Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὑποτυπώσεις

Μέγας Βασίλειος

Σκοπός και αναγκαιότητα της συγγραφής

Ο συγγραφέας αναλύει τους λόγους σύνταξης του κειμένου, επικαλούμενος τη θεία εντολή και την αποστολική παραίνεση προς αποφυγή της σιωπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 3

Τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προστάσσοντος· ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ πρὸς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων· καὶ τοῦ ἀποστόλου τῆς σιωπῆς φοβερὸν τὸ κρῖμα δεικνύντος, δι᾽ ὧν φησι πρὸς τοὺς Ἐφεσίων πρεσβυτέρους· διαμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ· καὶ ἡμῖν δὲ τὸ αὐτὸ ποιεῖν παραγγέλλοντος, ἐν οἷς γράφει· ταῦτα ὑπομίμνησκε, διαμαρτυρούμενος ἐνώπιον τοῦ θεοῦ· ἐπειδὴ κατὰ πρόσωπον διαμαρτύρασθαι πᾶσι περὶ τῶν τοῦ κυρίου προσταγμάτων οὐχ οἷός τε εἰμί, ἀναγκαῖον ἐνόμισα γράψαι γοῦν πρὸς τὴν πάντων ὑμῶν ἀγάπην ἐν Χριστῷ, καὶ ἐμαυτὸν μὲν τοῦ κρίματος ἐλευθερῶσαι, ὑμᾶς δὲ περὶ τῶν ἐπιβαλλόντων ὑμῖν πληροφορῆσαι ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα μήτε ὑμεῖς ἐξ ἀγνοίας περιπέσητέ που τῷ κέντρῳ τοῦ θανάτου, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ἢ παρέλθητέ τινα ἐντολὴν τοῦ θεοῦ, περὶ ἧς γέγραπται ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι, καὶ ἐκπέσητε ταύτης, τοῦ κυρίου λέγοντος· ὁ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἄλλ᾽ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾽ αὐτόν· μήτε ἡμεῖς ἔνοχοι τοῦ αἵματος τῶν ὑπὸ τῆς ἁμαρτίας τεθανατωμένων διὰ τῆς σιωπῆς εὑρεθῶμεν.