Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Προκαταρκτικὴ ἀσκητικὴ διδασκαλία

Μέγας Βασίλειος

Η θεία στρατεία και η απάρνηση των βιοτικών μεριμνών

Αναπτύσσεται η εικόνα του χριστιανού ως στρατιώτη του επουράνιου Βασιλέως, η οποία απαιτεί την αποταγή των υλικών αγαθών και την απάρνηση των κοσμικών δεσμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΑΣΚΗΤΙΚΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΑΣΚΗΤΙΚΗ ΠΡΟΔΙΑΤΥΠΩΣΙΣ. Καλὰ μὲν τοῦ βασιλέως τὰ πρὸς τοὺς ὑπηκόους νομοθετήματα· μείζονα δὲ καὶ βασιλικώτερα τὰ πρὸς στρατιώτας παραγγέλματα. Ἅτε οὖν στρατιωτικῶν παραγγελμάτων κηρυσσομένων, προσεχέτω ὁ τῆς ἄνω καὶ μεγάλης ἀξίας ἐπιθυμῶν, ὁ Χριστοῦ διὰ παντὸς παραστάτης εἶναι βουλόμενος, ὁ τῆς μεγάλης ἐκείνης ἀκούων φωνῆς· Ἐάν τις ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω. Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ διάκονος ὁ ἐμὸς ἔστω. Ποῦ Χριστὸς ὁ βασιλεύς; Ἐν οὐρανῷ δηλαδή. Ἐνταῦθά σε ποεῖσθαι τὸν δρόμον, στρατιῶτα, προσήκει. Ἐπιλάθου τῆς κατὰ γῆν ἀναπαύσεως πάσης.

Οὐδεὶς στρατιώτης οἰκίαν κατασκευάζει, οὐδὲ κτήσεις ἀγρῶν περιβάλλεται, οὐδὲ ἐμπορίαις ποικίλαις χρημάτων ποριστικαῖς ἐγκαταμίγνυται. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Τροφὰς στρατιώτης ἔχει βασιλικάς· οὐ δεῖ πορίζειν ἑαυτῷ τροφὰς, οὐδὲ περὶ τοῦτο ἀσχολεῖσθαι. Οἶκος ἀνέῳγεν αὐτῷ πανταχῆ παρὰ τοῖς ὑπηκόοις ἐκ βασιλέως προστάγματος.

Οὐ δεῖ περὶ οἰκίας αὐτῷ διαπονεῖσθαι· ἐπὶ πλατείαις ἡ σκηνὴ, καὶ πρὸς ἀνάγκην ἡ τροφὴ, καὶ ποτὸν ὕδωρ, καὶ ὑπνοῦν τοσοῦτον, ὅσον ἡ φύσις δέδωκεν. Ὁδοιπορίαι δὲ καὶ ἀγρυπνίαι πολλαί· καρτερίαι πρὸς καύματα, πρὸς ψῦχος· ἀγῶνες πρὸς ἐναντίους· κίνδυνοι μέχρι τῶν ἐσχάτων· θάνατος, ἂν τύχῃ, πολλάκις· ἀλλὰ θάνατος ἔνδοξος, τιμαί τε, καὶ δῶρα βασιλικά. Ἐπίπονος ἐν πολέμοις ὁ βίος, λαμπρὸς ἐν εἰρήνῃ. Γέρας ἀριστείας, καὶ στέφανος καλῶς βεβιωκότι ἐν κατορθώμασιν, ἀρχὴν ἐγχειρισθῆναι, φίλον βασιλέως κληθῆναι, παραστῆναι πλησίον, δεξιώσεως τυχεῖν, ἐκ χειρὸς βασιλέως τετιμῆσθαι, παρὰ τοῖς ὑπηκόοις προΐστασθαι, καὶ πρεσβεύειν ὑπὲρ τῶν ἔξωθεν φίλων, ὧν ἂν βούλωνται.

Ἄγε δὴ, στρατιῶτα Χριστοῦ, μικρὰ ἐξ ἀνθρωπίνων πραγμάτων λαβὼν παραδείγματα, ἐνθύμησιν λάβε τῶν αἰωνίων ἀγαθῶν. Ἄοικός σοι καὶ ἄπολις καὶ ἀκτήμων προκείσθω βίος. Ἄνετος ἔσο, λελυμένος ἀπὸ πασῶν κοσμικῶν φροντίδων· μή σε δεσμεύσῃ γυναικὸς ἐπιθυμία, μή σε φροντὶς παιδός.