Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ὁμιλίαι (Νόθαι)

Κλήμης Ῥώμης

Η αντιπαράθεση για τον Δημιουργό Θεό και την προέλευση του κακού

Εκτενής θεολογική συζήτηση μεταξύ του Πέτρου και του Σίμωνος γύρω από τη φύση του Θεού, την αποκάλυψη, την προέλευση της αμαρτίας, τον ρόλο του πονηρού και την αιτιότητα του κακού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 11 από 12

[ΟΜΙΛΙΑ ΙΖ.] Τῆς μὲν οὖν ἄλλης ἡμέρας ὁ Πέτρος πρὸς Σίμωνα ζητεῖν μέλλων ὀρθρίτερον ἐξυπνισθεὶς ηὔξατο. καὶ ἅμα τῷ παύσασθαι ὁ Ζακχαῖος εἰσῄει λέγων· Σίμων ἔξω καθέζεται μετὰ ἰδίων αὐτοῦ τινων ὡς τριάκοντα διαλεγόμενος. καὶ ὁ Πέτρος ἔφη· Ἐάσθω λαλεῖν, μέχρις ὅτε πλῆθος γένηται, καὶ τότε ζητεῖν ἀρξώμεθα, ἵνα οὕτως ἡμεῖς τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα ἀκούσαντες, πρὸς αὐτὰ ἁρμοσάμενοι, ἐξελθόντες διαλεχθῶμεν. καὶ δὴ οὕτως ἐγένετο. ἐκβὰς οὖν καὶ μετ᾽ οὐ πολὺ πάλιν εἰσελθὼν ὁ Ζακχαῖος ἀντέβαλλεν τῷ Πέτρῳ τοὺς ὑπὸ Σίμωνος [τῷ Πέτρῳ] ῥηθέντας λόγους. ἔλεγεν δέ· Αἰτιᾶταί σε, Πέτρε, ὡς κακίας ὄντα ὑπηρέτην καὶ μαγείᾳ πολὺ δυνάμενον καὶ εἰδωλολατρείας χεῖρον τὰς τῶν ἀνθρώπων φαντασιοῦντα ψυχάς. εἰς τὸ μὲν οὖν μάγον εἶναί σε ταύτην ἐδόκει φέρειν ἀπόδειξιν λέγων· Σύνοιδα ἐμαυτῷ ὅτι, ὧν κατ᾽ ἐμαυτὸν σκέπτομαι, ἐλθὼν συζητεῖν αὐτῷ οὐδὲ ἕνα μνημονεύω λόγον. αὐτοῦ γὰρ διαλεγομένου κἀμοῦ τὸν νοῦν ἀσχολοῦντος εἰς τὸ ἀναπολέσαι τίνα ἐστὶν ἃ ἐλογισάμην ἐλθὼν λέγειν πρὸς αὐτόν, οὐδ᾽ ὁτιοῦν ὧν λέγει ἐπακούω. ἐπεὶ οὖν ἐπ᾽ ἄλλου τινὸς τοιοῦτό τι οὐ πάσχω ἢ ἐπ᾽ αὐτοῦ μόνου, πῶς οὐχὶ μαγευόμενος ὑπ᾽ αὐτοῦ τυγχάνω; τὸ δὲ ὅτι, ἃ ἂν διδάσκῃ, εἰδωλολατρείας χείρονά ἐστιν, τῷ γε νοῦν ἔχοντι ἐμοῦ μηνύσαντος σαφὲς ἔσται. οὐθὲν γὰρ ἕτερον ὠφεληθῆναι ἔστιν ἢ τὸ τὴν ψυχὴν εἰδώλων παντοδα⌞πῶν⌟ ἐλευθέραν γενέσθαι.

φανταζο⌞μένη γὰ⌟ρ εἶδος δεσμεῖται φόβῳ, καὶ φρ⌞οντίδι τοῦ⌟ παθεῖν τι μαραίνεται καὶ ἀλλοι⌞ουμένη δ⌟αιμονᾷ καὶ δαιμονῶσα τοῖς πολλοῖς σωφρονεῖν δοκεῖ. τοῦτο ὑμῖν Πέτρος ὑποσχέσει τοῦ σωφρονίζειν παρέχει. προφάσει γὰρ ἑνὸς θεοῦ δοκεῖ μὲν ὑμᾶς πολλῶν ἀψύχων ἀπαλλάσσειν εἰδώλων, ἃ οὐ πάνυ τοὺς σέβοντας ἀδικεῖ, τῷ αὐτοῖς ὀφθαλμοῖς ὁρᾶσθαι λίθινα ὄντα ἢ χάλκεα ἢ χρύσεα ἢ καὶ ἐξ ἄλλης τινὸς ἀψύχου ὕλης. διὸ τῷ εἰδέναι ὅτι τὸ βλεπόμενον οὐδέν ἐστιν, οὐχ ὁμοίως τῷ ὁρατῷ ὑπὸ φόβου φαντασιοῦσθαι δύναται ἡ ψυχή. πλάνῳ δὲ διδασκαλίᾳ εἰς φοβερὸν θεὸν ἀποβλέπουσα τῶν κατὰ φύσιν ἐκβαθρεύεται. καὶ ταῦτα ἐγὼ λέγω, οὐχ ὅτι ὑμᾶς εἴδωλα σέβειν παραινῶ, ἀλλ᾽ ὅτι Πέτρος φοβερῶν ἰδεῶν δοκῶν ἀπαλλάσσειν ὑμῶν τὰς ψυχάς, φοβερωτέρᾳ ἰδέᾳ τὸν ἑκάστου ὑμῶν ἐνθουσιᾶν ποιεῖ νοῦν, θεὸν ἐν μορφῇ εἰσηγούμενος καὶ ταῦτα ἄκρως δίκαιον, ᾧ ἕπεται τὸ φοβερὸν καὶ τῇ συννοούσῃ ψυχῇ τὸ φρικῶδες, δυνάμενον καὶ τῶν ὀρθῶν λογισμῶν ἐκλῦσαι τοὺς τόνους. ἐν γὰρ τοιούτῳ καθεστὼς χειμῶνι ὁ νοῦς ὡς βυθὸς ὑπὸ ἀνέμου σφοδροῦ θολοῦται τὸ λαμπρόν. διὸ εἰ ἐπ᾽ ὠφελείᾳ ὑμῶν προσέρχεται, μὴ ὑμῶν τοὺς ἐξ ἀψύχων μορφῶν ἠπίως γινομένους φόβους ἐκλύειν δοκῶν φοβερὰν θεοῦ ἀντεισφερέτω μορφήν. μορφὴν δὲ ἔχει θεός; εἰ δὲ ἔχει, ἐν σχήματί ἐστιν. ἐν σχήματι δὲ ὢν πῶς οὐ περιόριστός ἐστιν; περιόριστος δὲ ὢν ἐν τόπῳ ἐστίν.

ἐν τόπῳ δὲ ὢν ἥττων ἐστὶν τοῦ περιέχοντος αὐτὸν τόπου. ἥττων δέ τινος ὢν πῶς πάντων ἐστὶν ἢ μείζων ἢ κρείττων ἢ ἀνώτατος; καὶ ταῦτα μὲν οὕτως. ὅτι δὲ ἀληθῶς οὐδὲ τὰ ὑπὸ τοῦ διδασκάλου αὐτοῦ ῥηθέντα πιστεύει, φανερόν ἐστιν· τὰ γὰρ ἐναντία αὐτῷ κηρύσσει. ἐκείνου γὰρ εἰπόντος τινί (ὡς μανθάνω)· «Μή με λέγε ἀγαθόν, ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν», ἀγαθὸν δὲ εἰπὼν οὐκέτι ἐκεῖνον λέγει τὸν δίκαιον, ὃν αἱ γραφαὶ κηρύσσουσιν, ὃς ἀποκτέννει καὶ ζωοποιεῖ, ἀποκτέννει μὲν τοὺς ἁμαρτάνοντας, ζωοποιεῖ δὲ τοὺς κατὰ γνώμην αὐτοῦ βιοῦντας. ὅτι δὲ ὄντως οὐ τὸν δημιουργὸν ἔλεγεν ἀγαθόν, τῷ διανοηθῆναι δυναμένῳ σαφές ἐστιν. τοῦ γὰρ δημιουργοῦ ἐγνωσμένου καὶ τῷ πλασθέντι Ἀδὰμ καὶ τῷ εὐαρεστήσαντι αὐτῷ Ἐνὼχ καὶ τῷ ὑπ᾽ αὐτοῦ δικαίῳ ὁραθέντι Νῶε, ὁμοίως καὶ τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλὰ καὶ Μωϋσῇ καὶ λαῷ καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλος αὐτοῦ Πέτρου Ἰησοῦς ἐλθὼν ἔλεγεν· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι». εἰ οὖν αὐτὸς υἱὸς ἦν ὁ παρών, ἀπὸ τῆς αὐτοῦ παρουσίας οἷς ἐβούλετο τὸν πᾶσιν ἄγνωστον ἀπεκάλυπτεν. καὶ οὕτως τοῖς πρὸ αὐτοῦ πᾶσιν ἄγνωστος ἦν ὁ πατήρ, οὐχ οὗτος ὢν ὁ πᾶσιν ἐγνωσμένος. καὶ τοῦτο εἰπὼν Ἰησοῦς οὐδὲ αὐτὸς ἑαυτῷ συμφωνεῖ.

ἐνίοτε γὰρ ἄλλαις φωναῖς τὸν ἀπὸ τῶν γραφῶν φοβερὸν καὶ δίκαιον συνίστησι θεὸν λέγων· «Μὴ φοβηθῆτε ἀπὸ τοῦ ἀποκτέννοντος τὸ σῶμα, τῇ δὲ ψυχῇ μὴ δυναμένου τι ποιῆσαι· φοβήθητε δὲ τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν εἰς τὴν γέενναν τοῦ πυρὸς βαλεῖν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε». ὅτι δὲ ὄντως τοῦτον φοβηθῆναι ἔλεγεν ὡς δίκαιον θεόν, πρὸς ὃν καὶ ἀδικουμένους βοᾶν λέγει, παραβολὴν εἰς τοῦτο εἰπὼν ἐπάγει τὴν ἑρμηνείαν λέγων· «Εἰ οὖν ὁ κριτὴς τῆς ἀδικίας ἐποίησεν οὕτως διὰ τὸ ἑκάστοτε ἀξιωθῆναι, πόσῳ μᾶλλον ὁ πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; ἢ διὰ τὸ μακροθυμεῖν αὐτὸν ἐπ᾽ αὐτοῖς δοκεῖτε ὅτι οὐ ποιήσει; ναὶ λέγω ὑμῖν, ποιήσει, καὶ ἐν τάχει». ὁ δὲ ἐκδικοῦντα καὶ ἀμυνόμενον λέγων θεὸν δίκαιον αὐτὸν τῇ φύσει συνίστησιν καὶ οὐκ ἀγαθόν. ἔτι δὲ καὶ ἐξομολογεῖται τῷ κυρίῳ οὐρανοῦ καὶ γῆς. εἰ δὲ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς, ὁμολογεῖται δημιουργός, δημιουργὸς δὲ ὢν δίκαιός ἐστιν. ποτὲ μὲν ἀγαθὸν λέγων, ποτὲ δὲ δίκαιον, οὐδὲ οὕτως συμφωνεῖ. τρίτον δὲ ὁ σοφὸς αὐτοῦ μαθητὴς ἐχθὲς διισχυρίζετο ἐνάργειαν ὀπτασίας ἱκανωτέραν εἶναι, οὐκ εἰδὼς ὅτι ἡ ἐνάργεια ἀνθρωπεία εἶναι δύναται, ἡ δὲ ὀπτασία θεότητος εἶναι ὁμολογεῖται. ταῦτα καὶ τὰ τούτοις ὅμοια, Πέτρε, ὁ Σίμων τοῖς ὄχλοις ἔξω ἑστὼς καὶ διαλεγόμενος, ταράσσειν μοι δοκεῖ τοὺς πλείονας.

διὸ ἐξαυτῆς ἔξιθι, ἀληθείας δυνάμει τοὺς αὐτοῦ ψευδεῖς ἐκλύων λόγους.

Ταῦτα τοῦ Ζακχαίου εἰπόντος ὁ Πέτρος συνήθως εὐξάμενος ἐξῄει καὶ εἰς τὸν πρὸ μιᾶς τόπον στὰς καὶ τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύσας τοὺς ὄχλους τοῦ λέγειν ἤρξατο οὕτως· Ἀληθὴς ὢν προφήτης ὁ κύριος ἡμῶν Ἰησοῦς (ὡς ἐπὶ καιροῦ καὶ περὶ τούτου πληροφορήσω) περὶ τῶν τῇ ἀληθείᾳ διαφερόντων συντόμως τὰς ἀποφάσεις ἐποιεῖτο διὰ δύο ταῦτα, ὅτι πρὸς θεοσεβεῖς ἐποιεῖτο τὸν λόγον εἰδότας τὰ ἀποφάσει ὑπ᾽ αὐτοῦ ἐκφερόμενα πιστεύειν (οὐδὲ γὰρ ἦν ξένα τῆς αὐτῶν συνηθείας τὰ λεγόμενα), δεύτερον δὲ ὅτι προθεσμίαν ἔχων κηρύξαι τῷ τῆς ἀποδείξεως οὐκ ἐχρῆτο λόγῳ, ἵνα μὴ εἰς λόγους τὸν πάντα τῆς προθεσμίας δαπανᾷ χρόνον, καὶ οὕτως αὐτῷ συμβήσεται εἰς ὀλίγων λόγων ἐπιλύσεις ἀσχολουμένῳ τῶν ὑπὸ πόνου ψυχῆς νοεῖσθαι δυναμένων τοὺς ἀληθείᾳ διαφέροντας μὴ ἐπὶ πλεῖον εἰσφέρειν λόγους. ἐπειδὴ περὶ ὧν ἤθελεν ἀπεφαίνετο ὡς λαῷ νοεῖν δυναμένῳ, ἀφ᾽ ὧν ἐσμεν καὶ ἡμεῖς, οἳ ὁπότε κατὰ τὸ σπάνιον οὐκ ἐνοήσαμέν τι τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων, ἰδίᾳ ἐπυνθανόμεθα, ἵνα ἡμῖν τι τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων μὴ ἀνόητον ᾖ. εἰδὼς οὖν ἡμᾶς εἰδότας πάντα τὰ ὑπ᾽ αὐτοῦ ῥηθέντα καὶ τὰς ἀποδείξεις παρασχεῖν δυναμένους, εἰς τὰ ἀμαθῆ ἔθνη ἀποστέλλων ἡμᾶς βαπτίζειν αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν, ἐνετείλατο ἡμῖν πρότερον διδάξαι αὐτούς· ἀφ᾽ ὧν ἐντολῶν αὕτη πρώτη καὶ μεγάλη τυγχάνει, τὸ φοβηθῆναι κύριον τὸν θεὸν καὶ αὐτῷ μόνῳ λατρεύειν.

θεὸν δὲ φοβεῖσθαι ἐκεῖνον εἶπεν, οὗ οἱ ἄγγελοι οἱ τῶν ἐν ἡμῖν ἐλαχίστων πιστῶν ἐν τῷ οὐρανῷ ἑστήκασιν θεωροῦντες τὸ πρόσωπον τοῦ πατρὸς διαπαντός· μορφὴν γὰρ ἔχει—διὰ πρῶτον καὶ μόνον κάλλος—καὶ πάντα μέλη, οὐ διὰ χρῆσιν· οὐ γὰρ διὰ τοῦτο ὀφθαλμοὺς ἔχει, ἵνα ἐκεῖθεν βλέπῃ (πανταχόθεν γὰρ ὁρᾷ, τοῦ ἐν ἡμῖν βλεπτικοῦ πνεύματος ἀπαραβλήτως λαμπρότερος ὢν τὸ σῶμα καὶ παντὸς φωτὸς στιλπνότερος, ὡς πρὸς σύγκρισιν αὐτοῦ τὸ ἡλίου φῶς λογισθῆναι σκότος), ἀλλ᾽ οὐδὲ διὰ τοῦτο ὦτα ἔχει, ἵνα ἀκούῃ (πανταχόθεν γὰρ ἀκούει, νοεῖ, κινεῖ, ἐνεργεῖ, ποιεῖ). τὴν δὲ καλλίστην μορφὴν ἔχει δι᾽ ἄνθρωπον, ἵνα οἱ καθαροὶ τῇ καρδίᾳ αὐτὸν ἰδεῖν δυνηθῶσιν, ἵνα χαρῶσιν δι᾽ ἅτινα ταῦτα ὑπέμειναν. τῇ γὰρ αὐτοῦ μορφῇ ὡς ἐν μεγίστῃ σφραγῖδι τὸν ἄνθρωπον διετυπώσατο, ὅπως ἁπάντων ἄρχῃ καὶ κυριεύῃ καὶ πάντα αὐτῷ δουλεύῃ. διὸ κρίνας εἶναι τὸ πᾶν αὐτὸν καὶ τὴν αὐτοῦ εἰκόνα τὸν ἄνθρωπον (αὐτὸς ἀόρατος, ἡ δὲ αὐτοῦ εἰκὼν ὁ ἄνθρωπος ὁρατός) ὁ αὐτὸν σέβειν θέλων τὴν ὁρατὴν αὐτοῦ τιμᾷ εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος. ὅτι ἂν οὖν τις ποιήσῃ ἀνθρώπῳ (εἴτε ἀγαθὸν εἴτε κακόν) εἰς ἐκεῖνον ἀναφέρεται. διὸ καὶ ἡ ἐξ αὐτοῦ κρίσις πᾶσι κατ᾽ ἀξίαν ἀπονέμουσα ἑκάστῳ προελεύσεται· τὴν γὰρ αὐτοῦ μορφὴν ἐκδικεῖ.

