Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Θεία Λειτουργία (ἀρχαιοτέρα σύντομος ἔκδοσις)

Μέγας Βασίλειος

Εισαγωγικές ευχές, ειρηνικά και λειτουργικός ασπασμός

Προεισαγωγικές προσευχές του ιερέα, ειρηνικές δεήσεις υπέρ της Εκκλησίας και του κόσμου, καθώς και οι ευχές που προηγούνται του λειτουργικού ασπασμού της ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 6

ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ. Εὐχὴ τοῦ καταπετάσματος. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Δοξάζομέν σε, δημιουργὲ καὶ βασιλεῦ τῶν ὅλων, καὶ προσκυνοῦμεν τὸ ἄῤῥητον καὶ σεβάσμιόν σου ὄνομα. Ἐπίβλεψον ἐφ᾽ ἡμᾶς καὶ ἐλέησον ἡμᾶς, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάντων πειρασμῶν, ὅτι παρὰ σοῦ βοήθεια καὶ ἀντίληψις. Σῶσον τὸν λαόν σου, ὃν περιεποιήσω διὰ τοῦ αἵματος τοῦ Χριστοῦ σου, δι᾽ οὗ καὶ μεθ᾽ οὗ σοι ἡ τιμή.

Εὐχὴ ἄλλη τῆς θείας λειτουργίας τοῦ Ἀποστόλου καὶ ἀδελφοθέου Ἰακώβου. Ὁ Θεὸς ὁ διὰ πολλὴν καὶ ἄφατόν σου φιλανθρωπίαν ἐξαποστείλας τὸν μονογενῆ σου Υἱὸν εἰς τὸν κόσμον, ἵνα πεπλανημένον ἐπιστρέψῃ πρόβατον, μὴ ἀποστραφῇς ἡμᾶς τοὺς ἁμαρτωλοὺς, ἐγχειροῦντάς σοι τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν. Οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμὲν, ἀλλ᾽ ἐπὶ τῷ ἐλέει σοῦ τῷ ἀγαθῷ, δι᾽ οὗ τὸ γένος ἡμῶν περιποιῇ. Ἱκετεύομεν τὴν σὴν ἀγαθότητα, καὶ προσπίπτομέν σοι, ἵνα μὴ γένηται εἰς κατάκριμα τῷ λαῷ σου τὸ οἰκονομηθὲν ἡμῖν τοῦτο πρὸς σωτηρίαν μυστήριον, ἀλλ᾽ εἰς ἐξάλειψιν ἁμαρτιῶν, εἰς ἀνανέωσιν ψυχῶν καὶ σωμάτων, εἰς εὐαρέστησιν σὴν, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ, καὶ ὁμοουσίου σου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Εὐχὴ περὶ τῆς εἰρήνης. Εἰρήνη πᾶσι. Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε. Μνήσθητι, Κύριε τῆς εἰρήνης, τῆς ἁγίας, μόνης, καθολικῆς καὶ ἀποστολικῆς σου Ἐκκλησίας.

Προσεύχεσθε ὑπὲρ τῆς εἰρήνης τῆς ἁγίας, μόνης, κ.τ.λ. Τῆς ἀπὸ περάτων τῆς οἰκουμένης μέχρι τῶν περάτων αὐτῆς, καὶ πάντων τῶν λαῶν, καὶ πάντων τῶν ποιμνίων. Τὴν ἐξ οὐρανοῦ εἰρήνην βράβευσον ταῖς ἁπάντων ἡμῶν καρδίαις· ἀλλὰ καὶ τοῦ βίου τούτου εἰρήνην ἡμῖν δώρησαι. Τὸν βασιλέα, τὰ στρατιωτικὰ τάγματα, τοὺς ἄρχοντας, βουλὰς, δήμους, γείτονας ἡμῶν, εἰσόδους καὶ ἐξόδους ἡμῶν, ἐν πάσῃ εἰρήνῃ κατακόσμησον. Βασιλεὺς τῆς εἰρήνης, τὴν σὴν εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κτῆσαι ἡμᾶς, ὦ Θεός· ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Ζωοποίησον τὰς ἁπάντων ἡμῶν ψυχὰς διὰ τοῦ ἁγίου σου Πνεύματος· καὶ μὴ κατισχύσῃ θάνατος ἁμαρτίας καθ᾽ ἡμῶν τῶν δούλων σου, μηδὲ κατὰ παντὸς τοῦ λαοῦ σου.

Εὐχὴ περὶ τοῦ πάπα. Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε. Μνήσθητι, Κύριε, τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιερέως ἡμῶν Ἄββα Δ. πάπα καὶ πατριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας. Συντηρήσων συντήρησον ἡμῖν αὐτὸν ἔτεσι πολλοῖς καὶ χρόνοις εἰρηνικοῖς, ἐκτελοῦντα αὐτὸν τὴν ὑπὸ σοῦ ἐμπεπιστευμένην αὐτῷ ἁγίαν ἀρχιερωσύνην, κατὰ τὸ ἅγιον καὶ μακάριόν σου θέλημα· ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ ποιμαίνοντα τὸν λαόν σου ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· σὺν πᾶσιν ὀρθοδόξοις ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, σὺν παντὶ τῷ πληρώματι τῆς ἁγίας, καὶ μόνης, καθολικῆς καὶ ἀποστολικῆς σου Ἐκκλησίας· εἰρήνην καὶ ὑγίειαν αὐτοῖς τε καὶ ἡμῖν χαριζόμενος ἐκ πασῶν τῶν ἡμερῶν. Τὰς δὲ εὐχὰς αὐτῶν, ἃς ποιοῦνται ὑπὲρ ἡμῶν, καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ σου, καὶ ἡμεῖς ὑπὲρ αὐτῶν, πρόσδεξαι ἐπὶ τὸ οὐράνιον καὶ εὐλογημένον σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας. Πάντα μὲν ἐχθρὸν αὐτοῦ ὁρατὸν ἢ ἀόρατον σύντριψον καὶ καθυπόταξον ὑπὸ τοὺς πόδας αὐτοῦ ἐπὶ τάχει· αὐτὸν δὲ ἐν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ διαφύλαξον,

Εὐχὴ περὶ τῆς ἐπισυναγωγῆς. Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ δεόμεθα ... τας τὸ θέλημά σου τὸ ἅγιον χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ. κ.τ.λ.

