Ἀπαράβατον δὲ συνθήκην κατέθετο τοῦ ἀκολουθεῖν ἐν πᾶσι τῷ Κυρίῳ, ὅπερ ἐστὶ ζῇν τῷ Θεῷ ὁλοκλήρως, δι᾽ ὅλου πληρῶν τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα· ποτὲ μὲν, «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,» καὶ τὰ ἑξῆς· ποτὲ δὲ, «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·» ἐν τούτοις δὲ καὶ τοῖς τοιούτοις δόγμασι πάλιν λέγων· «Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν, οὐδὲ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ,» ἵνα ἄξιοι γενώμεθα οἱ πάντες, ὡς εἷς, ἀκοῦσαι· «Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Ἧς καταξιούμεθα, ἐὰν ἕκαστος ἡμῶν ἐν ᾧ ἐκλήθη καὶ ἐκληρώθη, δι᾽ ἐπιμελείας περισσοτέρας καὶ ἀόκνου σπουδῆς πολυπλασιάσῃ τὴν μερισθεῖσαν αὐτῷ χάριν, καθὼς γέγραπται.