ἀλλ᾽ ἐρεῖ τις· Εἰ μορφὴν ἔχει, καὶ σχῆμα ἔχει καὶ ἐν τόπῳ ἐστίν· ἐν τόπῳ δὲ ὢν καὶ ὑπ᾽ αὐτοῦ περιεχόμενος ὡς ἥττων, πῶς ὑπὲρ πάντας ἐστὶν μέγας; πῶς δὲ καὶ πανταχῆ εἶναι δύναται ἐν σχήματι ὤν; πρὸς τὸν ταῦτα λέγοντα πρῶτον ἔστιν εἰπεῖν· Τοιαῦτα περὶ αὐτοῦ φρονεῖν πείθουσιν καὶ πιστεύειν ..., ἡμεῖς δὲ ἀληθεῖς γινώσκομεν τὰς μαρτυρουμένας ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ κατὰ κέλευσιν τὰς ἀποδείξεις ὑμῖν τοῦ οὕτως ἔχειν ἀνάγκη παρέχειν. πρῶτον δὲ περὶ τόπου ἐρῶ καὶ θεοῦ. τόπος ἐστὶν τὸ μὴ ὄν, θεὸς δὲ τὸ ὄν· τὸ δὲ μὴ ὂν τῷ ὄντι οὐ συγκρίνεται. πῶς γὰρ τόπος ὢν εἶναι δύναται; ἐκτὸς εἰ μὴ δευτέρα χώρα εἴη, οἷον οὐρανός, γῆ, ὕδωρ, ἀὴρ καὶ εἰ ἄλλο τί ἐστιν σῶμα, ὃ ἂν καὶ αὐτοῦ πληροῖ τὸ κενόν, ὃ διὰ τοῦτο κενὸν λέγεται, ὅτι οὐδέν ἐστιν. τοῦτο γὰρ αὐτῷ (τὸ οὐδέν) οἰκειότερον ὄνομα· τὸ γὰρ λεγόμενον κενὸν τί ποτε ὡς σκεῦός ἐστιν οὐδὲν ἔχον; πλὴν αὐτὸ τὸ σκεῦος κενὸν ὂν οὐκ αὐτό ἐστι τόπος, ἀλλ᾽ ἐν ᾧ ἐστιν αὐτὸ τὸ κενόν, εἴπερ σκεῦός ἐστιν. ἀνάγκη γὰρ πᾶσα τὸ ὂν ἐν τῷ μηδὲν ὄντι εἶναι. τοῦτο δὲ τὸ μὴ ὂν λέγω (ὃ ὑπό τινων τόπος λέγεται) οὐδὲν ὄν. οὐδὲν δὲ ὂν τῷ ὄντι πῶς συγκρίνεται; ἐκτὸς εἰ μὴ ἐν τοῖς ἐναντίοις, ἵνα τὸ μὲν ὂν μὴ ᾖ, τὸ δὲ μὴ ὂν τόπος λέγηται.

εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἂν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ ὃ ἂν αὐτοῦ μέρος † λαμπρὸν † γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπηται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετουσίᾳ τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν θεὸν ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ᾽ αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμένην ἔχειν; εἷς οὖν ἐστιν ὁ ὄντως θεός, ὃς ἐν κρείττονι μορφῇ προκαθέζεται, τοῦ ἄνω τε καὶ κάτω † δις † ὑπάρχων καρδία—καὶ ἀπ᾽ αὐτοῦ, ὥσπερ ἀπὸ κέντρου βρύουσα τὴν ζωτικὴν καὶ ἀσώματον δύναμιν, τὰ πάντα σύν τε ἄστροις καὶ † μόνοις † οὐρανοῦ, ἀέρος, ὕδατος, γῆς, πυρὸς καὶ εἰ ἄλλο τί ἐστιν, διικνεῖται οὐσία ἄπειρος εἰς ὕψος, ἀπέραντος εἰς βάθος, ἀμέτρητος εἰς πλάτος, τρὶς ἐπ᾽ ἄπειρον τὴν ἀπ᾽ αὐτοῦ ζωοποιὸν καὶ φρόνιμον ἐκτείνουσα φύσιν.

τοῦτο οὖν τὸ ἐξ αὐτοῦ πανταχόθεν ἄπειρον ἀνάγκη εἶναι, καρδίαν ἔχον τὸν ὄντως ὑπὲρ πάντα ἐν σχήματι, ὅς, ὅπου πότ᾽ ἂν ᾖ, ὡς ἐν ἀπείρῳ μέσος ἐστίν, τοῦ παντὸς ὑπάρχων ὅρος. ἀπ᾽ αὐτοῦ οὖν ἀρχόμεναι αἱ ἐκτάσεις ἓξ ἀπεράντων ἔχουσιν τὴν φύσιν. ὧν ὁ μὲν ἀπ᾽ αὐτοῦ λαβὼν τὴν ἀρχὴν διικνεῖται εἰς ὕψος ἄνω, ὁ δὲ εἰς βάθος κάτω, ὁ δὲ ἐπὶ δεξιάν, ὁ δὲ ἐπὶ λαιάν, ὁ δὲ ἔμπροσθεν, ὁ δὲ ὄπισθεν, εἰς οὓς αὐτὸς ἀποβλέπων ὡς εἰς ἀριθμὸν πανταχόθεν ἴσον χρονικοῖς ἓξ διαστήμασιν συντελεῖ τὸν κόσμον, αὐτὸς ἀνάπαυσις ὢν καὶ τὸν ἐσόμενον ἄπειρον αἰῶνα εἰκόνα ἔχων, ἀρχὴ ὢν καὶ τελευτή. εἰς αὐτὸν γὰρ τὰ ἓξ ἄπειρα τελευτᾷ καὶ ἀπ᾽ αὐτοῦ τὴν εἰς ἄπειρον ἔκτασιν λαμβάνει. τοῦτό ἐστιν ἑβδομάδος μυστήριον. αὐτὸς γάρ ἐστιν ἡ τῶν ὅλων ἀνάπαυσις, ὡς τοῖς ἐν μικρῷ μιμουμένοις αὐτοῦ τὸ μέγα αὑτὸν χαρίζεται εἰς ἀνάπαυσιν. αὐτός ἐστιν μόνος πῆ μὲν καταληπτός, πῆ δὲ ἀκατάληπτος, 〈πῆ μὲν περαντός,〉 πῆ δὲ ἀπέραντος, τὰς ἀπ᾽ αὐτοῦ ἐκτάσεις ἔχων εἰς ἄπειρον.

οὕτως γὰρ καταληπτός ἐστιν καὶ ἀκατάληπτος, ἐγγὺς καὶ μακράν, ὧδε ὢν κἀκεῖ, ὡς μόνος ὑπάρχων καὶ τοῦ πανταχόθεν ἀπείρου νοὸς τὴν μετουσίαν διδούς, ἣν πάντων ἀναπνέουσαι αἱ ψυχαὶ τὸ ζῆν ἔχουσιν· κἂν χωρισθῶσιν τοῦ σώματος καὶ τὸν εἰς αὐτὸν εὑρεθῶσιν πόθον ἔχουσαι, εἰς τὸν αὐτοῦ κόλπον φέρονται ἀθάνατοι, ὡς ἐν χειμῶνος ὥρᾳ οἱ ἀτμοὶ τῶν ὀρῶν ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἑλκόμενοι φέρονται πρὸς αὐτόν. οἵαν οὖν στοργὴν συλλαβεῖν δυνάμεθα, ἐὰν τὴν εὐμορφίαν αὐτοῦ τῷ νῷ κατοπτεύσωμεν. ἄλλως δὲ ἀμήχανον· ἀδύνατον γὰρ κάλλος ἄνευ μορφῆς εἶναι καὶ πρὸς τὸν αὐτοῦ ἔρωτα ἐπισπᾶσθαί τινα ἢ καὶ δοκεῖν θεὸν ὁρᾶν εἶδος οὐκ ἔχοντα. τινὲς δὲ τῆς ἀληθείας ἀλλότριοι ὄντες καὶ τῇ κακίᾳ συμμαχοῦντες προφάσει δοξολογίας ἀσχημάτιστον αὐτὸν λέγουσιν, ἵνα ἄμορφος καὶ ἀνίδεος ὢν μηδενὶ ὁρατὸς ᾖ, ὅπως μὴ περιπόθητος γένηται. νοῦς γὰρ εἶδος οὐχ ὁρῶν θεοῦ κενός ἐστιν αὐτοῦ. πῶς δὲ καὶ εὔχεταί τις, οὐκ ἔχων πρὸς τίνα καταφύγῃ, εἰς τίνα ἐρείσῃ; ἀντιτυπίαν γὰρ οὐκ ἔχων εἰς κενὸν ἐκβαθρεύεται. ναί φησιν, οὐ χρὴ θεὸν φοβεῖσθαι, ἀλλὰ ἀγαπᾶν. φημὶ κἀγώ. ἀλλὰ τοῦτο παρέξει ἑκάστης εὐποιίας εὐσυνειδησία. ἡ δὲ εὐποιία ἐκ τοῦ φοβεῖσθαι γίνεται. ἀλλ᾽ ὁ φόβος, φησίν, ἐκπλήσσει τὴν ψυχήν. ἀλλ᾽ ἐγώ φημι ὅτι οὐκ ἐκπλήσσει, ἀλλ᾽ ἐξυπνίζει καὶ ἐπιστρέφει.

ἴσως δὲ ὀρθῶς ἐλέγετο μὴ δεῖν θεὸν φοβεῖσθαι, εἰ μὴ πολλὰ ἕτερα οἱ ἄνθρωποι ἐφοβούμεθα, λέγω δὲ τὰς ἐκ τῶν ὁμοίων ἐπιβουλάς, ἔτι τε θηρία, ἑρπετά, νόσους, πάθη, δαίμονας καὶ ἄλλα μυρία. ὁ οὖν ἡμᾶς ἀξιῶν μὴ φοβεῖσθαι θεὸν τούτων ἡμᾶς ῥυσάσθω, ἵνα μηδὲ ταῦτα φοβώμεθα. εἰ δ᾽ οὐ δύναται, τί ἡμῖν φθονεῖ ἑνὶ φόβῳ τῷ πρὸς τὸν δίκαιον μυρίων ἀπαλλαγῆναι φόβων καὶ βραχείᾳ τῇ πρὸς αὐτὸν πίστει μυρία πάθη καὶ ἑαυτῶν καὶ ἄλλων μετατιθέναι δυνατὸν γενέσθαι μετὰ τοῦ καὶ ἀμοιβὴν ἀγαθῶν προσδέχεσθαι καὶ αἰτίᾳ φόβου τοῦ πάντα ὁρῶντος θεοῦ μηδὲν κακὸν πράσσοντας καὶ ἐν τῷ παρόντι ἐν εἰρήνῃ διατελεῖν; οὕτως ἡ πρὸς τὸν ὄντως δεσπότην εὐγνώμων δουλεία τοὺς λοιποὺς πάντας ἐλευθέρους τίθησιν. εἰ μὲν οὖν τινι δυνατόν ἐστιν ἄνευ τοῦ φοβεῖσθαι τὸν θεὸν μὴ ἁμαρτάνειν, μὴ φοβείσθω. ἔξεστιν γὰρ ἀγάπῃ τῇ πρὸς αὐτὸν ὃ αὐτῷ μὴ δοκεῖ μὴ πράττειν. καὶ γὰρ φοβηθῆναι γέγραπται καὶ ἀγαπᾶν παρήγγελται, ἵνα πρὸς τὴν αὑτοῦ ἕκαστος κρᾶσιν ἐπιτηδείῳ χρήσηται φαρμάκῳ. φοβεῖσθαι οὖν αὐτὸν ἔστιν, ὅτι δίκαιός ἐστιν. εἴτε οὖν φοβούμενοι εἴτε ἀγαπῶντες, μὴ ἁμαρτάνετε. γένοιτο δὲ φοβούμενόν τινα ἡδονῶν ἀνόμων κρατεῖν δύνασθαι, ἀλλότρια μὴ ἐπιθυμεῖν, φιλανθρωπίαν ἀσκεῖν, σωφρονεῖν, δικαιοπραγεῖν. ὁρῶ γάρ τινας ἀτελεῖς τοῦ πρὸς αὐτὸν φόβου πλεῖστα ἁμαρτάνοντας.

φοβηθῶμεν οὖν τὸν θεὸν μὴ μόνον ὅτι δίκαιός ἐστιν· ἐλεῶν γὰρ τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. ὡς οὖν ὕδωρ πῦρ σβέννυσιν, οὕτως καὶ φόβος τὴν τῶν κακῶν ἐπιθυμίαν ἀναιρεῖ. ὁ ἀφοβίαν διδάσκων οὐδὲ αὐτὸς φοβεῖται, ὁ δὲ μὴ φοβούμενος οὐδὲ κρίσιν ἔσεσθαι πιστεύει, τὰς ἐπιθυμίας αὔξει, μαγεύει, ἄλλους ἐφ᾽ οἷς αὐτὸς πράσσει διαβάλλει.

Ταῦτα ὁ Σίμων ἀκούων ἐπικόψας ἔφη· Οἶδα πρὸς τίνα ταῦτα λέγεις, ἀλλ᾽ ἵνα μὴ αὐτὸς τὰ αὐτὰ λέγων πρὸς τὸ ἐλέγχειν σε δαπανῶ τὸν χρόνον εἰς ἃ μὴ θέλω, πρὸς τὰ ὁρισθέντα ἡμῖν ἀποκρίνασθαι ἐπηγγείλω, ἱκανῶς νενοηκέναι σε τὰ τοῦ διδασκάλου σου λέγων, διὰ τὸ παρόντα ἐναργείᾳ ὁρᾶν καὶ ἀκούειν αὐτοῦ, καὶ ἑτέρῳ τινὶ μὴ δυνατὸν εἶναι ὁράματι ἢ ὀπτασίᾳ ἔχειν τὸ ὅμοιον. ὅτι δὲ τοῦτο ψεῦδός ἐστιν, δείξω. ὁ ἐναργῶς ἀκούων τινὸς οὐ πάνυ πληροφορεῖται ἐπὶ τοῖς λεγομένοις· ἔχει γὰρ ὁ νοῦς αὐτοῦ λογίσασθαι μὴ ἄρα ψεύδεται ἄνθρωπος ὢν τὸ φαινόμενον. ἡ δὲ ὀπτασία ἅμα τῷ ὀφθῆναι πίστιν παρέχει τῷ ὁρῶντι ὅτι θειότης ἐστίν. πρὸς τοῦτό μοι πρῶτον ἀπόκριναι. καὶ ὁ Πέτρος ἔφη· Εἰς ἄλλο προτείνας εἰπεῖν εἰς ἕτερον ἀπεκρίνω· προέτεινας γὰρ ὡς μᾶλλον δύνασθαί τινα πλεῖον νοεῖν παρ᾽ ὀπτασίας ἀκούοντα ἢ γὰρ παρὰ τῆς ἐναργείας, ἐπιβαλὼν δὲ ἔπειθες ἡμᾶς ὅτι ἀσφαλέστερός ἐστιν ὁ ὑπὸ ὀπτασίας ἀκούων τοῦ παρ᾽ αὐτῆς ἐναργείας ἀκούοντος. πέρας γοῦν διὰ τοῦτο ἐμοῦ ἱκανώτερον ἔφασκες εἰδέναι τὰ τοῦ Ἰησοῦ ὡς ὑπὸ ὀπτασίας αὐτοῦ ἀκηκοὼς τὸν λόγον. πλὴν ἐγὼ εἰς τὸ ἀπ᾽ ἀρχῆς προταθὲν ἀποκρίνομαι.

ὁ προφήτης, ὅτι προφήτης ἐστὶν πληροφορήσας πρῶτον, περὶ τῶν ἐναργῶς ὑπὸ αὐτοῦ λεγομένων ἀσφαλῶς πιστεύεται καὶ ἀληθὴς ὢν προεπιγνωσθεὶς καί, ὡς ὁ μανθάνων θέλει, ἐξετασθεὶς καὶ ἀνακριθεὶς ἀποκρίνεται—ὁ δὲ ὀπτασίᾳ πιστεύων ἢ ὁράματι καὶ ἐνυπνίῳ ἐπισφαλής ἐστιν· ἀγνοεῖ γὰρ τίνι πιστεύει· ἐνδέχεται γὰρ αὐτὸν ἢ δαίμονα κακὸν εἶναι ἢ πνεῦμα πλάνον ἐν τῷ λέγειν ὑποκρινόμενον εἶναι ὃ μή ἐστιν. εἰ δ᾽ ἄρα τις βουληθείη πυνθάνεσθαι τὸ τίς ἂν ᾖ ὁ φανείς, δύναται λέγειν ἑαυτῷ ὃ βούλεται. καὶ οὕτως ὡς πονηρὸς ἀστράψας, μείνας ὅσον θέλει, ἀποσβέννυται, μὴ παραμείνας τῷ πυνθανομένῳ εἰς ἀνάκρισιν ὅσον ἠθέλησεν. διὰ δὲ ἐνυπνίων ὁρῶν τις οὐδὲ πυνθάνεσθαι δύναται περὶ ὧν βούλεται· οὐ γὰρ ἰδίας ἐξουσίας ἐστὶν ὁ λογισμὸς τοῦ κοιμωμένου. ἔνθεν γοῦν πολλὰ ἡμεῖς ὕπαρ ἐπιθυμοῦντες μαθεῖν κατ᾽ ὄναρ περὶ ἑτέρων πυνθανόμεθα, ἢ καὶ μὴ πυνθανόμενοι περὶ τῶν μὴ διαφερόντων ἡμῖν ἀκούομεν, καὶ διυπνισθέντες ἀθυμοῦμεν, ὅτι περὶ ὧν ἐπεθυμοῦμεν μαθεῖν οὔτε ἠκούσαμεν οὔτε ἐξητάσαμεν. καὶ ὁ Σίμων ἔφη· Εἰ φὴς τὰς ὀπτασίας μὴ πάντως ἀληθεύειν, ἀλλ᾽ οὖν γε τὰ ὁράματα καὶ τὰ ἐνύπνια θεόπεμπτα ὄντα οὐ ψεύδεται, περὶ ὧν ἂν εἰπεῖν θέλῃ. καὶ ὁ Πέτρος ἔφη· Ὀρθῶς ἔφης ὅτι θεόπεμπτα ὄντα οὐ ψεύδεται. ἄδηλον δὲ εἰ ὁ ἰδὼν θεόπεμπτον ἑώρακεν ὄνειρον. καὶ ὁ Σίμων· Ἐὰν ᾖ ὁ ἑωρακὼς δίκαιος, ἀληθὲς ἑώρακεν. καὶ ὁ Πέτρος· Ὀρθῶς ἔφης.