Ὁ λαὸς λέγει· Πιστεύω εἰς ἕνα Θεόν. Εὐχὴ ἀσπασμοῦ τοῦ ἁγίου Βασιλείου. Εἰρήνη πᾶσιν. Κύριε ὁ Θεὸς, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν· σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ ἁγίου.

Εὐδόκησον δὴ, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς Καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου μυστηρίων, ἵνα ἄξιοι γενώμεθα τοῦ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων. Καὶ δὸς ἡμῖν μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς προσκομίσαι σοι τὴν πνευματικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος. Ναὶ, ὦ Θεὸς, ἐπίβλεψον ἐφ᾽ ἡμᾶς, καὶ ἔπιδε ἐπὶ τὴν λογικὴν λατρείαν ἡμῶν ταύτην, καὶ πρόσδεξαι αὐτὴν, ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν. Οὕτως καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ προκείμενα δῶρα ταῦτα ἐν τῇ χρηστότητί σου, Κύριε, καὶ δὸς γενέσθαι εὐπρόσδεκτα, ἡγιασμένα ἐν Πνεύματι ἁγίῳ, εἰς ἐξιλασμὸν τῶν ἡμετέρων πλημμελημάτων, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, καὶ εἰς ἀνάπαυσιν προκοιμηθέντων ψυχῶν, ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ, καὶ ἁμαρτωλοὶ, καὶ ἀνάξιοι δοῦλοί σου, καταξιωθέντες ἀμέμπτως λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, λάβωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, καὶ εὕρωμεν χάριν καὶ ἔλεος ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας καὶ ἀγαθῆς.

Καὶ τὰ νῦν δὸς ἡμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ· καὶ τὴν σὴν ἀγάπην δώρησαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσασθαι ἐκτενῶς. Χάρισαι παντὸς ἀποκάθαρον [sic] μολύσματος, παντὸς δόλου, καὶ πάσης κακίας, καὶ πανουργίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς πάντας, Δέσποτα, ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, καὶ δεδοξασμένος σὺν πᾶσιν ἁγίοις.

Εὐχὴ ἄλλη ἀσπασμοῦ. Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κτίσας ἐν ἀφθαρσίᾳ τὸν ἄνθρωπον, καὶ τὸν εἰσελθόντα φθόνῳ τοῦ διαβόλου θάνατον εἰς τὸν κόσμον διὰ τῆς ζωοποιοῦ παρουσίας τοῦ μονογενοῦς σου Υἱοῦ καθελὼν, καὶ τῆς οὐρανόθεν εἰρήνης ἐμπλήσας τὴν γῆν, ᾗ αἱ τῶν ἀγγέλων ἐδόξασάν σε στρατιαὶ λέγουσαι, «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·» εὐδοκία τῆς σῆς εἰρήνης ἔμπλησον τὰς καρδίας ἡμῶν. Χάρισαι παντὸς ἀποκάθαρον [sic] μολύσματος, παντὸς δόλου, καὶ πάσης κακίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ σοι δόξα καὶ τιμὴ, κ.τ.λ.

Εὐχὴ ἄλλη τοῦ ἀσπασμοῦ. Πᾶσαν ὑπερεκκύπτει τοῦ λόγου δύναμιν καὶ νοῦ φαντασίαν ἡ τῶν σῶν δωρεῶν, ὦ Δέσποτα, φιλοτιμία. Ἃ γὰρ ἀπὸ σοφῶν καὶ συνετῶν ἀπέκρυψας, αὐτὰ τοῖς νηπίοις ἡμῖν ἀπεκάλυψας. Καὶ οἱ προφῆται καὶ βασιλεῖς, ἐπιθυμήσαντες ἰδεῖν, οὐχ ἑωράκασιν αὐτὰ, [sic] διακονεῖν, καὶ τούτοις ἁγιάζεσθαι, τοῖς ἁμαρτωλοῖς ὑμῖν ἐδωρήσω. Τοῦ μονογενοῦς σου Υἱοῦ παρέστησας ἡμῖν τὴν οἰκονομίαν, καὶ τῆς θυσίας ταύτης τὴν μυσταγωγίαν, καθ᾽ ἣν οὐ νομικὸν αἷμα, οὐ σαρκὸς δικαίωμα, ἀλλὰ πνευματικὸν μέν ἐστι τὸ πρόβατον, ἡ μάχαιρα δὲ λογική τε καὶ ἀσώματος. Ταύτην οὖν σοι προκομίζοντες τὴν θυσίαν, αἰτοῦμέν σε, φιλάνθρωπε, καθάρισον ἡμῶν τὰ χείλη, καὶ πάσης ὑλικῆς ἐπιμιξίας τὸν νοῦν ἡμῶν ἐλευθέρωσον. Ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ, κ.τ.λ.