Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Ερωτήσεις Α΄-Δ΄: Καθαρότητα της συνειδήσεως, ιερουργία και θεία μετάληψη

Εξέταση θεολογικών και πρακτικών ερωτημάτων περί της νεκρώσεως του κόσμου, των προϋποθέσεων καθαρότητας διά την ιερουργία και την κοινωνία, καθώς και της πίστεως στους θείους λόγους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 8

ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. ΕΡΩΤΗΣΙΣ Αʹ. Εἰ πᾶς ὁ βαπτισθεὶς τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα ὀφειλέτης ἐστὶ νεκρὸς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῇν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. ΑΠΟΚΡΙΣΙΣ. Εἰ πάντες οἱ τῆς βασιλείας τοῦ Θεοῦ ἐπιθυμοῦντες τῆς τοῦ βαπτίσματος χάριτος ὁμοίως καὶ ἀναγκαίως ἀντιποιούμεθα καὶ ἐπιδεόμεθα, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, εἰπόντος· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ,» πάντες ἄρα ὁμοίως ἐσμὲν ὀφειλέται τῷ αὐτῷ λόγῳ στοιχεῖν τοῦ βαπτίσματος, τοῦ Ἀποστόλου κοινῶς πᾶσι τοῖς βαπτισθεῖσι λέγοντος· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;

Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν,» καὶ τὰ ἑξῆς. Καὶ ἐν ἑτέρῳ τόπῳ ἐντρεπτικώτερον καὶ σαφέστερον ἡμῖν παραδίδωσι τοιοῦτον δόγμα, εἰπών· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Καθὼς πάλιν πρὸς πάντας φησίν· «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως.» Ἄρα πᾶς ὁ βαπτισθεὶς τὸ τοῦ Εὐαγγελίου βάπτισμα ὀφειλέτης ἐστὶ κατὰ τὸ Εὐαγγέλιον ζῇν καὶ δι᾽ ὧν εἶπεν ἀλλαχοῦ· «Μαρτύρομαι πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.» Σαφῶς οὖν συνίσταται, ὅτι πᾶς ὁ βαπτισθεὶς τὸ ἓν βάπτισμα, καθὼς γέγραπται, ἐπίσης ὀφειλέτης ἐστὶ κατὰ τὸν λόγον τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος πληρῶσαι τὸ γεγραμμένον ὑπ᾽ αὐτοῦ τοῦ Ἀποστόλου. «

Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Εἰ γὰρ ὁ περιτμηθεὶς μέρος τι τοῦ σώματος, τὴν κατὰ Μωϋσῆν περιτομὴν, ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι, πόσῳ μᾶλλον ὁ περιτμηθεὶς τὴν κατὰ Χριστὸν περιτομὴν ἐν τῇ ἀπεκδύσει ὅλου τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, καθὼς γέγραπται, ὀφειλέτης ἐστὶ πληρῶσαι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός;» Ὥστε ὁ ἀληθῶς, κατὰ τὸν λόγον τοῦ Ἀποστόλου, βαπτισθεὶς εἰς τὸν θάνατον τοῦ Χριστοῦ, ἐνέκρωσε μὲν ἑαυτὸν καὶ τῷ κόσμῳ, πολὺ δὲ πρότερον τῇ ἁμαρτίᾳ, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, ὅτι «Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.»

Ἀπαράβατον δὲ συνθήκην κατέθετο τοῦ ἀκολουθεῖν ἐν πᾶσι τῷ Κυρίῳ, ὅπερ ἐστὶ ζῇν τῷ Θεῷ ὁλοκλήρως, δι᾽ ὅλου πληρῶν τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα· ποτὲ μὲν, «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,» καὶ τὰ ἑξῆς· ποτὲ δὲ, «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·» ἐν τούτοις δὲ καὶ τοῖς τοιούτοις δόγμασι πάλιν λέγων· «Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν, οὐδὲ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ,» ἵνα ἄξιοι γενώμεθα οἱ πάντες, ὡς εἷς, ἀκοῦσαι· «Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Ἧς καταξιούμεθα, ἐὰν ἕκαστος ἡμῶν ἐν ᾧ ἐκλήθη καὶ ἐκληρώθη, δι᾽ ἐπιμελείας περισσοτέρας καὶ ἀόκνου σπουδῆς πολυπλασιάσῃ τὴν μερισθεῖσαν αὐτῷ χάριν, καθὼς γέγραπται.