τίς δὲ δίκαιος, εἰ ὁράματος χρῄζει, ἵνα μάθῃ ἃ δεῖ μαθεῖν καὶ ποιῇ ἃ δεῖ ποιεῖν; καὶ ὁ Σίμων· Τοῦτό μοι δὸς ὅτι μόνος ὁ δίκαιος ὅραμα ἀληθὲς ἰδεῖν δύναται, καὶ ἀποκρίνομαί σοι εἰς αὐτό. ἐμοὶ γὰρ κέκριται ὅτι ἀσεβὴς ἀληθῆ ὄνειρον οὐχ ὁρᾷ. καὶ ὁ Πέτρος· Τοῦτο ψεῦδός ἐστιν, καὶ περὶ τούτου ἀγράφως καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι, πεῖσαι δὲ οὐκ ἐπαγγέλλομαι. ὁ γὰρ πρὸς ἔρωτα μοχθηρᾶς νεύσας γυναικὸς εἰς ἑτέρας κατὰ πάντα καλῆς συμβίωσιν νόμιμον τὸν ἑαυτοῦ οὐ μετατίθησι νοῦν· ἐνίοτε καὶ ἑαυτοῖς συνειδότες τὴν κρείττονα, προειλημμένοι ἀγαπῶσιν τὴν χείρονα. τοιοῦτόν τι καὶ σὺ πάσχων ἀγνοεῖς. καὶ ὁ Σίμων ἔφη· Παρελόμενος ταῦτα, εἰς ἃ ἐπηγγείλω, λέγε. ἐμοὶ γὰρ ἀδύνατον εἶναι δοκεῖ ἀσεβεῖς ἀνθρώπους ὑπὸ θεοῦ ᾡδήποτε ὀνειροπολεῖσθαι τρόπῳ. καὶ ὁ Πέτρος ἔφη· Μέμνημαι ἐμαυτοῦ ὡς ἐπηγγειλάμην δεῖξαι καὶ ἀγράφως καὶ ἐγγράφως περὶ τούτου τὴν ἀπόδειξιν παρέχειν. καὶ νῦν λέγοντος ἄκουε. ἴσμεν πολλούς—εἴ γε εὐγνωμονεῖς, ἐπεί γε τοὺς παρεστῶτας κριτὰς ἔχω—εἴδωλα σέβοντας καὶ μοιχεύοντας καὶ κατὰ πάντα ἁμαρτάνοντας ὁράματα καὶ ἀληθεῖς ὀνείρους ὁρῶντας, ἐνίους δὲ καὶ δαιμόνων ὀπτασίας. τὴν γὰρ ἄσαρκον ἰδέαν οὐ λέγω δύνασθαι πατρὸς ἢ υἱοῦ ἰδεῖν διὰ τὸ μεγίστῳ φωτὶ καταυγάζεσθαι τοὺς θνητῶν ὀφθαλμούς. ὅθεν τὸ μὴ ὁραθῆναι τῷ εἰς σάρκα τετραμμένῳ ἀνθρώπῳ οὐ φθονοῦντός ἐστιν θεοῦ, ἀλλ᾽ ἐλεῶντος.

ὁ γὰρ ἰδὼν ζῆν οὐ δύναται. ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς τὴν τοῦ ὁρῶντος ἐκλύει σάρκα, ἐκτὸς εἰ μὴ θεοῦ ἀπορρήτῳ δυνάμει ἡ σὰρξ εἰς φύσιν τραπῇ φωτός, ἵνα φῶς ἰδεῖν δυνηθῇ—ἢ ἡ τοῦ φωτὸς οὐσία εἰς σάρκα τραπῇ, ἵνα ὑπὸ σαρκὸς ὁραθῆναι δυνηθῇ· τὸ γὰρ ἀτρέπτως πατέρα ἰδεῖν υἱοῦ μόνου ἐστίν. δίκαιοι δὲ οὐχ ὁμοίως· ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν, ὅταν τραπέντες εἰς φῶς τὰ σώματα ἰσάγγελοι γένωνται, τότε ἰδεῖν δυνήσονται. πέρας γοῦν κἂν ἀγγέλων τις ἀνθρώπῳ ὀφθῆναι πεμφθῇ, τρέπεται εἰς σάρκα, ἵνα ὑπὸ σαρκὸς ὀφθῆναι δυνηθῇ. ἄσαρκον γὰρ δύναμιν οὐ μόνον υἱοῦ ἀλλ᾽ οὐδὲ ἀγγέλου ἰδεῖν τις δύναται. εἰ δὲ ἴδῃ τις ὀπτασίαν, κακοῦ δαίμονος ταύτην εἶναι νοείτω. πλὴν ὅτι καὶ ἀσεβεῖς ὁράματα καὶ ἐνύπνια ἀληθῆ βλέπουσιν, δῆλόν ἐστιν καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι. πέρας γοῦν ἐν τῷ νόμῳ γέγραπται, ὡς ὁ Ἀβιμέλεχ (ἀσεβὴς ὤν, τὴν τοῦ δικαίου Ἀβραὰμ γυναῖκα ἐπὶ κοινωνίᾳ μιᾶναι θελήσας) ἤκουσεν παρὰ τοῦ θεοῦ καθ᾽ ὕπνον (ὡς ἡ γραφὴ λέγει) μὴ θιγεῖν αὐτῆς, ὅτι ἀνδρὶ συνῳκηκυῖά ἐστιν. ἀλλὰ καὶ ὁ Φαραώ (ἀσεβὴς ἀνήρ) ἑώρακεν ὄνειρον περί τε πυρῶν εὐφορίας καὶ ἀφορίας, ᾧ ὁ Ἰωσὴφ ἐπιλύων παρὰ θεοῦ ἔφη τὸν ὄνειρον γεγενῆσθαι. Ναβουχοδονόσορ δέ (ὁ εἴδωλα σέβων καὶ τοὺς θεὸν σέβοντας εἰς πῦρ κελεύσας βληθῆναι) ὄνειρον ὅλου μήκους αἰῶνος ὁρᾷ. καὶ μὴ λεγέτω τις· Ἀλλ᾽ ὅραμα ἐγρηγορὼς οὐδεὶς ἀσεβῶν θεωρεῖ. ψεῦδός ἐστιν.

αὐτὸς γοῦν ὁ Ναβουχοδονόσορ τρεῖς ἄνδρας κελεύσας βληθῆναι εἰς πῦρ, ἐνιδὼν τῇ καμίνῳ τέταρτον ἔφη· «Τὸν τέταρτον ὁρῶ ὡς υἱὸν θεοῦ». καὶ ὁμῶς ὀπτασίας τε καὶ ὁράματα καὶ ἐνύπνια ὁρῶντες ἀληθῆ ἀσεβεῖς ἦσαν. οὕτως οὐ πάντως ἐκ τοῦ ὁρᾶν τινα ὁράματα καὶ ἐνύπνια καὶ ὀπτασίας πάντως εὐσεβής ἐστιν. τῷ γὰρ εὐσεβεῖ ἐμφύτῳ καὶ καθαρῷ ἀναβλύζει τῷ νῷ τὸ ἀληθές, οὐκ ὀνείρῳ σπουδαζόμενον, ἀλλὰ συνέσει ἀγαθοῖς διδόμενον. οὕτως γὰρ κἀμοὶ ἀπὸ τοῦ πατρὸς ἀπεκαλύφθη ὁ υἱός. διὸ οἶδα τίς δύναμις ἀποκαλύψεως, ἀφ᾽ ἑαυτοῦ μαθών. ἅμα γὰρ τῷ τὸν κύριον εἰπεῖν τίνα αὐτὸν λέγουσιν, καὶ ἄλλους ἄλλο τι λέγοντας αὐτὸν ἀκηκοότος ἐμοῦ, ἐπὶ τῆς καρδίας ἀνέβη· οὐκ οἶδα οὖν πῶς εἶπον· «Σὺ εἶ ὁ υἱὸς τοῦ ζῶντος θεοῦ». τὸν δὲ μακαρίσαντά με μηνῦσαί μοι τὸν ἀποκαλύψαντα πατέρα εἶναι, ἐμὲ δὲ ἔκτοτε μαθεῖν ὅτι τὸ ἀδιδάκτως, ἄνευ ὀπτασίας καὶ ὀνείρων, μαθεῖν ἀποκάλυψίς ἐστιν. καὶ ἀληθῶς οὕτως ἔχει. ἐν γὰρ τῇ ἐν ἡμῖν ἐκ θεοῦ τεθείσῃ σπερματικῶς ... πᾶσα ἔνεστιν ἡ ἀλήθεια, θεοῦ δὲ χειρὶ σκέπεται καὶ ἀποκαλύπτεται, τοῦ ἐνεργοῦντος τὸ κατ᾽ ἀξίαν ἑκάστου εἰδότος. τὸ δὲ ἔξωθεν δι᾽ ὀπτασιῶν καὶ ἐνυπνίων δηλωθῆναί τι ὅτι οὐκ ἔστιν ἀποκαλύψεως ἀλλὰ ὀργῆς, φαίνεται.

πέρας γοῦν γέγραπται ἐν τῷ νόμῳ ὅτι ὀργισθεὶς ὁ θεὸς Ἀαρὼν καὶ Μαριὰμ ἔφη· «Ἐὰν ἀναστῇ προφήτης ἐξ ὑμῶν, δι᾽ ὁραμάτων καὶ ἐνυπνίων αὐτῷ γνωρισθήσομαι, οὐχ οὕτως δὲ ὡς Μωυσῇ τῷ θεράποντί μου, ὅτι ἐν εἴδει καὶ οὐ διὰ ἐνυπνίων λαλήσω πρὸς αὐτόν, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον». ὁρᾷς πῶς τὰ τῆς ὀργῆς δι᾽ ὁραμάτων καὶ ἐνυπνίων, τὰ δὲ πρὸς φίλον στόμα κατὰ στόμα, ἐν εἴδει καὶ οὐ δι᾽ αἰνιγμάτων καὶ ὁραμάτων καὶ ἐνυπνίων, ὡς πρὸς ἐχθρόν. εἰ μὲν οὖν καὶ σοὶ ὁ Ἰησοῦς ἡμῶν δι᾽ ὁράματος ὀφθεὶς ἐγνώσθη καὶ ὡμίλησεν ὡς ἀντικειμένῳ ὀργιζόμενος, διὸ δι᾽ ὁραμάτων καὶ ἐνυπνίων ἢ καὶ δι᾽ ἀποκαλύψεων ἔξωθεν οὐσῶν ἐλάλησεν. εἴ τις δὲ δι᾽ ὀπτασίαν πρὸς διδασκαλίαν σοφισθῆναι δύναται; καὶ εἰ μὲν ἐρεῖς· Δυνατόν ἐστιν, διὰ τί ὅλῳ ἐνιαυτῷ ἐγρηγορόσιν παραμένων ὡμίλησεν ὁ διδάσκαλος; πῶς δέ σοι καὶ πιστεύσομεν αὐτὸ κἂν ὅτι ὤφθη σοι; πῶς δέ σοι καὶ ὤφθη, ὁπότε αὐτοῦ τὰ ἐναντία τῇ διδασκαλίᾳ φρονεῖς; εἰ δὲ ὑπ᾽ ἐκείνου μιᾶς ὥρας ὀφθεὶς καὶ μαθητευθεὶς ἀπόστολος ἐγένου, τὰς ἐκείνου φωνὰς κήρυσσε, τὰ ἐκείνου ἑρμήνευε, τοὺς ἐκείνου ἀποστόλους φίλει, ἐμοὶ τῷ συγγενομένῳ αὐτῷ μὴ μάχου· πρὸς γὰρ στερεὰν πέτραν ὄντα με, θεμέλιον ἐκκλησίας, ἐναντίος ἀνθέστηκάς μοι.

εἰ μὴ ἀντικείμενος ᾖς, οὐκ ἄν με διαβάλλων τὸ δι᾽ ἐμοῦ κήρυγμα ἐλοιδόρεις, ἵνα ὃ παρὰ τοῦ κυρίου αὐτὸς παρὼν ἀκήκοα λέγων μὴ πιστεύωμαι, δηλονότι ὡς ἐμοῦ καταγνωσθέντος καὶ σοῦ εὐδοκιμοῦντος. ἢ εἰ «κατεγνωσμένον» με λέγεις, θεοῦ τοῦ ἀποκαλύψαντός μοι τὸν Χριστὸν κατηγορεῖς, καὶ τοῦ ἐπὶ ἀποκαλύψει μακαρίσαντός με καταφέρεις. ἀλλ᾽ ἐπείπερ ἀληθῶς τῇ ἀληθείᾳ συνεργῆσαι θέλεις, μάθε πρῶτον παρ᾽ ἡμῶν, ἃ ἡμεῖς παρ᾽ ἐκείνου ἐμάθομεν, καὶ μαθητὴς ἀληθείας γεγονὼς γενοῦ ἡμῖν συνεργός.

Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· Ἀπείη μοι τὸ εἴτε ἐκείνου εἴτε σοῦ γενέσθαι μαθητήν. οὐδὲ γὰρ ἀγνοῶ ἃ δεῖ γινώσκειν· ἃ δὲ ὡς μανθάνων ἐπυθόμην, ἵνα εἰδῶ εἰ δύνασαι ὀπτασίας ἐνάργειαν ἐναργεστέραν δεῖξαι. σὺ δὲ ὡς ἠθέλησας εἶπες, οὐκ ἔδειξας. καὶ νῦν αὔριόν σοι εἰς τὸν περὶ θεοῦ, οὗ διισχυρίζῃ δημιουργοῦ, ἐλθὼν καὶ διαλεχθεὶς δείξω μὴ αὐτὸν εἶναι ἀνώτατον καὶ ἀγαθόν, καὶ τὸν σὸν δὲ διδάσκαλον τὰ αὐτά μοι εἰρηκέναι, σὲ δὲ μὴ νενοηκέναι ἐλέγξω. καὶ ταῦτα εἰπὼν ἐξῄει, εἰς ἃ προέτεινεν οὐ θελήσας ἀκοῦσαι.

[ΟΜΙΛΙΑ ΙΗ.] Ὄρθρου δὲ προελθόντος τοῦ Πέτρου εἰς τὸ διαλεχθῆναι ὁ Σίμων προλαβὼν ἔφη· Ἐχθὲς ἀπαλλασσόμενος εἰς τὴν σήμερον ὑπεσχόμην σοι ἐπανελθὼν καὶ συζητήσας δεῖξαι ὅτι οὐκ ἔστιν ὁ τὸν κόσμον δημιουργήσας ἀνώτατος θεός, ἀλλ᾽ ἕτερος, ὃς καὶ μόνος ἀγαθὸς ὢν καὶ μέχρι τοῦ δεῦρο ἄγνωστός ἐστιν. αὐτίκα γοῦν τὸν δημιουργὸν αὐτὸν καὶ νομοθέτην φὴς εἶναι ἢ οὔ; εἰ μὲν οὖν νομοθέτης ἐστίν, δίκαιος τυγχάνει, δίκαιος δὲ ὢν ἀγαθὸς οὐκ ἔστιν. εἰ δὲ οὐκ ἔστιν, ἕτερον ἐκήρυσσεν ὁ Ἰησοῦς τῷ λέγειν· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς». οὐ συμφωνεῖ δὲ τῷ νομοθέτῃ δικαίῳ ὄντι καὶ ἀγαθῷ. καὶ ὁ Πέτρος ἔφη· Πρῶτον ἡμῖν εἰπέ, ἐπὶ ποίαις πράξεσιν δοκεῖ σοι ὁ ἀγαθὸς ἀγαθὸς εἶναι, ἐπὶ ποίαις δὲ καὶ ὁ δίκαιος δίκαιος, ἵνα οὕτως κατὰ σκοποῦ τοὺς λόγους πέμπωμεν. καὶ ὁ Σίμων· Σὺ πρῶτον εἰπὲ τί σοι δοκεῖ τὸ ἀγαθόν; ἢ καὶ τὸ δίκαιον; καὶ ὁ Πέτρος· Ἵνα μὴ ἐριστικώτερον διαλεγόμενος δαπανῶ τοὺς χρόνους, ἀπαιτῶν δικαίως τῶν ἐμῶν προτάσεών σε τὰς ἀποκρίσεις ποιεῖσθαι, ὡς σοὶ δοκεῖ αὐτὸς ὧν ἐπυθόμην ποιήσομαι τὰς ἀποκρίσεις. ἐγώ φημι ἀγαθὸν εἶναι τὸν παρεκτικόν, οἷον ὡς αὐτὸν ὁρῶ ποιοῦντα τὸν δημιουργόν, παρέχοντα τὸν ἥλιον ἀγαθοῖς καὶ κακοῖς καὶ τὸν ὑετὸν δικαίοις καὶ ἀδίκοις. καὶ ὁ Σίμων ἔφη· Τοῦτο ἀδικώτατον ὅτι τὰ αὐτὰ δικαίοις καὶ ἀδίκοις παρέχει.

καὶ ὁ Πέτρος· Σὺ οὖν ἡμῖν τοῦ λοιποῦ λέγε πῶς ποιῶν ἀγαθὸς ἂν ἦν. καὶ ὁ Σίμων· Σὲ δεῖ λέγειν. καὶ ὁ Πέτρος· Ἐγὼ λέξω. εἰ μὲν τὰ αὐτὰ παρέχων ἀγαθοῖς καὶ δικαίοις, ἔτι τε κακοῖς καὶ ἀδίκοις, κατὰ σὲ οὐδὲ δίκαιός ἐστιν, καὶ εἰ ἀγαθοῖς ἀγαθὰ παρεῖχεν, κακοῖς τε κακά, δίκαιον ἂν αὐτὸν εὐλόγως ἔλεγες. ποίᾳ οὖν ἔτι πράξει χρώμενος ἂν ἦν, εἰ μὴ ταύτῃ χρῆται ὁδῷ, κακοῖς μὲν παρέχων τὰ πρόσκαιρα (ἐὰν ἄρα μεταβάλλωνται), ἀγαθοῖς δὲ αἰώνια (ἐάν γε ἐμμείνωσιν); καὶ οὕτως τῷ μὲν πᾶσιν παρέχειν, διαφόροις δὲ χαρίζεσθαι τὸ δίκαιον αὐτοῦ ἀγαθόν ἐστιν καὶ μακρόθυμον ταύτῃ μᾶλλον, εἰ ἁμαρτωλοῖς μὲν μετανοοῦσιν χαρίζεται τὰ ἁμαρτήματα, εὖ πράξασιν δὲ καὶ ζωὴν αἰώνιον ὑπογράφει. κρίνων δὲ εἰς τέλος καὶ τὸ κατ᾽ ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιός ἐστιν. εἰ μὲν οὖν ταῦτα ὀρθῶς οὕτως ἔχει, ὁμολόγησον· εἰ δὲ οὐ δοκεῖ σοι ὀρθῶς ἔχειν, διέλεγξον. καὶ ὁ Σίμων ἔφη· Ἅπαξ ἔφην· Πᾶς νομοθέτης, εἰς τὸ δίκαιον ἀφορῶν, δίκαιός ἐστιν. καὶ ὁ Πέτρος· Εἰ ἀγαθοῦ ἐστιν μὴ θεῖναι νόμον, δικαίου δὲ τὸ θέσθαι, καὶ οὕτως ὁ δημιουργὸς ἀγαθός ἐστιν καὶ δίκαιος· ἀγαθὸς μέν, ὅτι ἀπὸ τῶν χρόνων Ἀδὰμ μέχρι Μωυσέως ἐγγράφως οὐ φαίνεται τεθεικὼς τὸν νόμον—ἀπὸ δὲ Μωυσέως εἰς τοὺς δεῦρο χρόνους ὡς γέγραπται καὶ δίκαιός ἐστιν. καὶ ὁ Σίμων· Ἀπὸ τῶν τοῦ διδασκάλου σου φωνῶν δεῖξον ὅτι τοῦ αὐτοῦ ἐστιν ἀγαθῷ εἶναι καὶ δικαίῳ.

