Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Λόγος Β΄ (Μέρος Γ΄): Το βάπτισμα εις το όνομα της Αγίας Τριάδος

Ανάλυση της βαπτισματικής χάριτος εις το όνομα του Αγίου Πνεύματος, του Υιού και του Πατρός, και η υιοθεσία των πιστών μέσω της τηρήσεως των εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 8

Πρῶτον μὲν οὖν ἑκάστου ὀνόματος ἰδιαζόντως τὴν τοῦ ὀνομαζομένου δόξαν γνωρίζειν ἀναγκαῖον· ἔπειτα εἰδέναι, ὅτι τὸ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι αὐτὸς ὁ Κύριος σαφηνίζει, λέγων· «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν,» ἵνα, τῆς κατὰ σάρκα γεννήσεως τὴν ἀκολουθίαν ἀντὶ ὑποδείγματος λαβόντες, ἐκ τοῦ γνωριμωτέρου πράγματος τὸ δόγμα τῆς εὐσεβείας σαφῶς καὶ ἀληθῶς παιδευθῶμεν· εἰδότες, καὶ πεπεισμένοι ἀκριβῶς, ὅτι, ὥσπερ τὸ κατὰ σάρκα ἔκ τινος γεννηθὲν τοιοῦτόν ἐστιν, οἷόν ἐστι τὸ ἐξ οὗ ἐγεννήθη, οὕτω καὶ ἡμᾶς ἐπάναγκες, ἐκ τοῦ πνεύματος γεννωμένους, πνεῦμα γενέσθαι· πνεῦμα δὲ οὐ κατὰ τὴν μεγάλην καὶ ἀκατάληπτον ἀνθρωπίνῃ διανοίᾳ δόξαν τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τὴν ἐν τῇ διαιρέσει τῶν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ χαρισμάτων ἑκάστῳ πρὸς τὸ συμφέρον, καὶ ἐνεργείᾳ τούτων ἁπάντων αἰνιγματωδῶς θεωρουμένην, καὶ ἐν ἄλλοις δὲ ῥητοῖς ὁμοίως, ἀλλὰ κατὰ τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ, τῶν διὰ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατηγγελμένων ὑπόμνησίν τε καὶ διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Αὐτὸς ὑμᾶς διδάξει, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.»

Ἔπειτα δὲ ὁ Ἀπόστολος πλατύτερον παραδίδωσι, διὰ ποίων φρονημάτων γίνεταί τις πνεῦμα, ἐν τῷ γράφειν ποτὲ μέν «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία,» καὶ τὰ ἑξῆς· προειπών· «Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον·» καὶ ἀλλαχοῦ, «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν·» ποτὲ δέ· «Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσαν ἡμῖν, διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ,» καὶ τὰ ἑξῆς.

Διὰ τούτων καὶ τῶν τοιούτων ὁ Κύριος τοὺς γεννηθέντας ἐκ πνεύματος πνεῦμα γενέσθαι λέγει. Συμμαρτυρεῖ δὲ ὁ Ἀπόστολος, λέγων· «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὑτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν.» Ἐὰν δὲ, ζῶντες πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ οὕτω χωρητικοὶ γενόμενοι τοῦ Πνεύματος τοῦ ἁγίου, δυνηθῶμεν ὁμολογῆσαι τὸν Χριστόν· διότι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Οὕτω μὲν οὖν ὁ Κύριος διά τε ἑαυτοῦ καὶ διὰ τοῦ Ἀποστόλου τοὺς γεννηθέντας ἐκ πνεύματος, πνεῦμα γίνεσθαι ἐδίδαξεν.