ΕΡΩΤΗΣΙΣ Βʹ. Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντα τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, ἢ ἀκαθαρσίας, ἢ μολυσμοῦ, ἱερατεύειν. ΑΠΟΚΡΙΣΙΣ. Μωϋσῆς μὲν, τύπον διδοὺς τοῖς τότε, πρὸς νουθεσίαν δὲ ἡμετέραν, ἐν τῷ νόμῳ τῷ παρὰ τοῦ Θεοῦ δοθέντι γράφει· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὸν πρὸς Ἀαρὼν λέγων· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, ὃς ἔχει ἐν ἑαυτῷ μῶμον, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τῷ Θεῷ αὐτοῦ· ὅτι πᾶς ἄνθρωπος, ἐν ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται·» καὶ τοῖς ἑξῆς ἑρμηνεύει τὸν μῶμον· οὐκ ἐν ἐπιμιξίᾳ ἀλλοτρίων μελῶν, οὐδὲ ἐν συντρίμματι ἑνός τινος, κἂν ἐπὶ μέρους ᾖ τῶν ἰδίων μελῶν οὐ τοσοῦτον παραποδίζοντος τὴν ἐνέργειαν τῆς εὐοδίας, ἀλλὰ παραβλάπτοντος τὴν εὐτρέπειαν ἢ τὴν ὁλοκληρίαν· ὁ δὲ Κύριος λέγων· «Μεῖζον τοῦ ἱεροῦ ὧδε,» παιδεύει ἡμᾶς, ὅτι τοσοῦτον ἀσεβέστερός ἐστιν ὁ τολμῶν ἱερατεύειν τὸ σῶμα τοῦ Κυρίου, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας, ὅσον τὸ σῶμα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερέχει κριῶν καὶ ταύρων· οὐκ ἐκ συγκρίσεως, ἀσύγκριτος γὰρ ἡ ὑπεροχή.

Ἀλλὰ καὶ μῶμος ἢ λώβησις νῦν οὐκ ἐπὶ μελῶν σώματός ἐστι θεωρουμένη, ἐπὶ δὲ δικαιωμάτων τῆς κατὰ τὸ Εὐαγγέλιον θεοσεβείας ἐστὶ γινωσκομένη· ὅταν ἢ παρ᾽ ὀλίγον, ἢ ἐλλειπῶς γένηται ἡ ἐντολὴ, ἢ μὴ οὕτως, ὥσπερ εὐαρεστεῖται Θεός· ὥσπερ οὐλῆς τινος ἢ λέπρας ἐπιφαινομένης τῇ ἐντολῇ τῆς ἀνθρωπίνης γνώμης. Ἀναγκαῖον οὖν πάντοτε μὲν, μάλιστα δὲ ἐν τῷ καιρῷ τοῦ τοσούτου καὶ τοιούτου μυστηρίου, φυλάσσειν τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· «Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.» Οὕτως ἄξιός τις γένηται ἱερουργεῖν τὸ μυστήριον τοῦ Κυρίου κατὰ τὸ Εὐαγγέλιον τοῦ Θεοῦ

ΕΡΩΤΗΣΙΣ Γʹ. Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντά τινα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐσθίειν τὸ σῶμα τοῦ Κυρίου, καὶ πίνειν τὸ αἷμα ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Θεοῦ ἐν τῷ νόμῳ τὴν ἀνωτάτω τιμωρίαν ὁρίσαντος κατὰ τοῦ ἐν ἀκαθαρσίᾳ τολμήσαντος ἅψασθαι τῶν ἁγίων· γέγραπται γὰρ τυπικῶς μὲν ἐκείνοις, εἰς νουθεσίαν δὲ ἡμετέραν· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὲ Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομά μου τὸ ἅγιον, ὅσα αὐτοὶ ἁγιάζουσί μοι. Ἐγὼ Κύριος. Εἰπὲ αὐτοῖς· Εἰς τὰς γενεὰς αὐτῶν πᾶς ἄνθρωπος, ὃς ἐὰν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾽ αὐτῷ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπὸ προσώπου μου. Ἐγὼ Κύριος·» εἰ τοιαύτη ἀπειλὴ κεῖται κατὰ τῶν προσιόντων ἁπλῶς εἰς τὰ παρὰ τῶν ἀνθρώπων ἁγιαζόμενα, τί ἄν τις εἴποι κατὰ τοῦ εἰς τοσοῦτον καὶ τοιοῦτον μυστήριον τολμήσαντος; Ὅσῳ γὰρ πλεῖον τοῦ ἱεροῦ ὧδε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τοσούτῳ δεινότερον καὶ φοβερώτερον τὸ ἐν μολυσμῷ ψυχῆς τολμῆσαι ἅψασθαι τοῦ σώματος τοῦ Χριστοῦ, παρὰ τὸ ἅψασθαι κριῶν ἢ ταύρων, τοῦ Ἀποστόλου εἰπόντος· «Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου.»

