Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὑποτυπώσεις

Μέγας Βασίλειος

Διάγραμμα περιεχομένων του έργου

Σύνοψη των θεμάτων που πραγματεύεται το κείμενο, με αναφορά στην ομολογία πίστεως, στις συνέπειες της παράβασης των εντολών και στα χριστιανικά καθήκοντα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Παραθήσεται δέ μοι τὸ κρῖμα· πρῶτον μὲν τὴν αἰτίαν καὶ τὸν κίνδυνον τῆς τοσαύτης τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ ἑκάστου πρὸς τὸν ἕτερον διαφωνίας καὶ διαστάσεως· δεύτερον τὰς ἐκ τῆς θεοπνεύστου γραφῆς ἀποδείξεις περὶ τοῦ πᾶσαν παράβασιν ἐντολῆς θεοῦ σφοδρῶς καὶ φοβερῶς ἐκδικεῖσθαι, ὥστε εἰ καὶ τὰ πλεῖστά τις κατωρθωκέναι δοκεῖ, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ θεοῦ ἐπιδείξεται, ἐπὶ ταύτῃ μόνῃ δίκας ὑπέχει, κἂν ἐξ ἀγνοίας πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει· μετὰ ταῦτα περιέξει τὴν εὐσεβῆ τοῦ θεοῦ καὶ πατρός, καὶ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ καὶ θεοῦ, καὶ τοῦ ἁγίου πνεύματος ὁμολογίαν· ἔπειτα τῶν ὑπὸ τῆς γραφῆς ἡμῖν διεσταλμένων τὴν γνῶσιν ὅσων ἀπέχεσθαι χρή, καὶ περὶ ἃ μάλιστα ἐσπουδακέναι, τοὺς αἰωνίου ζωῆς καὶ βασιλείας οὐρανῶν ἐφιεμένους, καὶ τὰ ἑκάστου δὲ βαθμοῦ ἢ τάγματος ἐξαίρετα κατ᾽ ἰδίαν ὁμοίως παραθήσεται· ἐπὶ τούτοις οἱονεὶ χαρακτῆρα χριστιανοῦ κεφαλαιώδη καὶ σύντομον, ὅρου τύπον ἐπέχοντα, πειράσεται δοῦναι ἡμῖν ἐκ τῶν ἁγίων γραφῶν ὁ λόγος, καὶ χαρακτῆρα πάλιν παραπλήσιον τῶν προεστώτων τοῦ λόγου τῆς τοῦ κυρίου διδασκαλίας· ἐν οἷς τό τε ἀπηκριβωμένον καὶ ἄκρως κεκαθαρμένον τῆς πολιτείας διαφανήσεται, καὶ τό, ἳν᾽ οὕτως ὀνομάσω, ἀξίωμα τῶν ἐν ταύτῃ διαπρεπόντων ἐκλάμψει.