Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιστολὴ πρὸς Ἰάκωβον (Νόθος)

Κλήμης Ῥώμης

Προοίμιο και ανάδειξη του Κλήμεντος ως διαδόχου του Πέτρου

Ο χαιρετισμός προς τον Ιάκωβο Ιεροσολύμων, η αναγγελία του μαρτυρικού τέλους του αποστόλου Πέτρου στη Ρώμη και η ανακοίνωση της χειροτονίας του Κλήμεντος ως επισκόπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 1 από 4

[ΕΠΙΣΤΟΛΗ ΚΛΗΜΕΝΤΟΣ ΠΡΟΣ ΙΑΚΩΒΟΝ.] Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπων ἐπισκόπῳ, διέποντι δὲ τὴν Ἱερουσαλὴμ ἁγίαν Ἑβραίων ἐκκλησίαν καὶ τὰς πανταχῆ θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς, σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς. εἰρήνη εἴη πάντοτε.

Γνώριμον ἔστω σοι, κύριέ μου, ὅτι Σίμων, ὁ διὰ τὴν ἀληθῆ πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δι᾽ αὐτὸ τοῦτο ὑπ᾽ αὐτοῦ τοῦ Ἰησοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος, ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν, ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν, ὃν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν, ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοιπόρος, ὁ καλὸς καὶ δόκιμος μαθητής, ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς καὶ κατορθῶσαι δυνηθείς—καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὃ ἐξ ἀνάγκης κἂν βραδὺ πάντως εἰπεῖν με δεῖ; —οὗτος αὐτὸς διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς δημοσίᾳ ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ῥώμῃ γενόμενος, θεοβουλήτῳ διδασκαλίᾳ σῴζων ἀνθρώπους, αὐτὸς τοῦ νῦν βίου βιαίως τὸ ζῆν μετήλλαξεν.

Πρὸς αὐταῖς δὲ ταῖς ἡμέραις, αἷς ἤμελλεν τελευτᾶν, συνηθροισμένων τῶν ἀδελφῶν, αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη· Ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι. ἐπεί (ὡς ἐδιδάχθην ἀπὸ τοῦ με ἀποστείλαντος κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ) αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ᾽ ἀρχῆς μοι μέχρι τοῦ τέλους συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντι, συνελὼν ἐρῶ, ὃς ἐν πᾶσι πειρασμοῖς μου κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν πλεῖον πάντων πεπείραμαι θεοσεβῆ, φιλάνθρωπον, ἁγνόν, πολυμαθῆ, σώφρονα, ἀγαθόν, δίκαιον, μακρόθυμον καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἂν χειροτονήσῃ ἐπὶ γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι καὶ λύσει ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα. αὐτοῦ οὖν ἀκούσατε ὡς γνόντες ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν.

Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν. ὁ δ᾽ ἀπεκρίνατο· Περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, καὶ ταύτῃ μᾶλλον εἰ παραιτῇ· ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλοκαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ᾽ εὐλαβοῦς τὸν τρόπον καὶ πολυμαθοῦς τὸν λόγον. δὸς δὲ τὸν κρείττονα, ὃς ἐμοὶ σοῦ πλέον συνώδευσεν καὶ τῶν λόγων ἐπήκουσεν καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκεν, καὶ οὐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα. ἀλλ᾽ οὐ δυνήσει νῦν τὸν σοῦ κρείττονα παρασχεῖν· σὺ γὰρ δι᾽ ἐμοῦ τῶν σῳζομένων ἐθνῶν ἡ κρείττων ἀπαρχή. πλὴν καὶ τὸ ἕτερον λόγισαι ὅτι, εἰ τὸν κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχῃ τῆς ἐκκλησίας τὴν διοίκησιν, εὖ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις, ὅστις τοῖς θεοσεβέσιν ὥσπερ πλέουσιν καὶ κινδυνεύουσιν βοηθεῖν δυνάμενος οὐ θέλεις, διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦν μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίσταμαι. ὅσῳ οὖν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις. οἶδα δὲ καὶ αὐτός, ὦ Κλήμης, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι δωρούμενος, οὓς δυνήσει γενναίως φέρειν, ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν.

ἀλλὰ καὶ δικαίως συνενθυμήθητί μοι πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστός, νῦν, ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε νικήσας βασιλεύει μηδεμιᾶς τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺν νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ, μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι. χαίρων οὖν ἐπισκόπησον (εὐκαίρως ταύτῃ μᾶλλον ὡς διοίκησιν ἐκκλησίας παρ᾽ ἐμοῦ μεμαθηκώς) εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.