Καὶ ἐν τούτῳ δὲ πάλιν μιμησόμεθα τὴν κατὰ σάρκα γέννησιν· πρῶτον μὲν τὸν τόπον μεταλλάξαντες καὶ τὸν τρόπον μετασχηματισθέντες διὰ τοῦ κραταιωθῆναι πνεύματι τὸν ἔσω ἄνθρωπον, ὡς δύνασθαι ἡμᾶς λέγειν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει·» τὸ μὲν σῶμα ὡς σκιὰν περισύροντες ἐπὶ τῆς γῆς, τὴν δὲ ψυχὴν συμπολιτευομένην τοῖς ἐπουρανίοις φυλάσσοντες· ἔπειτα δὲ καὶ τοὺς συνόντας ἐπὶ γῆς ἀνταλλαξάμενοι, τοῦ μὲν Δαβὶδ εἰπόντος· «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾽ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Λαλῶν ἄδικα, οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου,» καὶ ἐν ἄλλοις ὁμοίως· τοῦ δὲ Ἀποστόλου ἐμβριθέστερον παραγγέλλοντος, ὅτι «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.»

Καὶ πολλάκις δὲ ὁ αὐτὸς, τὰ ὅμοια κατὰ τῶν ὁμοίων δογματίσας, παραδίδωσι σαφῶς καὶ ἀσφαλῶς προδιηγούμενος τὴν μεγάλην καὶ ἔνδοξον τῆς φιλανθρωπίας τοῦ Χριστοῦ χάριν, τίσι καὶ ποταποῖς συνεῖναι ἡμᾶς δεῖ, ἐν τῷ εἰπεῖν· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.

Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλ᾽ ἐστὲ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,» ἵνα οὕτως ἐν μὲν τῷ ὁμοιώματι τοῦ θανάτου συμφυτευθέντες τῷ Χριστῷ, καὶ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ γεννηθέντες ἄνωθεν τὸν ἔσω ἄνθρωπον ἐν τῇ ἀνακαινώσει τοῦ νοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, οὕτως ἄξιοι γενώμεθα βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ καταξιωθῶμεν τῆς μεγάλης δωρεᾶς, ἣν ὁ Ἀπόστολος παραδέδωκεν, εἰπών· ὅτι «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, καὶ ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.»

Ἀναγκαῖον γὰρ καὶ ἀκόλουθον τὸν γεννηθέντα καὶ ἐνδύσασθαι· μόνον ἐὰν, ὥσπερ ἡ σανὶς ἐξ ὁποιασδήποτε ὕλης οὖσα, ἀποθεμένη τὸ ἀνώμαλον, καὶ ἀποξυσθεῖσα τὸ τραχὺ, οὕτως ἐνδύεται τὴν γραφὴν τῆς εἰκόνος τοῦ βασιλέως· καὶ τότε οὐκ ἐν τῇ τοῦ ξύλου, ἢ χρυσοῦ, ἢ ἀργύρου διαφορᾷ γνωρίζεταί τις διαφορὰ τῆς εἰκόνος· ἐν δὲ τῇ ἀκριβείᾳ τῆς ὁμοιότητος πρὸς τὸ ἀρχέτυπον, μετ᾽ ἐπιμελείας πολλῆς κατ᾽ ἐπιστήμην ἀξιολόγως κατορθωθεῖσα, κρύπτει μὲν τὴν διαφορὰν τῆς ὕλης, κἂν πολλῷ τῷ μέσῳ διειστήκει, πρὸς δὲ τὴν δόξαν ἑαυτῆς τοὺς ὁρῶντας ἐπάγεται, καὶ γίνεται ἐντιμοτέρα πάσης ἀρχῆς καὶ ἐξουσίας· οὕτω καὶ ὁ βαπτιζόμενος, εἴτε Ἰουδαῖος, εἴτε Ἕλλην, εἴτε ἄρσεν, εἴτε θῆλυ, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε Σκύθης, εἴτε βάρβαρος, εἴτε ἄλλος ἐν οἱᾳδήποτε διαφορᾷ γένους ὀνομαζόμενος, ἐν τῷ αἵματι τοῦ Χριστοῦ ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, διὰ δὲ τῆς διδασκαλίας αὐτοῦ ἐν ἁγίῳ Πνεύματι ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ἄξιος γένηται καταντῆσαι εἰς τὴν εὐδοκίαν τοῦ Θεοῦ, ἣν ὁ Ἀπόστολος παρέδωκεν εἰπών· «Οἴδαμεν γὰρ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.

Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Τότε γὰρ ὡς Υἱὸν Θεοῦ ἐνδυσάμενος, καταξιοῦται τοῦ τελείου βαθμοῦ, καὶ βαπτίζεται εἰς τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν, διδόντος ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, Θεοῦ τοῦ λέγοντος· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ,» χάριτι αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, «Ἐν ᾧ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη,» καθὼς γέγραπται· δι᾽ ἧς εὐόδως ἡμῖν κατορθοῦται τὸ ἐπενεχθὲν συνημμένως τῷ παραγγέλματι τοῦ βαπτίσματος παρὰ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος· «Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν·» ὧν τὴν τήρησιν ἀπόδειξιν εἶναι τῆς πρὸς αὐτὸν ἀγάπης αὐτὸς ὁ Κύριος ὡρίσατο, εἰπών· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε·» καὶ πάλιν· «Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με·» καὶ πάλιν· «Ἐάν τίς με ἀγαπᾷ, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν.» Καὶ σφοδρότερον καὶ δυσωπητικώτερόν φησι· «Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.

Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.» Εἰ δὲ τῆς μὲν ἀγάπης ἀναγκαία ἀπόδειξις ἡ τήρησις τῶν ἐντολῶν, φόβος δὲ σφοδρότερος, ὅτι χωρὶς ἀγάπης καὶ ἡ τῶν ἐνδόξων χαρισμάτων, καὶ ἡ τῶν ἀνωτάτω δυνάμεων, καὶ αὐτῆς τῆς πίστεως ἡ ἀκροτάτη ἐνέργεια, καὶ ἡ τελειοποιὸς ἐντολὴ ἀνωφελὴς, αὐτοῦ τοῦ ἐν Χριστῷ λαλοῦντος Παύλου τοῦ ἀποστόλου, εἰπόντος· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι·» ἅπερ λογίζομαι αὐτὸν εἰρηκέναι ὁριστικῶς, μεμνημένον τοῦ Κυρίου εἰπόντος, ὅτι «Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας;» καὶ ἀποκρίνεται αὐτοῖς· «Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀνομίας.»

Ὡς δῆλον καὶ ἀναντίῤῥητον εἶναι, ὅτι χωρὶς ἀγάπης, κἂν γένηται τὰ προστάγματα καὶ τὰ δικαιώματα, καὶ φυλαχθῶσιν αἱ ἐντολαὶ τοῦ Κυρίου, καὶ τὰ μεγάλα χαρίσματα ἐνεργηθῇ, ἀνομίας ἔργα λογισθήσεται· οὐ τῷ ἰδίῳ λόγῳ τῶν χαρισμάτων καὶ τῶν δικαιωμάτων, ἀλλὰ τῷ σκοπῷ τῶν τούτοις χρωμένων πρὸς τὰ ἴδια θελήματα, τοῦ Ἀποστόλου λέγοντος ποτὲ μέν· «Νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν·» ποτὲ δέ· «Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου·» καὶ ἀλλαχοῦ· «Οὐ γάρ ἐσμεν, φησὶν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» Καὶ πάλιν ἀπαρνητικῶς φησίν· «Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυρ· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπ᾽ ἄλλων· δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.»

Διὰ δὲ τούτων καὶ τῶν τοιούτων δείκνυται σαφῶς τὸ δίκαιον τῆς τοῦ Κυρίου ἀποκρίσεως· «Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀνομίας,» ἐν τῷ διὰ τῶν τοῦ Θεοῦ χαρισμάτων τὰ ἴδια θελήματα πραγματεύεσθαι, ὡς εἴ τις τοῖς ἰατρικοῖς σκεύεσί τε καὶ σκευάσμασιν ἰδίοις, πρὸς θεραπείαν παθῶν γενομένοις, καὶ πρὸς ἐπιμέλειαν ὑγείας τε καὶ σωτηρίας, χρήσαιτο πρὸς φόνον, καὶ μὴ τὸ τοῦ Ἀποστόλου παράγγελμα φυλάσσειν, εἰπόντος· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»