ἐμοὶ γὰρ ἀδύνατον φαίνεται τὸν νομοθέτην ἀγαθὸν ὄντα τὸν αὐτὸν καὶ δίκαιον εἶναι. καὶ ὁ Πέτρος· Ὅτι τὸ ἀγαθὸν αὐτὸ καὶ δίκαιόν ἐστιν, ἐπάκουσον. αὐτὸς ὁ διδάσκαλος ἡμῶν τῷ εἰπόντι Φαρισαίῳ· «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» πρῶτον ἔφη· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς»· εὐθὺς ἐπάξας λέγει· «Εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς». τοῦ δὲ εἰπόντος· «Ποίας;» ἐπὶ τὰς τοῦ νόμου ἔπεμψεν. οὐκ ἂν δὲ ἕτερόν τινα ἀγαθὸν σημαίνων ἐπὶ τὰς τοῦ δικαίου ἀνέπεμπεν ἐντολάς. ὅτι δὲ τὸ δίκαιον ἄλλο ἐστὶν καὶ τὸ ἀγαθὸν ἕτερον, καὶ αὐτὸς ὁμολογῶ, ἀλλ᾽ ὅτι τοῦ αὐτοῦ ἐστιν τὸ ἀγαθῷ εἶναι καὶ δικαίῳ, ἀγνοεῖς. ἀγαθὸς γάρ ἐστιν μετανοοῦσι μὲν νῦν μακροθυμῶν καὶ ἀποδεχόμενος αὐτούς, δίκαιος δέ ἐστιν, ὅταν κρίνων τὸ κατ᾽ ἀξίαν ἑκάστῳ ἀπονέμῃ. καὶ ὁ Σίμων ἔφη· Πῶς οὖν ἐγνωσμένου τοῦ δημιουργοῦ, τοῦ καὶ τὸν Ἀδὰμ πλάσαντος καὶ τοῖς κατὰ νόμον δικαίοις ἐγνωσμένου, προσέτι δὲ δικαίοις καὶ ἀδίκοις καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλός σου μετὰ πάντας ἐκείνους ἐληλυθὼς λέγει· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι»;

ταῦτα δὲ οὐκ ἂν ἔλεγεν, εἰ μὴ πατέρα τινὰ ἐν ἀπορρήτοις ὄντα ἀνήγγελλεν, ὃν καὶ ὕψιστον ὁ νόμος λέγει, ἀφ᾽ οὗ οὔτε ἀγαθὴ οὔτε κακὴ ἠκούσθη φωνή (ὡς ἐν τοῖς θρήνοις καὶ Ἱερεμίας μαρτυρεῖ), ὅστις κατὰ ἀριθμὸν τῶν υἱῶν Ἰσραήλ, οἳ εἰσῆλθον εἰς Αἴγυπτον, οἵ εἰσιν ἑβδομήκοντα, καὶ πρὸς τὰ ὅρια τῶν ἐθνῶν περιγράψας γλώσσαις ἑβδομήκοντα, τῷ αὑτοῦ υἱῷ τῷ καὶ «κυρίῳ» λεγομένῳ καὶ οὐρανὸν καὶ γῆν διακοσμήσαντι, τοὺς Ἑβραίους ἔδωκεν μερίδα καὶ αὐτὸν θεὸν θεῶν εἶναι διώρισεν, θεῶν δὲ λέγω, οἵτινες τὰς ἄλλας τῶν ἐθνῶν εἰλήφασιν μερίδας. νόμοι οὖν προῆλθον ἀπό τε πάντων τῶν λεχθέντων θεῶν ταῖς αὐτῶν μερίσιν (ἅτινά ἐστιν τὰ λοιπὰ ἄλλα ἔθνη), ὁμοίως δὲ καὶ ἀπὸ τοῦ υἱοῦ τοῦ πάντων κυρίου ὁ παρὰ Ἑβραίοις κείμενος προῆλθε νόμος. τοῦτο δὲ οὕτως ἔχειν ὡρίσθη, ἵνα, εἴ τις νόμῳ τινὸς προσφύγῃ, ἀπὸ τῆς ἐκείνου γένηται μερίδος, οὗ δὴ καὶ τὸν νόμον πράττειν ἀνεδέξατο. οὐδεὶς ἔγνω τὸν ἐν ἀπορρήτοις ὕψιστον πατέρα ὄντα, ὡς οὐδὲ τὸν τούτου υἱὸν ὅτι υἱός ἐστιν. αὐτίκα γοῦν σὺ τὰ τοῦ ἀπορρήτου ὑψίστου ἴδια διδοὺς τῷ υἱῷ οὐκ οἶδας ὅτι υἱός ἐστιν, πατὴρ ὑπάρχων τοῦ Ἰησοῦ τοῦ καθ᾽ ὑμᾶς λεγομένου Χριστοῦ. ταῦτα τοῦ Σίμωνος εἰπόντος ὁ Πέτρος ἔφη πρὸς αὐτόν· Δύνασαι αὐτὸν ἐκεῖνον διαμαρτύρασθαι ὅτι οὕτως πιστεύεις, οὐχ ὃν νῦν ἐν ἀπορρήτοις λέγεις, ἀλλ᾽ ὃν σὺ πιστεύων οὐχ ὁμολογεῖς;

ἄλλα γὰρ ἀντ᾽ ἄλλων ὁρίζων φλυαρεῖς· διὸ ἐὰν διαμαρτύρῃ ὅτι ἃ λαλεῖς ταῦτα πιστεύεις, ἀποκρίνομαί σοι—εἰ δὲ ἕστηκας συζητῶν ἐμοὶ ἃ μὴ πιστεύεις, κατὰ κενοῦ με παίειν ἀναγκάζεις. καὶ ὁ Σίμων ἔφη· Παρά τινος τῶν σῶν μαθητῶν ἀκήκοα. καὶ ὁ Πέτρος ἔφη· Μὴ ψευδομαρτύρει. καὶ ὁ Σίμων ἔφη· Μή με λοιδόρει, προπετέστατε. καὶ ὁ Πέτρος· Μέχρις ἂν εἴπῃς τὸν εἰπόντα, ψεύστης εἶ. καὶ ὁ Σίμων· Νόμιζε ἐμὲ ταῦτα πλάσαι ἢ καὶ παρὰ ἄλλου ἀκηκοέναι· πρὸς ταῦτά μοι ἀπόκριναι. ἐὰν γὰρ ἀνατραπῆναι μὴ δυνηθῇ, ἔμαθον τοῦτο εἶναι τὴν ἀλήθειαν. καὶ ὁ Πέτρος· Εἰ ἀνθρώπινόν ἐστιν πλάσμα, οὐκ ἀποκρίνομαι εἰς αὐτό· εἰ δὲ ὑπονοίᾳ αὐτοῦ κεκράτησαι ὡς ἀληθοῦς, τοῦτο αὐτό μοι ὁμολόγησον, καὶ ἔχω τι καὶ αὐτὸς περὶ τούτου λέγειν. καὶ ὁ Σίμων· Ἅπαξ μοι δοκεῖ τοῦτο οὕτως ἔχειν. σὺ πρὸς ταῦτα εἰ ἔχεις τι λέγειν, ἀπόκριναι. καὶ ὁ Πέτρος ἔφη· Εἰ τοῦτο οὕτως ἔχει, τὰ μέγιστα ἀσεβεῖς. εἰ γὰρ υἱοῦ ἐστιν τοῦ οὐρανὸν καὶ γῆν διακοσμήσαντος τὸ ᾧ βούλεται ἀποκαλύπτειν τὸν ἐν ἀπορρήτοις αὐτοῦ πατέρα, σὺ μέγιστα (ὡς ἔφην) ἀσεβεῖς ἀποκαλύπτων οἷς ἐκεῖνος οὐκ ἀπεκάλυψεν. καὶ ὁ Σίμων· Ἀλλὰ αὐτός με βούλεται ἀποκαλύπτειν. καὶ ὁ Πέτρος· Οὐ νοεῖς ἃ λέγω, Σίμων· πλὴν ἀκούσας σύνες. τὸ εἰπεῖν «οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψει» οὐ διδασκαλίᾳ τινὰ τοιοῦτον μαθεῖν λέγει, ἀλλὰ ἀποκαλύψει μόνον.

ἀποκάλυψίς ἐστιν τὸ ἐν πάσαις καρδίαις ἀνθρώπων ἀπορρήτως κείμενον κεκαλυμμένον, ἄνευ φωνῆς τῇ αὐτοῦ βουλῇ ἀποκαλυπτόμενον. καὶ οὕτως γίνεται γνῶναι οὐ διδαχθέντα, ἀλλὰ συνέντα. τῷ μέντοι συνέντι οὐκ ἔξεστιν ἄλλῳ τοῦτο ἀποδεῖξαι (ἐπεὶ μηδὲ αὐτὸς ἐδιδάχθη) οὔτε ἀποκαλύψαι δύναται (ἐπεὶ μὴ αὐτός ἐστιν ὁ υἱός), ἐκτὸς εἰ μὴ ἑαυτὸν λέγει εἶναι τὸν υἱόν. σὺ δὲ οὐκ εἶ ὁ ἑστὼς υἱός. εἰ γὰρ υἱὸς ἦς, πάντως ἂν ᾔδεις τῆς τοιαύτης ἀποκαλύψεως τοὺς ἀξίους. σὺ δὲ οὐκ οἶδας. εἰ γὰρ ἠπίστασο, τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Σίμων ἔφη· Ὁμολογῶ, οὐ συνῆκα πῶς λέγεις· Τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Πέτρος· Εἰ οὐ συνῆκας, οὐδὲ τὸν ἑκάστου νοῦν εἰδέναι δύνῃ— καὶ εἰ ἀγνοεῖς, οὐδὲ τοὺς ἀξίους τῆς ἀποκαλύψεως ἐπίστασαι· εἰ δὲ οὐκ ἐπίστασαι, οὐκ εἶ υἱός· ὁ δὲ υἱὸς οἶδεν· διὸ οἷς βούλεται ὡς ἀξίοις οὖσιν ἀποκαλύπτει. καὶ ὁ Σίμων ἔφη· Μὴ ἀπατῶ· οἶδα τοὺς ἀξίους καὶ υἱὸς οὔκ εἰμι. τοῦτο μέντοι τί ποτ᾽ ἔστιν «οἷς βούλεται ἀποκαλύπτει», οὐ συνῆκα ὡς λέγεις· τὸ δὲ μὴ συνιέναι οὐχ ὡς μὴ εἰδὼς εἶπον, ἀλλ᾽ ὡς εἰδὼς ὅτι οἱ παρεστῶτες οὐ συνῆκαν, ἵνα αὐτὸ σαφέστερον εἴπῃς, ὅπως νοήσωσιν ὧν ἕνεκεν καὶ τὴν ζήτησιν ποιούμεθα. καὶ ὁ Πέτρος· Ἐγὼ σαφέστερον αὐτὸ εἰπεῖν οὐ δύναμαι, σὺ αὐτὸς ὡς νοήσας φράσον. καὶ ὁ Σίμων· Ἐγὼ τὰ σὰ οὐκ ἀνάγκην ἔχω λέγειν.

καὶ ὁ Πέτρος· Φαίνῃ μοι, Σίμων, μὴ συνιεὶς αὐτὸ καὶ ὁμολογεῖν μὴ θέλων, ἵνα μὴ ἐν ἀγνοίᾳ φωραθεὶς ἐλεγχθῇς μὴ ὢν σὺ ὁ ἑστὼς υἱός. τοῦτο γὰρ αἰνίσσῃ, κἂν σαφῶς αὐτὸ εἰπεῖν μὴ θέλῃς· ὥστε ἐγὼ μὲν τὰς σὰς βουλὰς ἐξ ὧν αἰνίσσῃ ἐπίσταμαι, προφήτου ἀληθοῦς μαθητὴς ὤν, οὐ προφήτης. σὺ δὲ καὶ τὰ σαφῶς λεγόμενα μὴ συνιὼν υἱὸν ἑαυτὸν εἰπεῖν θέλεις, ἀνθεστὼς ἡμῖν. καὶ ὁ Σίμων· Ἀρῶ σου πᾶσαν πρόφασιν· ὁμολογῶ, αὐτὸ οὐ συνῆκα τί ποτ᾽ ἔστιν «καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύπτει». λέγε τοίνυν αὐτὸ σαφέστερον. καὶ ὁ Πέτρος· Ἐπειδὴ κἂν σχήματι αὐτὸ ὡμολόγησας μὴ συνιέναι, πρὸς ὃ πυνθάνομαί σου ἀπόκριναί μοι, καὶ μαθήσῃ. λέγε μοι· φὴς τὸν υἱὸν δίκαιον εἶναι, ὅστις ποτ᾽ ἔστιν, ἢ οὔ; καὶ ὁ Σίμων ἔφη· Δικαιότατον. καὶ ὁ Πέτρος· Δίκαιος δὲ ὢν διὰ τί μὴ πᾶσιν ἀποκαλύπτει, ἀλλ᾽ οἷς βούλεται; καὶ ὁ Σίμων· Ὅτι δίκαιος ὢν τοῖς ἀξίοις ἀποκαλύπτειν βούλεται. καὶ ὁ Πέτρος· Οὐκοῦν ἀνάγκη αὐτὸν εἰδέναι τὸν ἑκάστου νοῦν, ἵνα ἀξίοις ἀποκαλύπτῃ; καὶ ὁ Σίμων· Ἀνάγκη πᾶσα οὕτως ἔχειν. καὶ ὁ Πέτρος· Οὐκοῦν αὐτὸς μόνος εὐλόγως ἀποκαλύπτειν ὡρίσθη, μόνος τὸν ἑκάστου νοῦν εἰδώς, καὶ οὐ σὺ ὁ μηδὲ τὰ ὑφ᾽ ἡμῶν λεγόμενα δυνάμενος συνιέναι.

Τοῦτο τοῦ Πέτρου εἰπόντος ἀπὸ μὲν τῶν ὄχλων ἔπαινος ἐγένετο. ὁ δὲ Σίμων κατάφωρος γεγονώς, αἰδεσθεὶς ἠρυθρίασεν καὶ τὸ μέτωπον τρίψας ἔφη· Ἀλλ᾽ ἐμὲ μάγον λέγουσιν ὑπὸ Πέτρου νικώμενον, ἀλλὰ καὶ συλλογιζόμενον. οὐκ εἴ τις δὲ συλλογισθείη, συναρπασθεὶς τὴν ἐν αὐτῷ ἀλήθειαν νενικημένην ἔχει· οὐ γὰρ ἡ ἀσθένεια τοῦ νικωμένου ἀλήθειά ἐστιν τοῦ ἐκδικοῦντος. πλὴν φημί σοι ὅτι ἐγὼ τοὺς παρεστῶτας πάντας ἀξίους ἔκρινα γνῶναι τὸν ἐν ἀπορρήτοις πατέρα. διὸ δημοσίᾳ μου αὐτοῖς ἀποκαλύπτοντος σὺ αὐτοῖς διὰ φθόνον ἐμοὶ τῷ εὐεργετεῖν αὐτοὺς θέλοντι χαλεπαίνεις. καὶ ὁ Πέτρος ἔφη· Ἐπειδὴ ἀρεσκόντως τοῖς παροῦσιν ὄχλοις οὕτως ἔφης, ἐγὼ ἐρῶ οὐκ ἀρεσκόντως, ἀλλὰ ἀληθῶς. λέγε μοι, πῶς ἀξίους ἐπίστασαι τοὺς παρεστῶτας πάντας, ὅπου σοι ἐκφαίνοντι οὐδὲ εἷς συνέθετο; τὸ γὰρ ἐμοὶ ποιήσασθαι κατὰ σοῦ τὸν ἔπαινον οὐκ ἔστιν συνκαταθεμένων σοί, ἀλλὰ ἐμοί, ᾧ καὶ τὸν ἔπαινον ὡς ὀρθῶς εἰρηκότι ἀπένειμαν. ἀλλ᾽ ἐπειδὴ ὁ θεὸς δίκαιος ὢν βραβεύει τὸν ἑκάστου νοῦν, ὃ φὴς ἀληθὲς εἶναι, οὐκ ἂν ἐβουλήθη διὰ τῆς ἀριστερᾶς τοῖς δεξιοῖς τοῦτο δοθῆναι, ᾧ λόγῳ ὁ παρὰ κλέπτου τι λαβὼν καὶ αὐτὸς ὑπεύθυνός ἐστιν. ὥστε τούτου ἕνεκεν τὸ ὑπὸ σοῦ φερόμενον οὐκ ἠθέλησεν αὐτοὺς λαβεῖν, ἀλλὰ διὰ τοῦ εἰς τὸ ἀποκαλύπτειν ὡρισμένου υἱοῦ.

τίνι γὰρ εὔλογόν ἐστιν ἀποκαλύπτειν τὸν πατέρα ἢ υἱῷ μόνῳ διὰ τὸ εἰδέναι τῆς τοιαύτης ἀποκαλύψεως τὸν ἄξιον; οὕτως οὐκ ἔστιν τοῦτο διδάξαι ἢ διδαχθῆναι, ἀλλ᾽ ἀφράστῳ χειρὶ ἀποκαλυφθῆναι τῷ τοῦτο εἰδέναι ἀξίῳ.

Καὶ ὁ Σίμων ἔφη· Πολὺ συμβάλλεται πρὸς νίκην τῷ πολεμοῦντι τὸ ἰδίοις χρήσασθαι ὅπλοις. ὃ γὰρ φιλεῖ τις καὶ γνησίως ἐκδικεῖν δύναται, γνησίως δὲ ἐκδικούμενον οὐ τὴν τυχοῦσαν ἰσχὺν ἔχει. διὸ τοῦ λοιποῦ ὅπερ ὄντως φρονῶ ἐκθήσομαι. φημί τινα δύναμιν ἐν ἀπορρήτοις εἶναι ἄγνωστον πᾶσι, καὶ αὐτῷ τῷ δημιουργῷ (ὡς καὶ αὐτὸς ὁ Ἰησοῦς εἴρηκεν, οὐκ ἐπιστάμενος ὃ ἐφθέγξατο· ἐκ πολυλαλίας γὰρ ἐνίοτε εὐστοχεῖ τις πρὸς τὸ ἀληθές, οὐκ εἰδὼς ὃ λέγει). λέγω δὲ καὶ περὶ τούτου οὗ εἴρηκεν· «Οὐδεὶς ἔγνω τὸν πατέρα». καὶ ὁ Πέτρος· Σὺ τὰ ἐκείνου εἰδέναι μηκέτι ἐπαγγέλλου. καὶ ὁ Σίμων· Τὰ ἐκείνου οὐκ ἐπαγγέλλομαι πιστεύειν, εἰς δὲ τὰ ἐπιτευχθέντα αὐτῷ διαλέγομαί σοι. καὶ ὁ Πέτρος· Ἵνα μή σοι δῶ πρόφασιν εἰς φυγήν, ζητήσω σοι ὡς θέλεις· πλὴν μαρτύρομαι πάντας ὅτι οὐδὲ ὃν νῦν ἔφης λόγον, οὐ πιστεύεις. οἶδα γὰρ ἃ φρονεῖς. καὶ ἵνα μή με δόξῃς ψεύδεσθαι, αἰνίξομαί σοι τὰ σά, ἵνα εἰδῇς ὅτι πρὸς εἰδότα διαλέγῃ. ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγομένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσμον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον—οὐδὲ ὅτι ἑαυτὸν ἕκαστος, ἐλθὼν ἐφ᾽ οἷς ἐποίησεν ὡς αὐτὸς ὢν αὐθέντης, αὐτὸς ἤγγειλεν—οὐδὲ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε πῶς ἀπιστεῖς καὶ τὴν ὑπόθεσιν ταύτην.

