Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.» Εἰ δὲ τῆς μὲν ἀγάπης ἀναγκαία ἀπόδειξις ἡ τήρησις τῶν ἐντολῶν, φόβος δὲ σφοδρότερος, ὅτι χωρὶς ἀγάπης καὶ ἡ τῶν ἐνδόξων χαρισμάτων, καὶ ἡ τῶν ἀνωτάτω δυνάμεων, καὶ αὐτῆς τῆς πίστεως ἡ ἀκροτάτη ἐνέργεια, καὶ ἡ τελειοποιὸς ἐντολὴ ἀνωφελὴς, αὐτοῦ τοῦ ἐν Χριστῷ λαλοῦντος Παύλου τοῦ ἀποστόλου, εἰπόντος· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι·» ἅπερ λογίζομαι αὐτὸν εἰρηκέναι ὁριστικῶς, μεμνημένον τοῦ Κυρίου εἰπόντος, ὅτι «Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας;» καὶ ἀποκρίνεται αὐτοῖς· «Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀνομίας.»