Παντὶ οὖν λόγῳ ἀναγκαία ἡ ἐπιμέλεια τοῦ ἔσω ἀνθρώπου, ὡς ἀμετεώριστον εἶναι τὸν νοῦν, καὶ ὥσπερ προσηνῶσθαι τῷ σκοπῷ τῆς τοῦ Θεοῦ δόξης, ἵνα φυλάσσοντες τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· «Ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν·» καὶ πάλιν· «Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθαρὸν ὅλον·» ἐκ περισσεύματος καρδίας ἀγαθῆς καρποφορῶμεν, ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, εἴτε δι᾽ ἔργων, εἴτε διὰ λόγων εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, φυλάσσοντες πανταχοῦ τὸ ἄλυπον τῷ ἁγίῳ Πνεύματι· καὶ οὕτως φύγωμεν τὸ κρῖμα τοῦ αὐτοῦ Κυρίου εἰπόντος· «Οὐαὶ ὑμῖν, ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας· οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.»

Διόπερ πρὸ μὲν βαπτίσματος μαθητευθῆναι χρὴ, τὰ κωλυτικὰ τῆς μαθητείας περιαιροῦντας πρῶτον, καὶ οὕτω πρὸς τὴν μαθητείαν ἐπιτηδείους ἑαυτοὺς παρασκευάζειν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ὑποδειγμάτων πιστωσαμένου τὴν προγενομένην ἀπόφασιν, καὶ πάλιν δογματικῶς ἐπενεγκόντος· «Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής·» καὶ πάλιν προστακτικῶς· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι·» καὶ πάλιν ὁριστικῶς· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ» καθ᾽ ἡμέραν, «καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Τούτοις καὶ τοῖς τοιούτοις διαπύροις λόγοις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος· «Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη;» ἐκδήλου γενομένης τῆς τῶν ἁμαρτημάτων κακίας, καὶ φανερουμένης τῆς ἀρετῆς τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων, ἐρχόμεθα πάντως εἰς ἐπιθυμίαν καὶ ὁμολογίαν τῶν παρὰ τοῦ Ἀποστόλου εἰρημένων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;

Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,» τοῦ εἰ πόντος· «Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·» μαρτυροῦντος τοῦ Ἀποστόλου ἐν τῷ εἰπεῖν· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων·» καὶ τότε ἐρχόμεθα εἰς τὸ ἐν τῷ ὕδατι βάπτισμα, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ, τοῦ θανάτου, τῆς ταφῆς, τῆς ἐκ νεκρῶν ἀναστάσεως· συνθήκας κατατιθέμενοι, καὶ φυλάσσοντες τὰς ὑπ᾽ αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ περικοπῇ τοῦ τοιούτου βαπτίσματος ἐπεσφραγισμένας, διὰ τοῦ εἰπεῖν· «Εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.

Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ,» καὶ τὰ ἑξῆς.

Τότε καταξιοῦταί τις ἐν ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ ἄνωθεν γεννηθεὶς ἀλλάξαι καὶ τὸν τόπον καὶ τὸν τρόπον καὶ τοὺς συζῶντας, ἵνα τῷ πνεύματι στοιχοῦντες καταξιωθῶμεν ἐν ὀνόματι τοῦ Υἱοῦ βαπτισθῆναι, καὶ ἐνδύσασθαι τὸν Χριστόν. Χρὴ γὰρ τὸν γεννηθέντα καὶ ἐνδύματος καταξιωθῆναι, καθὼς εἶπεν ὁ Ἀπόστολος· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·» καὶ πάλιν· «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ὅπου οὐκ ἔνι Ἕλλην, καὶ Ἰουδαῖος.»

Τὸν δὲ Υἱὸν τοῦ Θεοῦ ἐνδυσάμενοι, τὸν δόντα ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ἐν ὀνόματι τοῦ Πατρὸς βαπτιζόμεθα, καὶ τέκνα Θεοῦ ἀναγορευόμεθα, τοῦ προστάξαντος καὶ ἐπαγγειλαμένου, καθὼς εἶπεν ὁ προφήτης· «Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.» —«Ταύτας οὖν ἔχοντες, φησὶν ὁ Ἀπόστολος, τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ·» καὶ πάλιν παραγγέλλων ἐν τῷ εἰπεῖν· «Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ·» καὶ πάλιν· «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.

Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ,» τῇ παρ᾽ αὐτοῦ τοῦ Κυρίου ἐπηγγελμένῃ, εἰπόντος· «Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.»