ἣν φὴς δύναμιν ἐν ἀπορρήτοις εἶναι, ἀγνοίας γέμει· τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ᾽ αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προεγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα εἰπών· Τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ᾽ ὄχλων ἀμαθῶν ἐκφαίνων ἀτέχνως τὰ ἀπόρρητα; καὶ ὁ Πέτρος· Τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· Οὐκοῦν ὁμολογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος· Ὁμολογῶ· τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων· Φαίνῃ μοι μὴ δυνάμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὲ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀπορρήτοις τινὰ λέγει εἶναι πατέρα.

Καὶ ὁ Πέτρος ἔφη· Ἀποκρινοῦμαι εἰς ὃ θέλεις, περὶ τοῦ· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός—οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι». πρῶτον μὲν θαυμάζω πῶς τοῦ λόγου τούτου μυρίας ἔχοντος ἐκδοχὰς σὺ τὸ ἐπικινδυνότερον ἐξελέξω μέρος, πρὸς ἀγνωσίαν τοῦ δημιουργοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πάντων φήσας εἰρῆσθαι τὸν λόγον. πρῶτον μὲν γὰρ δύναται ὁ λόγος εἰρῆσθαι πρὸς πάντας Ἰουδαίους, τοὺς πατέρα νομίζοντας εἶναι Χριστοῦ τὸν Δαυὶδ καὶ αὐτὸν δὲ τὸν Χριστὸν υἱὸν ὄντα καὶ υἱὸν θεοῦ μὴ ἐγνωκέναι. διὸ καὶ οἰκείως εἴρηται· «Οὐδεὶς ἔγνω τὸν πατέρα», ἐπεὶ ἀντὶ τοῦ θεοῦ τὸν Δαυὶδ πάντες ἔλεγον. τὸ δὲ ἐπάξαντα εἰπεῖν ὡς «οὐδὲ τὸν υἱόν τις οἶδεν», ἐπεὶ αὐτὸν υἱὸν ὄντα οὐκ ᾔδεισαν, καὶ τὸ εἰπεῖν «οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι» ὀρθῶς εἴρηται· ὁ γὰρ ἀπ᾽ ἀρχῆς ὢν υἱὸς μόνος ὡρίσθη, ἵνα οἷς βούλεται ἀποκαλύψῃ. καὶ οὕτως δύναται Ἀδὰμ ὁ πρωτόπλαστος αὐτὸν μὴ ἀγνοεῖν οὐδὲ Ἐνὼχ ὁ εὐαρεστήσας μὴ εἰδέναι οὔτε Νῶε ὁ δίκαιος μὴ ἐπίστασθαι οὔτε Ἀβραὰμ ὁ φίλος μὴ συνιέναι, οὐκ Ἰσαὰκ μὴ νενοηκέναι, οὐκ Ἰακὼβ ὁ παλαίσας μὴ πεπιστευκέναι, καὶ πᾶσιν τοῖς ἐν τῷ λαῷ ἀξίοις μὴ ἀποκεκαλύφθαι.

εἰ δέ (ὡς φής) ἔσται διὰ τὸ εἰδέναι διὰ τοῦ Ἰησοῦ νῦν πᾶσιν ἀποκαλύπτεσθαι, πῶς οὐκ ἀδικώτατον λέγεις ἐκείνους μὲν μὴ ἐγνωκέναι, ἑπτὰ στύλους ὑπάρξαντας κόσμῳ καὶ δικαιοτάτῳ θεῷ εὐαρεστῆσαι δυναμένους, καὶ τοσούτους δὲ νῦν ἀπὸ τῶν ἐθνῶν ἀσεβεῖς ὄντας κατὰ πάντα γνῶναι; οὗτοι παντὸς κρείττονες γνῶναι οὐ κατηξιώθησαν; καὶ πῶς ἐστι τοῦτο ἀγαθόν, ὃ μὴ δίκαιόν ἐστιν; ἐκτὸς εἰ μὴ ἀγαθὸν θέλεις λέγειν οὐ τὸν εὐεργετοῦντα τοὺς δικαιοπραγήσαντας, ἀλλὰ τὸν ἀγαπῶντα τοὺς ἀδίκους κἂν μὴ πιστεύωσιν, οἷς καὶ τὰ ἀπόρρητα ἀποκαλύπτει, ἃ δικαίοις ἀποκαλύψαι οὐκ ἠθέλησεν. τὸ γὰρ τοιοῦτον οὔτε ἀγαθῷ οὔτε δικαίῳ προσήκει, ἀλλὰ τῷ εὐσεβεῖς μεμισηκότι. μήτι σὺ εἶ, Σίμων, ὁ ἑστώς, ὁ ταῦτα οὕτως μήποτε ῥηθέντα εἰπεῖν ἀποθρασυνόμενος;

Καὶ ὁ Σίμων ἐπὶ τούτῳ ἀγανακτήσας ἔφη· Τὸν σὸν διδάσκαλον αἰτιῶ εἰπόντα· «Ἐξομολογοῦμαί σοι, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι, ἅπερ ἦν κρυπτὰ σοφοῖς, ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». καὶ ὁ Πέτρος· Οὕτω μέν, ἔφη, ὁ λόγος οὐκ ἐλέχθη· ἐρῶ δὲ πρῶτον, ὡς οὕτως εἰρημένον ὥσπερ σοι ἔδοξεν. ὁ κύριος ἡμῶν, εἴπερ καὶ εἰρήκει· «Ἅτινα ἦν κρυπτὰ σοφοῖς, ταῦτα νηπίοις ἀπεκάλυψεν ὁ πατήρ», οὐδὲ οὕτως ἄλλον θεὸν καὶ πατέρα σημαίνειν ἐνομίζετο παρὰ τὸν κτίσαντα τὸν κόσμον. ἐνδέχεται γὰρ αὐτοῦ εἶναι τοῦ δημιουργοῦ τὰ κρυπτὰ ἃ ἔλεγεν, τῷ καὶ τὸν Ἠσαίαν εἰπεῖν· «Ἀνοίξω τὸ στόμα μου ἐν παραβολαῖς καὶ ἐξερεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου». τὸν οὖν προφήτην ὁμολογεῖς, ὃς τὰ κεκρυμμένα οὐκ ἠγνόει, ἅτινα ὁ Ἰησοῦς ἀπὸ σοφῶν κεκρύφθαι λέγει, νηπίοις δὲ ἀποκεκαλύφθαι; πῶς δὲ ὁ δημιουργὸς ἠγνόει τοῦ προφήτου αὐτοῦ μὴ ἀγνοοῦντος Ἠσαίου; ὁ δὲ Ἰησοῦς ἡμῶν τῷ ὄντι οὐκ εἶπεν· «Ἅτινα [οὐκ] ἦν κρυπτά», ἀλλὰ τὸ δοκοῦν τραχύτερον εἴρηκεν· εἶπεν γάρ· «Ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». τὸ δὲ εἰπεῖν «ἀπέκρυψας», ὥς ποτε ἐγνωσμένων αὐτοῖς. παρ᾽ αὐτοῖς γὰρ ἡ κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν ἀπέκειτο, τουτέστιν ἡ γνῶσις τῶν ἀπορρήτων. καὶ μὴ λέγε· Ἠσέβησεν εἰς τοὺς σοφοὺς κρύψας αὐτὰ ἀπ᾽ αὐτῶν. μὴ γένοιτο τοῦτο ὑπολαβεῖν.

οὐ γὰρ ἠσέβησεν, ἀλλ᾽ ἐπειδὴ ἀπέκρυπτον τὴν γνῶσιν τῆς βασιλείας καὶ οὔτε αὐτοὶ εἰσῆλθαν οὔτε τοῖς βουλομένοις εἰσελθεῖν παρέσχον, τούτου ἕνεκεν κατὰ τὸ δίκαιον, ὡς ἀπέκρυψαν αὐτοὶ τὰς ὁδοὺς ἀπὸ τῶν θελόντων, οὕτω καὶ ἀπ᾽ αὐτῶν ἀπεκρύβη τὰ ἀπόρρητα, ἵνα ὡς ἐποίησαν, ὁμοίως καὶ αὐτοῖς γένηται καὶ ᾧ μέτρῳ ἐμέτρησαν, μετρηθῇ αὐτοῖς τῷ ἴσῳ. τῷ γὰρ ἀξίῳ τὸ γνῶναι ὃ μὴ οἶδεν ὀφείλεται, τοῦ δὲ μὴ ἀξίου (κἂν δοκῇ ἔχειν) ἀφαιρεῖται (κἂν ἐν τοῖς ἄλλοις ᾖ σοφός) καὶ δίδοται τοῖς ἀξίοις (κἂν ἐν τοῖς χρόνοις τῆς μαθητείας ὦσιν νήπιοι). εἰ δέ τις ἐρεῖ· Οὐδὲν ἦν ἀπόκρυφον τοῖς υἱοῖς Ἰσραὴλ διὰ τὸ γεγράφθαι· «Οὐδέν σε ἔλαθεν, Ἰσραήλ· μὴ γὰρ εἴπῃς, Ἰακώβ· Ἀπεκρύβη ἡ ὁδὸς ἀπ᾽ ἐμοῦ», συνιέναι ὀφείλει τις ὅτι τὰ διαφέροντα τῇ βασιλείᾳ ἀποκέκρυπτο ἀπ᾽ αὐτῶν, ἡ δὲ εἰσφέρουσα εἰς τὴν βασιλείαν ὁδός, ἥτις ἐστὶν πολιτεία, οὐκ ἀποκέκρυπτο. διὰ τοῦτο γὰρ καὶ λέγει· «Μὴ γὰρ εἴπῃς ὅτι ἀπεκρύβη ἀπ᾽ ἐμοῦ ἡ ὁδός». ὁδὸς δὲ ἡ πολιτεία ἐστὶν τῷ καὶ τὸν Μωυσῆν λέγειν· «Ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου». καὶ ὁ διδάσκαλος συμφώνως εἶπεν· «Εἰσέλθετε διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, δι᾽ ἧς εἰσελεύσεσθε εἰς τὴν ζωήν». καὶ ἀλλαχοῦ που, ἐρωτήσαντός τινος· «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» τὰς τοῦ νόμου ἐντολὰς ὑπέδειξεν.

ἐκ δὲ τοῦ εἰπεῖν τὸν Ἠσαίαν ἐκ προσώπου τοῦ θεοῦ· «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν» οὐ παρὰ τοῦτο καὶ ὁ Ἠσαίας ἄλλον παρὰ τὸν ἐγνωσμένον δημιουργὸν ᾐνίσσετο θεόν, ἀλλὰ τὸν ἐγνωσμένον ἄγνωστον ἔλεγεν ἑτέρῳ αἰνίγματι, ὡς τὴν διάθεσιν τὴν δικαίαν τοῦ ἐγνωσμένου θεοῦ ὁ λαὸς ἀγνοῶν ἡμάρτανεν καὶ ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ κριθήσεσθαι οὐχ ὑπελάμβανεν. διὰ τοῦτο μετὰ τὸ εἰπεῖν· «Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν» ἐπαγαγὼν λέγει· «Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν». τῇ γὰρ πρὸς τὸ δίκαιον αὐτοῦ ἀγνωσίᾳ (ὡς ἔφην) μὴ φοβούμενοι πλήρεις ἐγένοντο ἁμαρτιῶν, μόνον ἀγαθόν (ὡς μὴ ἐπεξερχόμενον αὐτῶν τὰς ἁμαρτίας) εἶναι ὑπειληφότες. καί τινες μὲν οὕτως ἡμάρτανον ἐκ τῆς διὰ τὸ ἀγαθὸν ἀκρίτου ὑπολήψεως, ἕτεροι δὲ ἐκ τῶν ἐναντίων. τὰς γὰρ κατὰ τοῦ θεοῦ τῶν γραφῶν φωνάς, ἀδίκους οὔσας καὶ ψευδεῖς, ἀληθεῖς ὑπολαμβάνοντες τὴν ὄντως αὐτοῦ θειότητα καὶ δύναμιν οὐκ ᾔδεισαν. διόπερ ὡς ἀγνοοῦντος αὐτοῦ καὶ φόνοις χαίροντος καὶ θυσιῶν δώροις τοὺς πονηροὺς ἀφιέντος, ἔτι δὲ καὶ ἀπατῶντος καὶ ψευδομένου καὶ πάντα ἄδικα ποιοῦντος, αὐτοὶ ὡς ὅμοια θεοῦ ποιήσαντες, ἁμαρτάνοντες ἰσχυρίζοντο εὐσεβεῖν. διὸ καὶ ἀμετάθετοι εἰς τὸ κρεῖττον ἦσαν καὶ νουθετούμενοι οὐκ ἐπεστρέφοντο. οὐ γὰρ ἐφοβοῦντο, ὡς τῷ θεῷ διὰ τῶν τοιούτων πράξεων ἐξομοιούμενοι.

πρὸς δὲ τοὺς τοιοῦτον αὐτὸν νομίζοντας εἶναι εὐλόγως ἄν τις λέγοι εἰρῆσθαι· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατήρ». καὶ εἰκότως. εἰ γὰρ ἠπίσταντο, οὐκ ἂν ταῖς ὄντως πρὸς πειρασμὸν κατὰ τοῦ θεοῦ γραφείσαις βίβλοις πιστεύοντες ἡμάρτανον. ἀλλὰ καὶ ἀλλαχῆ που λέγει, θέλων σαφέστερον αὐτοῖς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ὑποδεῖξαι· «Διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ θεοῦ». διὸ δεῖ πάντα ἄνθρωπον σωθῆναι θέλοντα γενέσθαι, ὡς ὁ διδάσκαλος εἶπεν, κριτὴν τῶν πρὸς πειρασμὸν γραφεισῶν βίβλων. οὕτως γὰρ εἶπεν· «Γίνεσθε τραπεζῖται δόκιμοι». τραπεζιτῶν δὲ χρεία, ὅτι τοῖς δοκίμοις καὶ τὰ κίβδηλα ἀναμεμιγμένα.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἐπὶ τοῖς ῥηθεῖσιν περὶ τῶν γραφῶν προσποιησάμενος ἐκπεπλῆχθαι ὡς πτοηθεὶς ἔφη· Ἀπείη μοι καὶ τοῖς ἐμὲ φιλοῦσιν τῶν σῶν ἐπακούειν λόγων. καὶ μέχρι μὲν ὅτε οὐκ ᾔδειν σε ταῦτα περὶ τῶν γραφῶν φρονοῦντα, ἠνειχόμην καὶ διελεγόμην, νῦν δὲ ἀφίσταμαι. ἔδει μέντοι τὴν ἀρχὴν ὑποχωρῆσαί με, ὅτι ἤκουσά σου λέγοντος· Ἐγὼ κατὰ τοῦ κτίσαντος τὸν κόσμον οὐδὲν οὐδενὶ πιστεύω λέγοντι, οὔτε ἀγγέλοις οὔτε προφήταις, οὐ γραφαῖς, οὐχ ἱερεῦσιν, οὐ διδασκάλοις, οὐκ ἄλλῳ οὐδενί, κἂν σημεῖά τις καὶ τέρατα ποιῇ, κἂν ἐν ἀέρι ἐπιφανῶς ἀστράπτῃ ἢ δι᾽ ὁραμάτων ἢ δι᾽ ἐνυπνίων ἀποκαλύπτῃ. τίς οὖν σε μεταπεῖσαι δύναται εἴτε καλῶς εἴτε κακῶς ἕτερόν τι φρονεῖν παρὰ τὰ δόξαντά σοι, ἰσχυρῶς οὕτως καὶ ἀκινήτως τῇ σεαυτοῦ γνώσει ἐνδιαμένοντα;

Καὶ ὁ Πέτρος ταῦτα εἰπόντι τῷ Σίμωνι, ἐκβαίνειν μέλλοντι, ἔφη· Ἔτι τοῦτό μου ἄκουσον καὶ πορεύου ὅπου θέλεις. τοῦ δὲ Σίμωνος ἐπιστραφέντος καὶ ἐπιμείναντος ὁ Πέτρος ἔφη· Οἶδα πῶς τότε ἀκούων κατεπλάγης, ὅτε εἶπον· Ὅστις ποτ᾽ ἂν ᾖ κατὰ τοῦ τὸν κόσμον κτίσαντος θεοῦ λέγων ὁτιοῦν, οὐ πιστεύω. τὸ δὲ ἐπὶ τούτου μεῖζον νῦν ἄκουσον. ἐὰν τῷ ὄντι ὁ τὸν κόσμον κτίσας θεὸς τὴν γνώμην τοιοῦτος ὢν τυγχάνῃ, ὁποῖον αἱ γραφαὶ καταλέγουσιν—καὶ εἰ ἄλλως πως ἀπαραβλήτως κακός ἐστιν, ὡς οὔτε αἱ γραφαὶ εἰπεῖν ἴσχυσαν οὔτε ἄλλος τις κἂν ἐννοῆσαι δυνατός ἐστιν, ὁμοίως ἐγὼ οὐκ ἀποστήσομαι τοῦ αὐτὸν μόνον σέβειν καὶ τὸ αὐτοῦ βούλημα ποιεῖν. εἰδέναι γάρ σε θέλω καὶ πεπεῖσθαι ὅτι ὁ εἰς τὸν αὑτοῦ ποιητὴν οὐκ ἔχων στοργὴν οὐδὲ εἰς ἕτερον ἔχειν ποτὲ δύναται. εἰ δὲ ἔχει πρὸς ἕτερον, παρὰ φύσιν ἔχων, ἐκ πονηροῦ τὸν τῶν ἀδίκων ἔρωτα ἔχων ἀγνοεῖ, ὡς μηδὲ ἐκεῖνον βεβαίως φυλάξαι δυνάμενος. καὶ εἰ ἄρα ἐστίν τις ἕτερος ὑπὲρ τὸν δημιουργόν, ἀποδέξεταί με ὡς ἀγαθὸς ταύτῃ μᾶλλον, ὅτι τὸν ἐμὸν ἀγαπῶ πατέρα, σὲ δὲ οὐκ ἀποδέξεται εἰδὼς ὅτι τὸν φύσει σου ποιητήν (οὐ γὰρ λέγω πατέρα) κατέλιπες ἐπ᾽ ἐλπίδι μείζονι, οὐ φροντίσας τοῦ εὐλόγου. οὕτως εἰ καὶ αὐτοῦ κρείττονα εὑρήσεις, οἶδεν ὅτι καὶ αὐτὸν καταλείψεις ποτέ, καὶ μᾶλλον ὅτι μὴ γέγονέν σου πατήρ, ὁπότε καὶ τὸν ὄντως σου πατέρα κατέλιπες.

