπιγνώσεως προσήγαγε τῷ Θεῷ. Ἐκεῖνος καὶ ποταμῶν ῥεῖθρα μετέστησεν, ἐπιτάξας αὐτοῖς ἐν τῷ ὀνόματι τῷ μεγάλῳ τοῦ Χριστοῦ· καὶ λίμνην ἐξήρανεν ὑπόθεσιν πολέμου φέρουσαν ἀδελφοῖς πλεονέκταις. Αἱ δὲ τῶν μελλόντων προαγορεύσεις τοιαῦται, ὡς μηδὲν τῶν μεγάλων προφητῶν ἀποδεῖν. Καὶ ὅλως μακρὸν ἂν εἴη τοῦ ἀνδρὸς διηγεῖσθαι τὰ θαύματα, ὃς τῇ ὑπερβολῇ τῶν ἐν αὐτῷ χαρισμάτων, τῶν ἐνεργουμένων ὑπὸ τοῦ Πνεύματος ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι, δεύτερος Μωϋσῆς παρ᾽ αὐτῶν τῶν ἐχθρῶν τῆς Ἐκκλησίας ἀνηγορεύετο.
Οὕτως αὐτῷ ἐν παντὶ λόγῳ καὶ ἔργῳ τῶν ἐπιτελουμένων διὰ τῆς χάριτος οἷόν τι φῶς ἐπέλαμπε, μήνυμα τῆς οὐρανίου δυνάμεως, τῆς ἐκ τοῦ ἀφανοῦς παρεπομένης αὐτῷ. Τούτου μέγα ἔτι καὶ νῦν τοῖς ἐγχωρίοις τὸ θαῦμα, καὶ νεαρὰ καὶ ἀεὶ πρόσφατος ἡ μνήμη ταῖς ἐκκλησίαις ἐνίδρυται, οὐδενὶ χρόνῳ ἀμαυρουμένη.
Οὐκοῦν οὐ πρᾶξίν τινα, οὐ λόγον, οὐ τύπον τινὰ μυστικόν, παρ᾽ ὃν ἐκεῖνος κατέλιπε τῇ ἐκκλησίᾳ, προσέθηκαν. Ταύτῃ τοι καὶ πολλὰ τῶν παρ᾽ αὐτοῖς τελουμένων ἐλλειπῶς ἔχειν δοκεῖ, διὰ τὸ τῆς καταστάσεως ἀρχαιότροπον. Οὐδὲν γὰρ ἠνέσχοντο οἱ κατὰ διαδοχὴν τὰς ἐκκλησίας οἰκονομήσαντες τῶν μετ᾽ ἐκεῖνον ἐφευρεθέντων παραδέξασθαι εἰς προσθήκην. Ἓν τοίνυν τῶν Γρηγορίου καὶ ὁ νῦν ἀντιλεγόμενος τρόπος τῆς δοξολογίας ἐστίν, ἐκ τῆς ἐκείνου παραδόσεως τῇ Ἐκκλησίᾳ πεφυλαγμένος. Καὶ οὐ πολὺς ὁ πόνος μικρὸν κινηθέντι τὴν ἐπὶ τούτοις πληροφορίαν λαβεῖν.
Ταύτην καὶ Φιρμιλιανῷ τῷ ἡμετέρῳ μαρτυροῦσι τὴν πίστιν οἱ λόγοι οὓς καταλέλοιπε. Καὶ Μελέτιον τὸν πάνυ ἐπὶ ταύτης εἶναι τῆς γνώμης οἱ συγγεγονότες φασί. Καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; ἀλλὰ νῦν ἐπὶ τῆς ἑῴας οὐχ ἑνὶ μάλιστα τούτῳ τοὺς εὐσεβοῦντας γνωρίζουσιν, οἷόν τινι σημείῳ τῇ φωνῇ ταύτῃ φιλοκρινοῦντες; Ὡς δὲ ἐγώ τινος τῶν ἐκ Μεσοποταμίας ἤκουσα, ἀνδρὸς καὶ τῆς γλώσσης ἐμπείρως ἔχοντος, καὶ ἀδιαστρόφου τὴν γνώμην, οὐδὲ δυνατὸν ἑτέρως εἰπεῖν τῇ ἐγχωρίῳ φωνῇ, κἂν ἐθέλωσιν, ἀλλὰ διὰ τῆς καὶ συλλαβῆς, μᾶλλον δὲ τῶν ἰσοδυναμουσῶν αὐτῇ φωνῶν, κατά τι ἰδίωμα πάτριον, ἀνάγκην αὐτοῖς εἶναι τὴν δοξολογίαν προφέρειν. Καὶ Καππαδόκαι δὲ οὕτω λέγομεν ἐγχωρίως, ἔτι τότε ἐν τῇ τῶν γλωσσῶν διαιρέσει τὸ ἐκ τῆς λέξεως χρήσιμον προβλεψαμένου τοῦ Πνεύματος.
Τί δὲ ἡ δύσις ἅπασα, μικροῦ δεῖν, ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῶν ὅρων τῆς καθ᾽ ἡμᾶς οἰκουμένης, οὐχὶ τὴν φωνὴν ταύτην πρεσβεύει; Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆς Ἐκκλησίας, ἐν πάσῃ γνώσει καὶ δυνάμει Πνεύματος διαπρεπεῖς, ἀρχηγοὺς καὶ προστάτας τῆς φωνῆς παρεχόμενος;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.