Σφοδρότερον δὲ ὁμοῦ καὶ φοβερώτερον παριστῶν τὸ κρῖμα διὰ τῆς ἐπαναλήψεως, φησί· «Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Εἰ δὲ ὁ ἐν ἀκαθαρσίᾳ μόνῃ γενόμενος (τῆς δὲ ἀκαθαρσίας τὸ ἰδίωμα τυπικῶς ἐκ τοῦ νόμου μανθάνομεν), οὕτω φοβερὸν ἔχει τὸ κρῖμα, πόσῳ μᾶλλον ὁ ἐν ἁμαρτίᾳ ὢν, καὶ κατατολμῶν τοῦ σώματος τοῦ Κυρίου, δεινότερον ἐπισπάσεται τὸ κρῖμα; Καθαρεύσωμεν τοίνυν ἀπὸ παντὸς μολυσμοῦ (ἡ δὲ διαφορὰ τοῦ μολυσμοῦ πρὸς τὴν ἀκαθαρσίαν φανερὰ τοῖς εὖ φρονοῦσι), καὶ οὕτω προσερχώμεθα τοῖς ἁγίοις, ἵνα φύγωμεν τὸ κρῖμα τῶν φονευσάντων τὸν Κύριον, διότι «Ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου·» σχῶμεν δὲ ζωὴν αἰώνιον, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· ἐὰν ἐσθίοντες καὶ πίνοντες μνημονεύσωμεν αὐτοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ φυλάξωμεν τὸ κρῖμα τοῦ Ἀποστόλου εἰπόντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι·» ὅπερ συνεθέμεθα ἐν τῷ βαπτίσματι.

ΕΡΩΤΗΣΙΣ Δʹ. Εἰ παντὶ ῥήματι Θεοῦ δεῖ πιστεύειν, καὶ πείθεσθαι ἐν πληροφορίᾳ ἀληθείας τοῦ εἰρημένου, κἂν εὑρίσκηταί τι ἢ ῥῆμα ἢ ἔργον ἤτοι παρ᾽ αὐτοῦ τοῦ Κυρίου ἢ παρ᾽ αὐτῶν τῶν ἁγίων δοκοῦν ἐναντίως ἔχειν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα, εἰ καὶ παντάπασιν ἀνάξιον παντὸς τοῦ καταδεξαμένου ὁμολογεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, λαλοῦντα ῥήματα, ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς, ὅμως ἀναγκαῖον ἀποκρίνασθαι, πειθομένους τῷ Ἀποστόλῳ γράψαντι· «Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.» Καὶ ἵνα μὴ, παρ᾽ ἑαυτῶν τι λέγοντες, ἀμφιβολίαν ἐμποιήσωμεν τοῖς ἀκούουσι, μνημονεύσωμεν αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται·» καὶ πάλιν· «Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.» Εἰ δὲ πλεῖον Σολομῶνος ὧδε, καὶ πλεῖον Ἰωνᾶ ὧδε, ἀκόλουθόν ἐστιν εἰπεῖν, ὅτι καὶ πλεῖον Μωϋσέως ὧδε, τοῦ Ἀποστόλου, μετὰ τὸ τὴν ἀπρόσιτον τοῖς Ἰσραηλίταις Μωϋσέως δόξαν διηγήσασθαι ἐν συγκρίσει τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπενεγκόντος ὅτι, «Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέλει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.

Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.» Οὕτως εἰ καὶ ἐκ τῶν εἰρημένων ἐπαιδεύθημεν τὰ ἐν τῷ Εὐαγγελίῳ εἰρημένα ἐν πίστει ἀδιακρίτῳ βεβαιότερα γνωρίσαι καὶ ὁμολογεῖν, ὅμως πάλιν αὐτοῦ τοῦ Κυρίου μνημονεύσωμεν λέγοντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ἤρκει μὲν οὖν τὰ τοῦ Κυρίου ῥήματα πλέον πάντων ἐν Πνεύματι ἁγίῳ καὶ ἡγεμονικῷ στηρίξαι τὰς καρδίας ἡμῶν, ἀδιστάκτως καὶ ἀραρότως ἔχειν περὶ παντὸς ῥήματος ἐκπορευομένου διὰ στόματος Θεοῦ· ἵνα δὲ καὶ τῇ τινων ἀσθενείᾳ βοηθήσωμεν, ἀκόλουθον ἂν εἴη καὶ μαρτυρίαν ἑνὸς ἢ δευτέρου ἐκ πολλῶν παραθέσθαι. Ὁ μὲν οὖν Δαβίδ φησι· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι·» καὶ πάλιν· «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ,» καὶ πολλὰ τοιαῦτα. Ὁ δὲ Ἰηοὺ ἐν τοῖς Βασιλείοις εἶπεν· «Ἴδετε, ὅτι οὐ πεσεῖται λόγος Κυρίου ἐπὶ τὴν γῆν.»