ἀλλ᾽ ἐρεῖς· Οἶδεν ὅτι οὐκ ἔστιν ἕτερος ὑπὲρ αὐτόν, καὶ διὰ τοῦτο καταλειφθῆναι οὐ δύναται. χάρις οὖν τῷ μὴ εἶναι· τὰ δὲ τῆς γνώμης οἶδεν ἕτοιμα πρὸς ἀγνωμοσύνην. εἰ δὲ εἰδὼς ἀγνώμονά σε ἀποδέχεται, ἐμὲ δὲ εὐγνώμονα ἐπιστάμενος οὐ προσίεται, ἀλόγιστός ἐστι κατὰ τὸν σὸν λόγον, τῷ εὐλόγῳ μὴ κεχρημένος. οὕτω πονηρίας, ὦ Σίμων, ὑπουργὸς ὢν ἀγνοεῖς. καὶ ὁ Σίμων ἀπεκρίνατο· Πόθεν οὖν τὸ πονηρὸν πέφυκεν, εἰπὲ ἡμῖν. καὶ ὁ Πέτρος· Ἐπειδὴ σήμερον, ἔφη, ἐκβαίνειν ἔφθασας καὶ ἔφης τοῦ λοιποῦ ὡς βλασφήμου μὴ ἀκούειν ἐμοῦ, αὔριον εἴγε θέλεις μαθεῖν ἐλθόντι ὑφηγήσομαι καὶ ὡς θέλεις ἐξετασθῆναί με συγχωρήσω ἄνευ φιλονεικίας. καὶ ὁ Σίμων ἔφη· Ὡς ἄν μοι δόξῃ ποιήσω. καὶ τοῦτ᾽ εἰπὼν ἐπορεύθη. τῶν δὲ συνεισελθόντων αὐτῷ οὐδεὶς συνεξῆλθεν, ἀλλὰ τοῖς ποσὶν προσπεσόντες Πέτρου ἠξίουν ἐπὶ τῷ συνηρπάσθαι τῷ Σίμωνι συγγνώμης τυγχάνειν καὶ ἀποδεχθῆναι μετανοοῦντας. ὁ δὲ Πέτρος προσέμενος αὐτούς τε τοὺς μεταμελομένους καὶ τοὺς ἄλλους ὄχλους, ἐπέθηκεν τὰς χεῖρας εὐχόμενος καὶ ἰώμενος αὐτῶν τοὺς πάσχοντας, καὶ οὕτως ἀπολύων παρήγγελλεν αὐτοῖς περὶ τὸν ὄρθρον ταχύνειν. καὶ τοῦτ᾽ εἰπὼν καὶ εἰσελθὼν μετὰ τῶν συνήθων τὰ εἰωθότα πρὸς τὴν ἐπείγουσαν ἡσυχίαν ἐποίησεν καταλαβούσης ἑσπέρας.

[ΟΜΙΛΙΑ ΙΘ.] Τῆς δὲ ἄλλης ἡμέρας ὀρθρίτερον προελθὼν ὁ Πέτρος καὶ ἰδὼν τὸν Σίμωνα σὺν ἄλλοις πολλοῖς ἀναμένοντα αὐτόν, προσαγορεύσας τὸ πλῆθος ἤρξατο διαλέγεσθαι. ἅμα δὲ τῷ ἄρξασθαι ὁ Σίμων ἐγκόψας ἔφη· Τὰ μακρά σου ταῦτα παρεὶς προοίμια εἰς τὸ προκείμενον πυνθανομένῳ μοι ἀπόκριναι. ἐπειδὴ συννοῶ σε (ὡς ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς ἐπακηκοὼς ἐπίσταμαι ὅτι μηθὲν ἕτερόν σοι πρόκειται ἢ πάσῃ μηχανῇ τὸν δημιουργὸν αὐτὸν δεῖξαι μόνον ἄμεμπτον εἶναι θεὸν) [καὶ] τοσοῦτον προαίρεσιν πόθον ἔχοντα διισχυρίζεσθαι, ὡς καὶ ἐνίας τῶν γραφῶν περικοπὰς σαφῶς καταλεγούσας αὐτοῦ τολμᾶν ψευδεῖς λέγειν· οὗ εἵνεκεν προῄρημαι σήμερον ἀποδεῖξαι ὅτι ἀδύνατόν ἐστιν αὐτὸν πάντων δημιουργὸν ὄντα ἄμεμπτον εἶναι. τῆς δὲ ἀποδείξεως ἤδη ἄρξασθαι δύναμαι, ἐάν γε πρὸς ὃ πυνθάνομαί σου ἀποκρίνῃ μοι. φής τινα κακίας ἡγεμόνα εἶναι ἢ οὔ; ἐὰν γὰρ εἴπῃς μὴ εἶναι, ἐκ πολλῶν καὶ τῶν τοῦ διδασκάλου σου ἀποδεῖξαι ἔχω ὅτι ἔστιν· εἰ δὲ εὐγνωμονῶν ὁμολογήσεις εἶναι τὸν πονηρόν, ἑπομένως ποιήσω τὸν λόγον. καὶ ὁ Πέτρος· Ἀδύνατόν ἐστίν μοι φωνὴν τοῦ ἐμοῦ ἀρνήσασθαι διδασκάλου, διὸ καὶ ὁμολογῶ εἶναι τὸν πονηρόν, ὅτι πολλάκις αὐτὸν ὑπάρχειν ὁ πάντα ἀληθεύσας εἴρηκεν διδάσκαλος. αὐτίκα γοῦν ὁμολογεῖ ἐπὶ τεσσαράκοντα ἡμέρας διαλεχθέντα πεπειρακέναι αὐτόν.

καὶ ἄλλῃ που οἶδα αὐτὸν εἰρηκότα· «Εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν αὐτοῦ στήκῃ ἡ βασιλεία;». καὶ ὅτι ἑώρακεν τὸν πονηρὸν «ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ» ἐδήλωσεν. καὶ ἄλλοθι ἔφη· «Ὁ δὲ τὸ κακὸν σπέρμα σπείρας ἐστὶν ὁ διάβολος». καὶ πάλιν· «μὴ δότε πρόφασιν τῷ πονηρῷ». ἀλλὰ καὶ συμβουλεύων εἴρηκεν· «Ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν». ἀλλὰ καὶ ἐν ᾗ παρέδωκεν εὐχῇ ἔχομεν εἰρημένον· «Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ». καὶ ἄλλῃ που εἰπεῖν ὑπέσχετο τοῖς ἀσεβέσιν· «Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὃ ἡτοίμασεν ὁ πατὴρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, πολλάκις οἶδα τὸν διδάσκαλόν μου εἰπόντα εἶναι τὸν πονηρόν. διὸ κἀγὼ σύμφημι αὐτὸν ὑπάρχειν. λοιπὸν εἴ τι ἔχεις ἑπομένως λέγειν, ὡς ὑπέσχου λέγε. καὶ ὁ Σίμων· Ἐπεὶ οὖν εὐγνωμονήσας ὡμολόγησ⌞ας⌟ εἶναι τὸν πονηρόν, ἀπὸ γραφῶν ἡ⌞μῖν⌟ λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγο⌞νε⌟, καὶ ὑπὸ τίνος καὶ διὰ τί. καὶ ὁ Πέτρος· Σ⌞ύγ⌟γνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ⌞ἃ⌟ μὴ γέγραπται. εἰ σὺ φὴς γεγράφθαι, δεῖξον· εἰ δέ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν;

ἦ γὰρ οὐ πεπιστεύκαμεν κριθήσεσθαι μὴ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλὰ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ θεοῦ διαλεγόμεθα; ὁ δὲ Σίμων συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὐτοῦ εἴρηκεν, ἔφη· Ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φὴς βλασφημίαν πρόφασιν πρὸς ὑποχώρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασ⌞φημί⌟ας ἀκοῦσαι, ὁτὲ δέ (ἐπεὶ μὴ γέ⌞γρα⌟πται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί ⌞γέ⌟γονεν ὁ πονηρός) ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν· διὸ καὶ ὡς εὐλαβὴς τοῦτο μόνον βεβαιοῖς ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον καὶ διὰ τοῦτο ζητεῖν οὐ θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναί, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν (ὃν καὶ σὺ φὴς ὑπάρχειν) ἢ γενητὸν εἶναι ἢ ἀγένητον; καὶ ὁ Πέτρος ἔφη· Ἀνάγκη.

καὶ ὁ Σίμων· Οὐκοῦν εἰ γενητός ἐστιν, ὑπ᾽ αὐτοῦ τοῦ τὰ πάντα πεποιηκότος γέγονεν θεοῦ, ἢ ὡς ζῷον γεννηθεὶς ἢ οὐσιωδῶς προβληθεὶς καὶ ἔξω τῇ κράσει συμβεβηκώς. ⌞εἰ γὰρ⌟ ἐκτὸς ἦν αὐτοῦ ἡ ὕλη ἔμψυχος ⌞οὖσα⌟ ἢ ἄψυχος, ὅθεν γέγονεν, ἢ δι᾽ αὐτοῦ ⌞τοῦ⌟ θεοῦ ἢ ἀφ᾽ ἑαυτοῦ ἢ καὶ ἐξ οὐκ ὄντων ⌞συμ⌟βέβηκεν, τῶν πρὸς τί ἐστιν ἢ αἰεὶ ἦν. π⌞ά⌟σης οὖν ὁδοῦ ὡς οἶμαι ἐνταῦθα διῃρημένης πρὸς τὴν εὕρεσιν αὐτοῦ, ἀνάγκη μιᾷ τινι αὐτῶν ὁδεύουσιν εὑρετὸν αὐτὸν εἶναι· ἑκάστην οὖν ὁδεῦσαι δεῖ ζητοῦντα γένεσιν καὶ εὑρόντα τὸν αἴτιον ὑπὸ μέμψιν αὐτὸν εἶναι νοεῖν. ἦ γάρ; πῶς σοὶ δοκεῖ;

Καὶ ὁ Πέτρος· Ἐμοὶ δοκεῖ, ἐὰν ὑπὸ τοῦ θεοῦ φανῇ γεγονώς, μήπω δεῖν τὸν ποιήσαντα ὑπὸ μέμψιν εἶναι, μήπως τὸ χρήσιμον αὐτοῦ πάντων ἀναγκαιότερον εὑρεθείη· εἰ δὲ καὶ μὴ γεγονὼς ἀποδειχθείη ὡς αἰεὶ ὤν, οὐδὲ ἐν τούτῳ ὁ δημιουργὸς μεμπτός, ἐπεὶ τῶν ὅλων ἐστὶν ὁ κρείττων, εἰ καὶ ἀνάρχῳ ἀρχῇ τέλος ⌞ἐπιθ⌟εῖναι διὰ τὸ μὴ φύσιν ἔχειν οὐ δεδύ⌞νητ⌟αι, ἢ δυνατὸς ὢν οὐκ ἀναιρεῖ αὐ⌞τόν⌟, ἄδικον κρίνας ἀρχὴν μὴ εἰλη⌞φ⌟ότι τέλος ἐπιθεῖναι, καὶ κακῷ πεφυκότι συγγνῶναι διὰ τὸ ἄλλο τι γενέσθαι μὴ δύνασθαι, καὶ εἰ τοῦ γενέσθαι τὸ ἐπιθυμεῖν ἔχοι. εἰ δὲ ἀγαθὸν ποιῆσαι θέλων μὴ δύναιτο, καὶ οὕτως ἀγαθός ἐστιν, ὅτι θέλει μέν, οὐ δύναται δέ· καὶ ἐν ᾧ ἀδυνατεῖ πάντων ἐστὶ δυνατώτατος, ὅτι μὴ ἑτέρῳ τὸ δυνατὸν καταλείπεται. εἰ δὲ ἔστιν τις ἕτερος δυνατὸς καὶ μὴ κατορθῶν, ἐν ᾧ δυνατὸς ὢν μὴ κατορθοῖ, πονηρὸς ὢν ὡμολόγηται, μὴ παύων αὐτὸν ὡς τοῖς ὑπ᾽ αὐτοῦ γινομένοις ἡδόμενος. εἰ δὲ οὐδὲ αὐτὸς δύναται, κρείττων ὁ πρὸς τῷ ἀδυνατεῖν κατὰ τὸ δυνατὸν ἡμᾶς εὐεργετεῖν οὐκ ὀκνῶν. καὶ ὁ Σίμων· Ὅταν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθείς σοι τῆς κακίας τὸν αἴτ⌞ιον⌟ δείξω, τότε σοι καὶ πρὸς ἃ εἴρηκας ⌞ἀ⌟ποκρινοῦμαι καὶ ὃν φὴς θεὸν ἄμεμ⌞πτον⌟ ὑπὸ μέμψιν εἶναι ἀποδείξω.

καὶ ὁ Πέτρος· Ἐπειδὴ ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα ἢ ὡς κακίας ἡγεμόνα τὸν θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη· Ταῦτα ὡς ἀγαπῶν θεὸν ὃν νενόμικας λέγεις, ἀλλ᾽ οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· Σὺ δὲ ὡς κακὸς μισῶν θεὸν ὃν ἠγνόησας, βλασφήμους ἀφίης φωνάς. καὶ ὁ Σίμων· Μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκασας. καὶ ὁ Πέτρος· Ὁμολογῶ, ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ· ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σοὶ ἴσον ἢ καὶ χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα· ⌞σὺ γὰ⌟ρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος ⌞πολ⌟λῷ πονηρότερος τυγχάνεις· τὸν γὰρ ⌞πο⌟νηρὸν οὐδεὶς κατειπόντα θεοῦ δεῖξαι ⌞δύν⌟αται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων· Ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ τὸ ὂν χαρίζεσθαι· ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δέ; καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον. καὶ ὁ Πέτρος· Οὔτε τοσοῦτον εἶ μακάριος αὐτὸν ὑμνεῖν, οὔτε μὴν τὸ ἀγαθὸν τοῦτο ποιῆσαι δύνασαι· αὐτοῦ γὰρ πλήρης ἂν ἦς. οὕτω γὰρ ὁ ἀψευδὴς ἡμῶν εἶπε διδάσκαλος· «Ἐκ περισσεύματος καρδίας στόμα λαλεῖ».

ὅθεν σὺ περισσευόμενος προαιρέσει κακῇ ἀγνοίας αἰτίᾳ καταλέγεις τοῦ μόνου ἀγαθοῦ θεοῦ, καὶ μήπω κατ᾽ ἀξίαν πάσχων ὧν ἐτόλμησας λέγειν. εἰ ⌞κρί⌟σιν οἴει μὴ ἔσεσθαι, τάχα δὴ μηδὲ εἶναι θεὸν νομίζεις. ὅθεν τῆς τοσαύτ⌞ης⌟ αὐτοῦ μακροθυμίας οὐκ ἀντιλαμβανόμενος ἐπὶ πλεῖον πρὸς ἀπόνοιαν αὑτὸν ἐκτείνεις. καὶ ὁ Σίμων· Μὴ ἔλπιζε φόβῳ δυσωπήσειν με μὴ ζητεῖν σοι τῶν παραδειγμάτων τὰ ἀληθῆ· ἐγὼ γὰρ τοσοῦτον ἀληθείας ὀρέγομαι ὡς αὐτῆς ἕνεκα μὴ ὀκνῆσαι καὶ τὸ κινδυνεύειν ἀναδέχεσθαι. πλὴν πρὸς τὰ ἀπ᾽ ἀρχῆς σοι ὑπ᾽ ἐμοῦ προταθέντα, εἴγε εἰπεῖν ἔχεις, ἤδη λέγε.

Καὶ ὁ Πέτρος· Ἐπειδὴ τολμᾶν ἡμᾶς ἀναγκάζεις τὰς τοῦ θεοῦ τέχνας ἀκριβῶς ἐφευρόντας λέγειν, καὶ ταῦτα ἀνθρώπους τοὺς μηδὲ τῶν ὁμοίων τὰς τέχνας ἀκριβῶσαι δυναμένους, διὰ γοῦν τοὺς παρεστῶτας ἀντὶ τῆς εὐσεβεστάτης σιγῆς περὶ ὧν θέλεις διαλεχθήσομαι. συνο⌞μολο⌟γῶ σοι εἶναί τινα κακίας ἡγεμόνα, ⌞οὗ⌟ τὴν γένεσιν ἡ γραφὴ οὔτε ἀληθὲς ⌞οὔ⌟τε ψευδὲς εἰπεῖν ἐτόλμησεν. πλὴν συνδιαπορήσωμεν πολλαχῶς τὸ πῶς γέγονεν (εἴπερ γέγονεν) καὶ τῶν δοκούντων τὸ εὐφημότερον ἑλώμεθα, ἐπεὶ ἐκ τῶν εἰκότων λαμβάνεται τοῦτο βεβαίως, ὃ μὲν ὅτι θεῷ τὸ εὐφημότερον δοῦναι πρέπει, ταύτῃ μᾶλλον πασῶν ὑπονοιῶν καθαρθεισῶν καὶ ἄλλης ἱκανῆς καὶ ἀκινδυνοτέρας παρακειμένης ὑποψίας. πλὴν ἤδη σοι πρὸ τῆς ζητήσεως ὑπισχνοῦμαι ὅτι πᾶσα ὁδὸς ζητήσεως ἄμεμπτον αὐτὸν μόνον δύναται δεῖξαι τὸν θεόν. πλήν (ὡς ἔφης) ὁ πονηρὸς εἰ γενητός ἐστιν, ἢ ὡς ζῷον γεγέννηται ἢ οὐσιωδῶς ὑπ᾽ αὐτοῦ προβέβληται ἢ ἔξω κέκραται ἢ τῇ κράσει συμβέβηκεν αὐτοῦ ἡ προαίρεσις ἢ ἄνευ κράσεως καὶ θεοῦ βουλῆς συνέβη ⌞γεν⌟έσθαι ἐξ οὐκ ὄντων ἢ ὑπὸ θεοῦ ἐκ ⌞τοῦ⌟ μηδαμῆ μηδαμῶς γέγονεν ἢ ἐκτ⌞ὸς⌟ ἦν θεοῦ ἢ ὕλη ἄψυχος οὖσα ἢ ἔμψυχος ὅθεν γέγονεν ἢ ἑαυτὸν δημιουργήσας ἢ ὑπὸ θεοῦ γεγονὼς ἢ τῶν πρὸς τί ἐστιν ἢ αἰεὶ ἦν. εἰπεῖν γὰρ αὐτὸν μὴ εἶναι οὐ δυνάμεθα· συνωμολογήσαμεν γὰρ αὐτὸν ὑπάρχειν.

