Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Προοίμιον εἰς τὸ ἀσκητικὸν μέγα

Μέγας Βασίλειος

Οι βαθμίδες της υπακοής και η προσπάθεια προς την τελειότητα

Ανάλυση των τριών διαθέσεων υπακοής στον Θεό και υπογράμμιση ότι η συμμετοχή στη μακαριότητα των αγίων προϋποθέτει την έμπρακτη και πλήρη εφαρμογή του ευαγγελικού βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Ὅπου γε καὶ ὁ τὸ θέλημα τοῦ Κυρίου ἐργαζόμενος, μὴ καθὼς θέλει δὲ ὁ Θεὸς, μηδὲ ἐν διαθέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τοῦ ἔργου σπουδὴν, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος, ὅτι Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Ὅθεν Παῦλος ὁ ἀπόστολος ἐπαιδεύθη εἰπεῖν, ὅτι Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅλως δὲ τρεῖς ταύτας ἐγὼ διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς καθορῶ. Ἢ γὰρ φοβούμενοι τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καί ἐσμεν ἐν τῇ διαθέσει τῇ δουλικῇ· ἢ, τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, τῆς ἑαυτῶν ἕνεκεν ὠφελείας πληροῦμεν τὰ προστάγματα, καὶ κατὰ τοῦτο προσεοίκαμεν τοῖς μισθίοις· ἢ δι᾽ αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες, ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κατηξιώθημεν, καί ἐσμεν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει.

Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώμενος, τὰ μὲν ποιήσει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκδίκησιν ὁμοίως ἑαυτῷ φοβερὰν ὑπολήψεται. Καὶ διὰ τοῦτο μακαρίζεται μὲν ὁ πάντα καταπτήσσων δι᾽ εὐλάβειαν· στήκει δὲ ἑδραῖος ἐν τῇ ἀληθείᾳ, δυνάμενος εἰπεῖν· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὡς οὐδὲν αἱρούμενος παριδεῖν τῶν δεόντων· καὶ, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Διὰ τί; Ὅτι Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Οὐ τοίνυν ἐστὶ τῶν φοβουμένων τὸ παριέναι τι τῶν ἐντεταλμένων, ἢ ἀμελῶς ποιεῖν· ἀλλ᾽ οὐδὲ ὁ μισθωτὸς παραβῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας τοῦ ἀμπελῶνος, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ ἐὰν ἕν τι ἐλλείπῃ τῶν ἀναγκαίων, ἄχρηστον αὐτὸν τῷ κεκτημένῳ κατέστησε. Τίς οὖν ἔτι τῆς βλάβης μισθὸν ὑποτελέσει τῷ ἀδικήσαντι; Τρίτον ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς, σκοπὸν ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐτὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρήσεται; Πολὺ δὲ πλέον, καὶ τοῦ Ἀποστόλου μεμνημένος, εἰπόντος· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε.

Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαίνοντες ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς μεγάλα ἐπαγγελλομένῳ πειθόμενοι, μήτε ὡς Δεσπότῃ δουλεύοντες. Εἰ γὰρ Πατήρ εἰμι, φησὶν, ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; Ὁ μὲν γὰρ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· διὰ δὲ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν, φησὶν, ἀτιμάζεις. Πῶς οὖν, τὸν καθ᾽ ἡδονὴν βίον τοῦ κατ᾽ ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ᾽ ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα;

Νηπίας ὄντως φρενὸς τὰ τοιαῦτα φαντάσματα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετὰ εὐχαριστίας δεξάμενος; Πῶς μετὰ τοῦ Δαβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς; Πῶς μετὰ τοῦ Δανιὴλ, ὁ μὴ μετ᾽ ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλοπόνου τὸν Θεὸν ἐκζητήσας;

Πῶς μεθ᾽ ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν καὶ τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξίσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. Δικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀντίδοσις, καθὼς γέγραπται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων, ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ, φησὶν, ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Διὸ λέγει· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ἐμάθομεν ἐπὶ τίνας τὸ ἔλεος· Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς πῶς κεκριμένως κέχρηται τῷ ἐλέῳ; οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων. Ἐλεήμων γὰρ ὁ Κύριος, καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Θεὸν γνωρίζωμεν, μηδὲ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν.

Διὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, καὶ τὸ πῦρ βρέχει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας· ἢ δι᾽ ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ἐπεὶ τοίνυν οὔτε δυνατὸν σωθῆναι, μὴ ποιοῦντας τὰ κατ᾽ ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προστεταγμένων ἀκίνδυνον (δεινὴ γὰρ ἡ ἔπαρσις κριτὰς ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγκρίνειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι), φέρε δὴ οἱ τῆς εὐσεβείας ἀγωνισταὶ, οἱ τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον, ὡς συνεργὸν τῆς φυλακῆς τῶν εὐαγγελικῶν δογμάτων τιμήσαντες, κοινὴν φροντίδα καὶ βουλὴν προθώμεθα, ὅπως ἂν μηδὲν ἡμᾶς διαφύγῃ τῶν ἐντεταλμένων. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὸν τοῦ Θεοῦ ἄνθρωπον (καθὼς γέγραπται, καὶ ὁ λόγος ἐν τοῖς πρὸ τούτων ἀπέδειξεν), ἀνάγκη πᾶσα διὰ πάσης ἐντολῆς καθαρισθῆναι εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐπεὶ καὶ κατὰ τὸν θεῖον νόμον, κἂν καθαρὸν ᾖ τὸ λελωβημένον, ἀπρόσδεκτον εἰς θυσίαν τῷ Θεῷ.