Περὶ δὲ τῶν δοκούντων ἐναντίωσίν τινα ἔχειν, κρεῖττόν ἐστιν ἑαυτοῦ καταψηφίσασθαι, ὡς μήπω ἐλθόντος εἰς κατανόησιν τοῦ πλούτου τῆς σοφίας, καὶ ὅτι δύσκολον τῶν ἀνεξερευνήτων κριμάτων τοῦ Θεοῦ ἐφικέσθαι, ἢ ὑπόδικον γενέσθαι τῷ κρίματι τῆς θρασύτητος καὶ τῆς αὐθαδείας, καὶ ἀκοῦσαι, «Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς·» καὶ, «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;»

Εἰ δὲ καὶ τὰ πολλὰ τοῖς πολλοῖς φανερὰν ἔχειν δοκεῖ τὴν λύσιν, ὅμως ἐπὶ τῶν δοκούντων ἐναντίωσιν ἔχειν ὀφείλομεν παρατηρεῖν, ὅτι, ὅταν μὲν τῷ προστάγματι δοκῇ ἐναντίον τι εἶναι ῥῆμα ἢ ἔργον, ἀναγκαῖον αὐτὸν ἕκαστον τῷ προστάγματι πειθαρχεῖν, καὶ μὴ τῷ βάθει τοῦ πλούτου καὶ τῆς σοφίας ἐπισκήπτειν, ἢ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· τοῦτο γὰρ εὐάρεστον τῷ Θεῷ, καὶ ἀκίνδυνον εἶναι μεμαθήκαμεν ἐκ τῶν θεοπνεύστων Γραφῶν· ὅταν δὲ πρόσταγμα προστάγματι ἐναντίως ἔχειν δοκῇ, ἵνα τὰς ὑποθέσεις καταμανθάνοντες, καὶ ὁλόκληρον τὴν περικοπὴν ἀναγινώσκοντες, οὕτω τὸ ἄμαχον ἐπιγινώσκωμεν, καὶ τὸ ἑκάστῳ ἁρμόζον πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως φυλάσσωμεν, εἰς ὃν ἀμφότερα τείνει τὰ προστάγματα· τὰ μὲν νόσον θεραπεύοντα, τὰ δὲ προκοπὴν ἐμποιοῦντα πρὸς τελείωσιν ἄγουσαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου λέγοντος ποτὲ μέν· «Οὐδεὶς, λύχνον ἅψας, κρύπτει αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ποτὲ δὲ, «Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου.» Καὶ πολλὰ τοιαῦτα εὕροις ἂν παρά τε τοῖς εὐαγγελισταῖς καὶ τῷ Ἀποστόλῳ.

Ἐὰν δὲ ἡ μὲν ἐντολὴ δοθῇ, πῶς δὲ γένηται, μὴ ἐπενεχθῇ, ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· «Ἐρευνᾶτε τὰς Γραφὰς,» καὶ μιμησώμεθα τοὺς ἀποστόλους αὐτὸν τὸν Κύριον ἐπερωτήσαντας τὴν ἑρμηνείαν τῶν παρ᾽ αὐτοῦ εἰρημένων καὶ τῶν παρ᾽ αὐτοῦ ἐκ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων, μανθάνωμεν τὸ ἀληθὲς καὶ σωτήριον· ὥσπερ ἐπὶ τοῦ, «Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ,» ἔκ τε τῶν τῷ νεανίσκῳ προστεταγμένων παιδευόμεθα, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ» καὶ ἐκ τῶν εἰρημένων πρὸς τοὺς ἐπιθυμοῦντας βασιλείαν οὐρανῶν κληρονομῆσαι· «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ἐὰν δὲ καὶ κίνδυνος παρέπηται τῇ τηρήσει τῆς ἐντολῆς, ἥτις ἐστὶ καύχημα ἡμῶν, μνημονεύσωμεν τοῦ Ἀποστόλου εἰπόντος· «Καλόν μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ·» καὶ ἀλλαχοῦ πλατύτερον· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» καὶ τὰ ἑξῆς.

Δι᾽ ὧν σφοδρότερον παιδευόμεθα τηρεῖν τὰς ἐντολὰς, καὶ περισσοτέραν δοῦναι ἀπόδειξιν τῆς πρὸς τὸν Κύριον ἀγάπης, εἰπόντα· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει,» καὶ πολλάκις ὁμοίως· ἐπὶ δὲ τῶν λοιπῶν μιμεῖσθαι τὸν Ἀπόστολον, καὶ λέγειν· «Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου» τοῦ ἐξ οὐρανῶν κατελθόντος, καὶ τὰ τοῦ Πατρὸς ἡμῖν ῥήματα ἀπαγγείλαντος; ᾯ πιστεύειν ἀναγκαῖον καὶ σωτήριον, ὡς τὰ τέκνα τοῖς γονεῦσι, καὶ τὰ παιδία τοῖς διδασκάλοις, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν, εἰπόντος· «Ἐὰν μή τις δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.»