καὶ ὁ Σίμων· Καλῶς πάσας αὐτοῦ τὰς ὁδοὺς διεῖλες, τὸ κεφάλαιον αὐτοῦ· λοιπὸν ἐμόν ἐστι τὴν διαίρεσιν ἀνακρίναντα δεῖξαί σοι τὸν δημιουργὸν ὑπὸ μέμψιν ὄντα· σοῦ δὲ ἔργον ἀποδεῖξαι αὐτόν, ὡς ὑπέσχησαι, πάσης μέμψεως ἐκτὸς ὄντα· θαυμάζω δὲ εἰ δυνήσῃ. πρῶτον μὲν γὰρ ὁ πονηρός, εἰ ἀπὸ τοῦ θεοῦ ζῷον γεγέννηται, ἀκολούθως τῆς αὐτῆς τοῦ προβαλόντος κακίας τυγχάνει. καὶ ⌞ὁ Πέτ⌟ρος· Οὐ πάντως· ὁρῶμεν γὰρ πολ⌞λοὺ⌟ς τῶν ἀνθρώπων ἀγαθοὺς ὄντας καὶ ⌞κα⌟κοὺς γεννήσαντας, ἄλλους δὲ ⌞κα⌟κοὺς ὑπάρχοντας καὶ ἀγαθοὺς ἐσχηκότας, ἑτέρους δὲ κακοὺς ὄντας καὶ ἀγαθούς 〈τε καὶ κακοὺς〉 προβαλόντας, ἄλλους δὲ ἀγαθοὺς ὑπάρχοντας καὶ κακούς τε καὶ ἀγαθοὺς τεκνώσαντας. αὐτίκα γοῦν ὁ πρῶτος δημιουργηθεὶς ἄνθρωπος ἐγέννησεν τὸν ἄδικον Κάιν καὶ τὸν δίκαιον Ἄβελ. πρὸς ταῦτα ὁ Σίμων ἔφη· Ἀνοήτως ποιεῖς περὶ θεοῦ διαλεγόμενος ἀνθρωπίνοις χρώμενος παραδείγμασιν. καὶ ὁ Πέτρος· Σὺ οὖν ἡμῖν λέγε περὶ θεοῦ, ἀνθρωπίνοις μὴ χρώμενος παραδείγμασιν, μετὰ τοῦ μέντοι νοηθῆναι δύνασθαι τὰ λεγόμενα· ἀλλ᾽ οὐ δυνήσῃ. αὐτίκα γοῦν τί τὴν ἀρχὴν ἔλεγες; εἰ ἐκ θεοῦ ὁ πονηρὸς γεγέννηται, τῆς αὐτῆς αὐτῷ ὢν οὐσίας, καὶ πονηρός ἐστιν. ἐμοῦ δὲ δείξαντος ἐ⌞ξ οὗ⌟περ αὐτὸς ἔδωκας παραδείγματο⌞ς⌟ ὅτι ἐξ ἀγαθῶν κακοὶ γίνονται καὶ ἐ⌞κ⌟ κακῶν ἀγαθοί, οὐ παρεδέξω, ἀνθρώπινον φήσας εἶναι τὸ παράδειγμα.

ὅθεν καὶ νῦν ἐγὼ οὐδὲ τὸ γεγεννῆσθαι θεὸν παραδέχομαι, ὅτι τὸ γεννᾶν ἀνθρώπων ἐστίν, οὐ θεοῦ. ἀλλ᾽ οὔτε ἀγαθὸς ἢ κακὸς ἢ δίκαιος ἢ ἄδικος εἶναι δύναται ὁ θεός, οὔτε μὴν φρόνιμος ἢ ζῷον ἢ ὅσα ἄλλα ἀνθρώποις προσεῖναι δύναται· ἀνθρώπων γὰρ τὰ τοιαῦτα. καὶ εἰ μὴ χρὴ ζητοῦντας περὶ θεοῦ διδόναι αὐτῷ τὰ ἀνθρώποις προσόντα καλά, οὐδέν ἐστιν τοῦ λοιποῦ νοεῖν ἢ λέγειν ἢ τοῦτο μόνον ζητεῖν, τὸ τῆς προαιρέσεως αὐτοῦ, ἣν αὐτὸς συνεχώρησεν ἡμῖν νοεῖν, ὅπως κρινόμενοι ἀναπολόγητοι ὦμεν περὶ ὧν γνόντες οὐκ ἐφυλάξαμεν. καὶ ὁ Σίμων ἀκούσας ἔφη· Οὐ δυσωπήσεις με περὶ τῆς οὐσίας αὐτοῦ σιωπή⌞σαν⌟τα περὶ τῆς προαιρέσεως αὐτοῦ ⌞ζη⌟τεῖν μόνης. ἔστιν γὰρ περὶ τῆς οὐσί⌞ας⌟ αὐτοῦ καὶ νοεῖν καὶ λέγειν, λέγω δὲ ἀπὸ τῶν ἀνθρώποις προσόντων καλῶν. οἷον πρόσεστιν ἀνθρώπῳ τὸ ζῆν καὶ τὸ τεθνάναι, ἀλλὰ τῷ θεῷ οὐ τὸ τεθνάναι, ἀλλὰ τὸ ζῆν, καὶ τὸ ζῆν αἰωνίως. ἔτι μὴν πρόσεστιν ἀνθρώποις τὸ κακοῖς εἶναι καὶ ἀγαθοῖς, τῷ δὲ θεῷ τὸ ἀσυγκρίτῳ ἀγαθῷ εἶναι. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, τῶν προσόντων ἀνθρώποις τὰ κρείττονα αἰωνίως πρόσεστιν τῷ θεῷ. καὶ ὁ Πέτρος ἔφη· Λέγε μοι, Σίμων, πρόσεστιν ἀνθρώποις γεννᾶν κακοὺς καὶ ἀγαθοὺς καὶ ποιεῖν κακὰ καὶ ἀγαθά; καὶ ὁ Σίμων ἔφη· Πρόσεστιν.

καὶ ὁ Πέτρος ἔφη· Ἐπεὶ οὕτως ἔφης, τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀπονέμειν δεῖ τῷ θεῷ· ἀνθρώπων γεννώντων κακοὺς καὶ ἀγαθούς, ὁ θεὸς ἀγαθοὺς μόνους γεννῆσαι δύναται, ἔτι τε τῶν ἀνθρώπω⌞ν ποιούν⌟των κακὰ καὶ ἀγαθά, αὐτὸς μό⌞νον τὰ⌟ ἀγαθὰ ποιῶν τέρπεται. οὕτως π⌞ερὶ θεοῦ⌟ ἢ οὐ δεῖ τὰ ἀνθρώποις προσόντα λέγειν καὶ σιωπᾶν ἔστιν ἢ τῶν ἀνθρώποις προσόντων καλ⌞ῶν⌟ εὔλογόν ἐστιν ἀπονέμειν αὐτῷ τὰ κ⌞ρείτ⌟τονα, καὶ οὕτως πάντων καλῶν μ⌞ό⌟νος ἐστὶν αἴτιος. καὶ ὁ Σίμων· Οὐκοῦν ⌞εἰ⌟ ὁ θεὸς μόνων τῶν καλῶν αἴτιός ἐστιν, τοῦ λοιποῦ τί ἐστιν νοεῖν ἢ ὅτι τὸ πονηρὸν ἑτέρα τις ἐγέννησεν ἀρχή, εἰ ἄρα γεννητόν ἐστιν; καὶ ὁ Πέτρος· Οὔτε ἑτέρα τις δύναμις ἐγέννησεν τὸν πονηρὸν οὔτε ἀγέννητόν ἐστι τὸ κακόν, ὡς ἐπὶ τέλει δείξω· νῦν γὰρ ἀποδεῖξαί μοι πρόκειται (ὡς ἀπ᾽ ἀρχῆς ὑπεσχόμην), ὅτι κατὰ 〈πάντα〉 τρόπον ὁ θεὸς ἄμεμπτός ἐστιν. δεδώκαμεν οὖν ὅτι ὁ θεὸς τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀσυγκρίτως ἔχει. διὸ καὶ ἐνδέχεται αὐτὸν προβολέα γενέσθαι τῶν τεσσάρων οὐσιῶν, θερμοῦ ⌞λέγω⌟ καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. ⌞ταῦτ⌟α μὲν ὡς πρῶτα ἁπλᾶ καὶ ἀμιγῆ ⌞ὄντ⌟α πρὸς οὐθέτερον ἔχει τὴν ὄρε⌞ξιν⌟, προβληθέντα δὲ ὑπὸ τοῦ θεοῦ ⌞κ⌟αὶ ἔξω κραθέντα γενέσθαι ζῷον, προ⌞αί⌟ρεσιν ἔχον ὀλοθρεῦσαι κακούς.

καὶ οὕτως ἐξ αὐτοῦ πάντων γεγενημένων ὁ πονηρὸς οὔτε ἄλλοθέν ἐστιν οὔτε ἀπ᾽ αὐτοῦ τοῦ πάντα πεποιηκότος θεοῦ τὴν κακίαν εἴληφεν, παρ᾽ ᾧ ὑπάρχειν ἀδύνατόν ἐστιν, ὅτι αἱ μὲν οὐσίαι οὐθέτεραι οὖσαι, πεφιλοκρινημέναι ἐξ αὐτοῦ προβέβληνται, καὶ ἔξω αὐταῖς κραθείσαις ὑπὸ τῆς αὐτοῦ τέχνης βουλήσει συμβέβηκεν ἡ πρὸς τὸν τῶν κακῶν ὄλεθρον ἐπιθυμία—ἀγαθοὺς δὲ ἡ συμβεβηκυῖα κακία ὀλοθρεῦσαι οὐ δύναται, οὐδ᾽ εἰ βουληθείη· νόμῳ γὰρ κατὰ τῶν ἁμαρτανόντων τὴν ἐξουσίαν ἔχει. ἀγνοῶν οὖν τὸν ἑκάστου τρόπον τὴν κατ᾽ αὐτῶν λαμβάνει ⌞διά⌟πειραν καὶ διελέγξας τιμωρεῖ. κ⌞αὶ ὁ Σί⌟μων ἔφη· Δυνατὸς οὖν ὑπάρχων ὁ ⌞θεὸς⌟ κιρνᾶν τὰ στοιχεῖα καὶ ποιεῖν κράσει⌞ς⌟ πρὸς ἃς βούλεται γενέσθαι προαι⌞ρέ⌟σεις, διὰ τί μὴ ἀγαθῶν προαιρετι⌞κὴν⌟ ἐποίει τὴν ἑκάστου κράσιν; καὶ ὁ Π⌞έ⌟τρος· Νῦν ἡμῖν ὁ λόγος πρόκειται δεῖξαι πῶς ἐγένετο ὁ πονηρός, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος· τὸ δὲ εἰ ἀμέμπτως, ὁπόταν διεξίω τὸν νῦν ἡμῖν προκείμενον λόγον, τότε τὸ πῶς καὶ διὰ τί ἐγένετο δείξω καὶ ὅτι ἄμεμπτος ὁ πεποιηκὼς πληροφορήσω. πλὴν ἔφαμεν ὑπὸ θεοῦ προβεβλῆσθαι τὰς τέσσαρας οὐσίας, καὶ οὕτως βουλῇ τοῦ συγκρίναντος συμβέβηκεν ὡς ἠθέλησεν ἡ τῶν κακῶν προαίρεσις.

εἰ γὰρ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἢ ἐξ ἄλλης τινὸς οὐσίας ἢ καὶ προφάσεως ⌞συμβ⌟εβήκει, οὐκ ἦν ἂν τῷ θεῷ τὸ τῆς ⌞βουλῆ⌟ς βέβαιον· μήπως αὐτοῦ μὴ βου⌞λομ⌟ένου ἡγεμόνες αἰεὶ κακίας συμβή⌞σων⌟ται προσπολεμοῦντες αὐτοῦ τοῖς ⌞βου-⌟ λήμασιν. ἀλλὰ ταῦτα οὕτως ἔχειν ⌞ἀ⌟δύνατον. οὐδὲν γὰρ ζῷον καὶ ταῦτα ἡ⌞γε⌟μονικὸν ἐκ συμβεβηκότος γενέσθαι δύναται· ἀνάγκη γὰρ πᾶν τὸ γινόμενον ὑπό τινος γίνεσθαι. καὶ ὁ Σίμων· Τί δέ; εἰ ἡ ὕλη αὐτῷ σύγχρονος οὖσα καὶ ἰσοδύναμος ὡς ἐχθρὰ προβάλλει αὐτῷ ἡγεμόνας, ἐμποδίζοντας αὐτοῦ τοῖς βουλήμασιν; καὶ ὁ Πέτρος· Εἰ ἀίδιός ἐστιν ἡ ὕλη, οὐδὲ ἐχθρὰ τινός ἐστιν· τὸ γὰρ αἰεὶ ὂν καὶ ἀπαθές ἐστιν, ἀπαθὲς δὲ ὂν μακάριόν ἐστιν, μακάριον δὲ ὂν ἔχθρας δεκτικὸν γενέσθαι οὐ δύναται, ἀιδίῳ κτίσει στερηθῆναί τινος μὴ πεφοβημένη. πῶς δὲ οὐχὶ μᾶλλον ἀγαπᾷ τὸν δημιουργὸν ἡ ὕλη, ὁπότε φαίνεται καρποὺς ἐκφύουσα εἰς τροφὴν πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγενημένων; πῶς δ᾽ οὐχ ὡς κρείττονα πεφόβηται, ὡς καὶ διὰ τῶν σεισμῶν τρέμουσα ὁμολογεῖ καὶ ὡς μεγάλα κυματουμένη τῷ διδασκάλῳ πλέοντι καὶ γαλήνην ἐπιτάξαντι τάχιστα πεισθεῖσα ἡσύχασε; τί δέ; καὶ οἱ δαίμονες οὐ μετὰ τοῦ φοβεῖσθαι καὶ προτιμᾶν ἐξέβαινον, ἄλλοι δὲ εἰς χοίρους εἰσελθεῖν πρότερον παρακαλοῦντες ἠξίουν ὡς μηδὲ τοῦ εἰς χοίρους εἰσελθεῖν ἄνευ τῆς αὐτοῦ συγχωρήσεως ἐξουσίαν ἔχοντες; καὶ ὁ Σίμων· Τί δέ;

εἰ ἄψυχος οὖσα φύσιν ἔχει ἐκφύειν τὰ κακὰ καὶ τὰ ἀγαθά; καὶ ὁ Πέτρος· Κατὰ τὸν λόγον τοῦτον οὔτε ἀγαθή ἐστιν οὔτε κακή, ὅτι μὴ προαιρέσει πράττει, ἄψυχος οὖσα καὶ ἀναίσθητος. διὸ καὶ ἐνταῦθα διιδεῖν ἔστι πῶς ἄψυχος οὖσα ἔμψυχα προβάλλει καὶ ἀναίσθητος οὖσα τεχνικὰ σχήματα τά τε ζῴων καὶ φυτῶν δημιουργοῦσα φαίνεται. καὶ ὁ Σίμων· Τί δέ; εἰ ὁ θεὸς αὐτὸς ἐνεψύχωσεν αὐτήν, οὐκ αὐτὸς αἴτιός ἐστιν ὧν αὕτη τίκτει κακῶν; καὶ ὁ Πέτρος· Εἰ ὁ θεὸς αὐτὴν ἐνεψύχωσε κατὰ τὴν αὐτοῦ βούλησιν, τὸ αὐτοῦ πνεῦμα αὐτὴν ἐργάζεται καὶ οὐκέτι τῷ θεῷ ἐχθρόν τι ἐστὶν ἢ ἰσοδύναμον ἢ ἀδύνατον, ὅτι πᾶν τὸ γινόμενον ὑπ᾽ αὐτοῦ ὡς θέλει γίνεται. ἀλλ᾽ ἐρεῖς· Αὐτὸς τῆς κακίας αἴτιος, εἴπερ αὐτὸς δι᾽ αὐτῆς ἐργάζεται τὰ κακά. ποῖα ἄρα ἐρεῖς τὰ κακά; ἑρπετὰ ἰοβόλα καὶ βοτάνας θανασίμους ἢ δαίμονας ἢ καὶ ἄλλα τινὰ τῶν ἀνθρώποις ὀχλεῖν δυναμένων; ἅπερ τὰ ⌞〈νῦν χα〉⌟λεπὰ οὐκ ἂν ἦν, εἰ μὴ ἡμαρτήκει ὁ ἄνθρωπος, οὗ εἵνεκεν θάνατος παρεισῆλθεν· ⌞〈ἀναμαρτήτου〉⌟ γὰρ ὄντος τοῦ ἀνθρώπου οὐχ ἑρπετῶν ὁ ἰὸς εἰργάζετο, οὐ τῶν κακῶν βοτανῶν αἱ ἐνέρ⌞〈γειαι〉⌟, οὐ δαιμόνων ὀχλήσεις ἐγίνοντο οὐδὲ ἄλλο τι πάθος αὐτῷ προσεῖναι φύσιν εἶχε· δι᾽ ἁμαρτίαν δὲ ἐκπεσὼν τοῦ ἀθάνατος εἶναι, ὡς ἔφην, παντὸς πάθους γέγονε δεκτικός. εἰ δὲ ἐρεῖς· Διὰ τί οὖν κατ᾽ ἀρχὰς ἐγένετο ἡ ἀνθρωπεία φύσις θανάτου δεκτική; φημί σοι· Διὰ τὸ αὐτεξούσιον.

