Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Προκαταρκτικὴ ἀσκητικὴ διδασκαλία

Μέγας Βασίλειος

Η κατά Χριστόν στρατεία του γυναικείου φύλου και η αφιέρωση των τέκνων

Επισημαίνεται η ισότιμη συμμετοχή των γυναικών στον ασκητικό και μαρτυρικό αγώνα, και προτρέπονται οι γονείς να προσφέρουν τα τέκνα τους στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 3

Οὗτοι θρέψουσιν ὡς στρατιώτην ἀγαθόν· οὗτοι τιμήσουσιν ὡς ἀριστέα γενναῖον· οὗτοι δεξιώσονται καὶ μετὰ χαρᾶς ὑποδέξονται ὡς ἄγγελον Θεοῦ δεχόμενοι, καθὰ Παῦλός φησιν, ὡς Χριστὸν Ἰησοῦν. Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας στρατείας τὰ παραδείγματα. Διαλέγεται δὲ οὐκ ἀνδράσι μόνοις ὁ λόγος. Στρατεύεται γὰρ καὶ τὸ θῆλυ παρὰ Χριστῷ, τῇ ψυχικῇ ἀνδρείᾳ καταλεγόμενον εἰς τὴν στρατείαν, καὶ οὐ διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἀποδοκιμαζόμενον, καὶ πολλαὶ γυναῖκες ἠρίστευσαν ἀνδρῶν οὐκ ἔλαττον. Εἰσὶ δὲ αἳ καὶ μειζόνως εὐδοκίμησαν. Ἐκ τούτων εἰσὶν αἱ τῆς παρθενίας πληροῦσαι τὸν χορόν. Ἐκ τούτων αἳ τοῖς ἀγῶσι τῆς ὁμολογίας καὶ ταῖς νίκαις τῆς μαρτυρίας ἐκλάμπουσιν. Ἠκολούθουν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν παρουσίαν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, καὶ δι᾽ ἀμφοτέρων ἡ λειτουργία τοῦ Σωτῆρος ἐπετελεῖτο. Τοιούτων καὶ οὕτως ἐνδόξων ἀποκειμένων τῇ στρατείᾳ τῇ κατὰ Χριστὸν, ἐπιθυμείτωσαν. αὐτῆς καὶ πατέρες παίδων, καὶ μητέρες θυγατέρων.

Προσαγέτωσαν τὰ αὑτῶν γεννήματα, χαίροντες ἐπὶ ταῖς αἰωνίοις ἐλπίσιν, ὧν οἱ παῖδες αὐτοῖς μεθέξουσι, προστάτας ἔχειν παρὰ Χριστῷ καὶ πρεσβευτὰς ἀγαθοὺς ἐπιθυμοῦντες. Καὶ μὴ μικρόψυχοι περὶ τοὺς παῖδας γενώμεθα, μηδὲ φοβηθῶμεν εἰ πονήσουσιν, ἀλλ᾽ εὐφρανθῶμεν, ὅτι δοξασθήσονται. Παραστήσωμεν τῷ Κυρίῳ τὰ δοθέντα παρ᾽ αὐτοῦ, ἵνα καὶ τῆς εὐδοκιμήσεως τῶν παίδων γενώμεθα κοινωνοὶ, συμπροσάγοντες ἑαυτοὺς καὶ συμπαριστῶντες. Τοῖς δὴ οὕτω προθυμουμένοις καὶ οὕτως ἀγωνιζομένοις καλῶς ἄν τις ἐκ τοῦ Ψαλμῳδοῦ λέγοι· Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ κατὰ τὸν Μωσέα, εὔξεται περὶ αὐτῶν· Εὐλόγει, Κύριε, τὰ ἔργα αὐτῶν· κάταξον ὀφρὺν ἀνθεστηκότων αὐτοῖς. Ἀνδρίζεσθε ὡς γενναῖοι, δράμετε γενναίως τὸν δρόμον ἐπὶ τοῖς αἰωνίοις στεφάνοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.