Διὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, καὶ τὸ πῦρ βρέχει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας· ἢ δι᾽ ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ἐπεὶ τοίνυν οὔτε δυνατὸν σωθῆναι, μὴ ποιοῦντας τὰ κατ᾽ ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προστεταγμένων ἀκίνδυνον (δεινὴ γὰρ ἡ ἔπαρσις κριτὰς ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγκρίνειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι), φέρε δὴ οἱ τῆς εὐσεβείας ἀγωνισταὶ, οἱ τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον, ὡς συνεργὸν τῆς φυλακῆς τῶν εὐαγγελικῶν δογμάτων τιμήσαντες, κοινὴν φροντίδα καὶ βουλὴν προθώμεθα, ὅπως ἂν μηδὲν ἡμᾶς διαφύγῃ τῶν ἐντεταλμένων. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὸν τοῦ Θεοῦ ἄνθρωπον (καθὼς γέγραπται, καὶ ὁ λόγος ἐν τοῖς πρὸ τούτων ἀπέδειξεν), ἀνάγκη πᾶσα διὰ πάσης ἐντολῆς καθαρισθῆναι εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐπεὶ καὶ κατὰ τὸν θεῖον νόμον, κἂν καθαρὸν ᾖ τὸ λελωβημένον, ἀπρόσδεκτον εἰς θυσίαν τῷ Θεῷ.