εἰ γὰρ οὐκ ἦμεν θανάτου δεκτικοί, ἐπὶ αὐτεξουσίῳ ἁμαρτήματι τιμωρεῖσθαι ὡς ἀθάνατοι οὐκ ἐδυνάμεθα καὶ οὕτως διὰ τὸ ἀπαθὲς πλεῖόν τι κἂν τῇ προαιρέσει ἦμεν κακοί, ἢ καὶ δικαιοσύνη ἐξησθένει, τῶν κακὰς ἐχόντων προαιρέσεις αἰτίᾳ ἀπαθείας τιμωρηθῆναι μὴ δυναμένων. καὶ ὁ Σίμων πρὸς ταῦτα ἔφη· Περὶ πονηροῦ τί ἔτι ἔχω ἕτερον λέγειν ἢ ὅτι ἐξ οὐκ ὄντων αὐτὸν ἐποίησεν ὁ θεός, καὶ κατὰ τοῦτο κακὸς ὁ ποιήσας, ὃς τὸ μὴ ὂν ἐποίησεν εἶναι, καὶ ταῦτα δυνάμενος αὐτὸν ἀγαθὸν ποιῆσαι τῷ τὸν γενόμενον μηδὲ πρὸς κακίας προαίρεσιν ἰδίαν κεκτῆσθαι φύσιν; καὶ ὁ Πέτρος· Τὸ ἐξ οὐκ ὄντων αὐτὸν ποιῆσαι προαίρεσιν ἔχοντα ὅμοιόν ἐστιν ᾧ προειρήκαμεν λόγῳ ὅτι πρὸς τὸ χαίρειν αὐτὸν κακοῖς τὴν κρᾶσιν ποιήσας αὐτὸς αἴτιος φαίνεται τοῦ γενομένου. μιᾶς οὖν οὔσης τῆς ἀμφοτέρων ἐπιλύσεως τὸ διὰ τί χαίρειν αὐτὸν ἐπ᾽ ὀλέθρου κακῶν ἐποίησεν ὕστερον ἐροῦμεν. καὶ ὁ Σίμων· Εἰ αὐτεξουσίους ἐποίησε καὶ τοὺς ἀγγέλους, ὁ δὲ πονηρὸς ἀπέστη τοῦ δίκαιος εἶναι, καὶ διὰ τοῦτο ἀρχῇ τετίμηται, ὁ τιμήσας δι᾽ οὗ τετίμηκεν ὡς κακοῖς χαίρων φαίνεται. καὶ ὁ Πέτρος· Εἰ ἀποστάντα αὐτὸν ὁ θεὸς ἄρχειν τῶν ὁμοίων κατέστησε, νόμῳ τὴν τιμωρίαν ἐπάγειν τοῖς ἁμαρτάνουσι κελεύσας αὐτῷ, οὐκ ἄδικός ἐστιν.

εἰ δὲ ὅτι ἀποστάντα τετίμηκε, τὸ χρήσιμον ὁ τιμήσας προεῖδεν, ὅτι καὶ ἡ τιμὴ πρόσκαιρος καὶ ὅτι δίκαιον τοὺς κακοὺς ὑπὸ κακοῦ ἄρχεσθαι καὶ ἁμαρτάνοντας ὑπ᾽ αὐτοῦ τιμωρεῖσθαι. καὶ ὁ Σίμων· Μήτι ἀεὶ ὢν καὶ οὕτως ἀναιρεῖται τὰ τῆς μοναρχίας, συναρχούσης καὶ ἑτέρας τῆς κατὰ τὴν ὕλην δυνάμεως; καὶ ὁ Πέτρος· Εἰ διάφοροί εἰσι ταῖς οὐσίαις, διάφοροί εἰσι καὶ ταῖς δυνάμεσι, καὶ ὁ κρείττων ἄρχει τοῦ ἥττονος· εἰ δὲ τῆς αὐτῆς εἰσιν οὐσίας, τότε ἰσοδύναμοι τυγχάνουσι καὶ ὁμοίως ἀγαθοὶ ἢ κακοί. ὅτι δὲ οὔκ εἰσιν ἰσοδύναμοι, φαίνονται· ὑπὸ γὰρ τοῦ δημιουργοῦ ἡ ὕλη εἰς οἷον ἠθέλησε κόσμου ἠνέχθη σχῆμα καὶ μήτιγε ἔστιν εἰπεῖν ὅτι ἀεὶ ἦν οὐσία οὖσα, οὐχ ὕλη ὡς θεοῦ ταμεῖον. οὐ γὰρ ἔστιν εἰπεῖν· Ἦν ⌞〈ποτε,〉⌟ ὅτε ἀκτήμων ἦν ὁ θεός, ἀλλὰ ἀεὶ ἦν μόνος ἄρχων αὐτῆς. διὸ καὶ ἀίδιος μο⌞〈νάρχης〉⌟ καὶ ἐπὶ ταύτῃ τῇ ὑποθέσει καλῶς ἂν λέγοιτο 〈ἀιδίου〉 ὄντος καὶ τοῦ ἄρχοντος καὶ τοῦ ⌞〈ἀρχομέν〉⌟ου. καὶ ὁ Σίμων ἔφη· Τί οὖν; 〈εἰ〉 ἑαυτὸν ἐποίησεν ὁ πονηρός; καὶ οὕτως ἀγαθὸς ὁ θεός, ὅτι εἰδὼς αὐτὸν ἐπὶ κακῷ ἐσόμενον, γινόμενον αὐτὸν οὐκ ἀνεῖλεν ὅτε ὡς ἀτελὴς ἀναιρεθῆναι δυνατὸς ἦν; εἰ γὰρ ἐξαίφνης συμβέβηκε καὶ ταῦτα τέλειος, [καὶ ταῦτα τέλειος] καὶ διὰ ταῦτα προσπολεμεῖ τῷ δημιουργῷ ὡς ἐξαίφνης ἰσοδύναμος αὐτῷ γεγονώς.

καὶ ὁ Πέτρος· Ἀδύνατα λέγεις· καὶ γὰρ κατ᾽ ὀλίγον γινόμενον αὐτὸν ὡς ἐχθρὸν † ὑπ᾽ αὐτοῦ † προαιρέσει ἀνελεῖν ἠδύνατο. καὶ προγινώσκων γίνεσθαι αὐτὸν οὐ καλόν, 〈οὐκ ἂν〉 συνεχώρει, εἰ μὴ πρὸς τὸ αὐτῷ χρήσιμον γινόμενον ἠπίστατο. καὶ τέλειος ἐξαίφνης ἀφ᾽ ἑαυτοῦ γενέσθαι οὐχ οἷός τε ἦν· ἑαυτὸν γὰρ ὁ μήπω ὢν πλάττειν οὐκ ἐδύνατο οὔτε ἐξ οὐκ ὄντων γενέσθαι τι οὐσίαν ἔχειν δύναται καὶ γεννητὸν ὑπάρχον τῷ ἀεὶ ἰσοδυναμεῖν οὐκ ὀρθῶς ἂν εἴποι τις. καὶ ὁ Σίμων· Μήτι οὖν τῶν πρὸς τί ἐστι καὶ οὕτως πονηρόν ἐστι; κακὸν μὲν ὂν ὡς ὕδωρ πυρί, ἀγαθὸν δὲ τῇ εὐκαίρως διψώσῃ γῇ· ὥσπερ γε καὶ σίδηρος εἰς μὲν γεωργίαν καλός, εἰς δὲ φόνους κακός—καὶ ἡ ἐπιθυμία δὲ εἰς μὲν γάμους οὐ κακή, εἰς δὲ μοιχείαν χαλεπή—ὡς καὶ τὸ φονεῦσαι κακόν, ἀλλὰ τῷ φονεύσαντι πρὸς ὃ βεβούλευται καλόν—καὶ ἡ πλεονεξία κακόν, ἀλλὰ τῷ πλεονεκτοῦντι ἡδύ—καὶ ὅσα τοιαῦτα τυγχάνει, τοῦτον περιέχει τὸν τρόπον. τούτῳ δὲ τῷ λόγῳ οὔτε τὸ κακὸν κακόν ἐστιν οὔτε τὸ ἀγαθὸν ἀγαθὸν τυγχάνει· ἑκάτερον γὰρ τὸ ἕτερον ἐργάζεται. μήτιγε τὸ δοκοῦν κακῶς γίνεσθαι εὐφραίνει μὲν τὸν ποιοῦντα, κολάζει δὲ τὸν πάσχοντα; καὶ εἰ ἄδικον δοκεῖ τὸ ἑαυτὸν ἀγαπήσαντα εὐφραίνειν ὡς δυνατόν ἐστι, [καὶ] διὰ τοῦτο χαλεπὰ πείσεσθαι ὑπὸ δικαίου δικαστοῦ περὶ τοῦ ἑαυτὸν ἠγαπηκέναι, τίνι οὐκ ἄδικον φαίνεται;

καὶ ὁ Πέτρος· Ἑαυτὸν χρὴ κολάζειν τότε τῇ ἐγκρατείᾳ, ὅταν ἡ ἐπιθυμία πρὸς ἑτέρου βλάβην ὁρμῆσαι θέλῃ, εἰδότα 〈ὅτι〉 ὁ πονηρὸς τοὺς μὲν κακοὺς ἀνελεῖν δύναται, ἀπ᾽ ἀρχῆς τὴν κατ᾽ αὐτῶν εἰληφὼς ἐξουσίαν· καὶ οὔπω τοῦτο κακὸν τοῖς κακὰ πράξασιν, ἀλλὰ τὸ μετὰ τὴν ἀναίρεσιν τὰς ψυχὰς αὐτῶν κολαζομένας διαμένειν, τοῦτο ὄντως εἶναι χαλεπὸν † δικαίως τὸν κακῶς προδιωρισμένον ὀρθῶς ἔχειν εἰπόντος †· οὗ εἵνεκεν παραιτεῖσθαι χρή (ὡς ἔφην) βραχείας χάριν ἡδονῆς ἄλλον ἀδικεῖν πρὸς τὸ μὴ αὑτόν τινα ὀλίγης χάριν ἡδονῆς ἀιδίῳ περιβαλεῖν κολάσει. καὶ ὁ Σίμων· Μήτι οὖν οὐκ ἔστι τῇ φύσει πονηρὸν ἢ ἀγαθόν, ἀλλὰ νόμῳ διαφέρει καὶ ἔθει. ⌞!῎!⌟ παρὰ Πέρσαις ἴδιον τὸ γαμεῖν μητέρας, ἀδελφάς, θυγατέρας, ἄλλοις δὲ ὥσπερ χαλεπώτ⌞〈ατον ἀπη〉⌟γόρευται. ὅθεν τῶν κακῶν μὴ ὡρισμένων πᾶσι τὴν ἐκ θεοῦ κρίσιν προσδοκᾶν οὐκ ἔστι. καὶ ὁ Πέτρος ἔφη· Οὐ δύνασαι τοῦτο συστῆσαι· πᾶσι γὰρ φαίνεται ὅτι τὸ μητράσι μίγνυσθαι μυσαρόν, κἂν Πέρσαι, μόριον ὑπάρχοντες τοῦ παντός, ὑπὸ κακοῦ ἔθους τῆς μυσαρᾶς αὐτῶν πράξεως τὸ ἄνομον μὴ ἀντιλαμβάνωνται. ὡς καὶ Βρεττανοὶ ἐμφανῶς ἐπὶ πάντων κοινωνοῦσι καὶ οὐκ αἰδοῦνται—καὶ ἄλλοι σάρκας ἀνθρώπων ἐσθίουσι καὶ οὐ μυσάττονται, καὶ ἕτεροι κυνῶν—καὶ ἄλλοι ἄρρητα πράσσουσιν. οὕτως οὐ χρὴ αἰσθήσει ὑπὸ ἔθους τοῦ κατὰ φύσιν ἐκτραπείσῃ τὰς κρίσεις ποιεῖσθαι.

καὶ γὰρ τὸ φονευθῆναι κακόν ἐστι, κἂν μὴ πάντες λέγωσιν ὅτι μηδεὶς αὐτοπαθεῖν θέλει, καὶ κλοπῇ οὐδεὶς ἐπὶ τῇ ἑαυτοῦ κολάσει ἥδεται. † κἂν † οὖν ἑνὸς οὐδήποτε ὁμολογουμένου εἶναι ἁμαρτήματα, ἐξ ἀνάγκης καὶ † τρίτην † κρίσιν πρὸς τὰ ἁμαρτήματα ὀρθῶς ἔστι προσδοκᾶν. ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· 〈Εἰ〉 οὕτως σοι δοκεῖ τὰ κατὰ τὸν πονηρὸν εἶναι, εἰπέ μοι. καὶ ὁ Πέτρος· Μεμνήμεθα τοῦ κυρίου ἡμῶν καὶ διδασκάλου ὡς ἐντελλόμενος εἶπεν ἡμῖν· «Τὰ μυστήρια ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου φυλάξατε»· διὸ καὶ «τοῖς αὐτοῦ μαθηταῖς κατ᾽ ἰδίαν ἐπέλυε» τῆς τῶν οὐρανῶν βασιλείας τὰ μυστήρια. σοὶ δὲ πολεμοῦντι ἡμᾶς καὶ μηδὲν ἕτερον διασκοποῦντι ἢ τὰ ἡμέτερα 〈....〉 (εἴτε ἀληθῆ ὄντα εἴτε ψευδῆ) τὰ ἀπόρρητα λέγειν ἀσεβεῖν ἐστιν. ἀλλ᾽ ἵνα μὴ δόξωσί τινες τῶν παρεστώτων ὅτι ἀδυνατῶν πρὸς τὰ ὑπὸ σοῦ ῥηθέντα ἀποκρίνασθαι προφάσεως διαμηχανῶμαι, ἐρῶ πρότερον πυνθανόμενός σου εἰ τὸ μὴ ἀλγεῖν ἦν, τί ἂν ἔτι ἦν ὁ πονηρός; καὶ ὁ Σίμων ἔφη· Οὐδέν. καὶ ὁ Πέτρος· Ἆρά γε τὸ πονηρὸν τὸ ἀλγεῖν ἐστι καὶ τὸ θανεῖν; καὶ ὁ Σίμων· Φαίνεται. 〈καὶ ὁ Πέτρος·〉 Οὐκ ἄρα ὑπάρχει τὸ πονηρὸν ἀεί, ἀλλ᾽ οὐδὲ μὴν ὑπάρξαι δύναται· τὸ γὰρ ἀλγῆσαι καὶ θανεῖν τῶν συμβαινόντων ἐστίν, ὧν οὐθέτερόν ἐστι παρούσης εὐσθενείας. τί γάρ ἐστιν ἀλγεῖν ἤ τι ἀναρμοστεῖν; τί δὲ θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος;

οὔτ᾽ οὖν ἁρμονίας οὔσης τὸ ἀλγεῖν ἔστι· τὸ γὰρ θανεῖν οὐδὲ ὅλως τῶν ὑπαρκτῶν ἐστιν, ὅτι θάνατος οὐδέν ἐστιν, ὡς ἔφην, ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὗ συμβάντος τὸ μὲν σῶμα φύσει ἀναίσθητον ὂν λύεται, ἡ δὲ ψυχὴ αἰσθητὴ οὖσα ζῶσα ὑπάρχει— ὅθεν ἁρμονίας οὔσης οὐκ ἀλγεῖν ἔστιν, οὐκ ἀποθανεῖν, ἀλλ᾽ οὐδὲ μὴν βοτάναι θανάσιμοι, οὐχ ἑρπετὰ ἰοβόλα οὐδὲ ἄλλο τι τοιοῦτον, οὗ τὸ τέλος θάνατος. ὅθεν ἀθανασίας ἐπικρατούσης εὐλόγως πάντα γεγονότα φανήσεται. ὅπερ καὶ οὕτως ἔσται, ὁπόταν δικαιοσύνης αἰτίᾳ ὁ ἄνθρωπος ἀθάνατος γένηται τῆς τοῦ Χριστοῦ εἰρηνι⌞〈κῆς〉⌟ ἐπικρατούσης βασιλείας, ὅτε αὐτοῦ καὶ ἡ κρᾶσις εὔκρατός ἐστιν, ἵνα μὴ ὀξείας ⌞〈πάσχῃ〉⌟ ὁρμάς, ἔτι τε καὶ γνῶσις ἄπταιστος, ἵνα μή τι τῶν κακῶν ὡς ἀγαθὸν π⌞〈ροσαγορεύῃ, ἐκτός〉⌟ τε ἀλγῶν ἔσται, ἵνα μὴ θνητὸς ᾖ. καὶ ὁ Σίμων ἔφη· Ταῦτα μὲν ὀρθῶς ἔφης· πλὴν ἐν τῷ νῦν κόσμῳ οὐ δοκεῖ σοι παντὸς πάθους δεκτικὸς εἶναι ὁ ἄνθρωπος; λέγω δὲ ἐπιθυμίας, ὀργῆς, λύπης καὶ τῶν τοιούτων. καὶ ὁ Πέτρος· Καὶ ταῦτα τῶν συμβαινόντων ἐστίν, οὐ τῶν ἀεὶ ὄντων· χρησίμως δὲ τῇ ψυχῇ συμβαίνοντα νῦν εὑρεθήσεται. ἥ τε γὰρ ἐπιθυμία ἐκ τοῦ πάντα καλῶς δημιουργήσαντος συμβαίνειν τῷ ζῴῳ γεγένηται, ἵνα ὑπ᾽ αὐτῆς ἀγόμενον πρὸς κοινωνίαν τὴν ἀνθρωπότητα πληθύνῃ, ἀφ᾽ ἧς πλῆθος ἐκλογῆς κρειττόνων γίνεται πρὸς αἰώνιον ζωὴν ἐπιτήδειον.

πλὴν ἄνευ ἐπιθυμίας τὴν πρὸς γυναῖκα κοινωνίαν οὐδεὶς ἂν ἀνεδέξατο, νῦν δὲ προφάσει ἡδονῆς ὡς ἑαυτῷ χαριζόμενος ὁ ἄνθρωπος τὸ ἐκείνου βούλημα ποιεῖ. πλὴν ἐάν τις τῇ ἐπιθυμίᾳ χρῆται πρὸς νόμιμον γάμον, οὐκ ἀσεβεῖ· πρὸς μοιχείαν δὲ ὁρμῶν δυσσεβεῖ καὶ διὰ τοῦτο τιμωρεῖται, ὅτι τῷ καλῶς τεθέντι ἐχρήσατο κακῶς. ἔτι τε ὁμοίως ἡ ὀργὴ ἐν ἡμῖν ἐξάπτεσθαι φύσιν ἔχειν εἴληφε παρὰ θεοῦ, ἵνα πρὸς ἄμυναν ἁμαρτημάτων ὑπ᾽ αὐτῆς ἑλκώμεθα. πλὴν ἀμέτρῳ αὐτῇ τις χρησάμενος ἀδικεῖ, κατ᾽ ἀξίαν δὲ χρώμενος τὸ δίκαιον ἐκτελεῖ. ἀλλὰ καὶ λύπης ἐσμὲν δεκτικοί, ἵνα τὸ συμπαθητικὸν ἔχωμεν ἐπί τε θανάτῳ οἰκείων, γυναικὸς ἢ τέκνων ἢ ἀδελφῶν ἢ γονέων ἢ φίλων ἢ ἄλλων τινῶν· ἐπείπερ εἰ τὸ συμπάσχειν οὐκ εἴχομεν, ἀπάνθρωποι ἂν ἦμεν. ὁμῶς καὶ τὰ ἄλλα πάντα οἰκείως εὑρεθήσεται ἔχοντα, ἐάν γε διὸ γέγονε νοηθῇ. καὶ ὁ Σίμων· Διὰ τί δὲ καὶ ἄωροι τελευτῶσι καὶ περιοδικαὶ νόσοι γίνονται, ἔτι μὴν καὶ δαίμονες καὶ μανίαι καὶ πάθη παντοδαπά, κολάζειν μεγάλως δυνάμενα, ὑπάρχει; καὶ ὁ Πέτρος· Ὅτι οἱ ἄνθρωποι τὰ πάντα αὐτῶν τῇ ἡδονῇ χαριζόμενοι ἀπαρατηρήτως κοινωνοῦσι καὶ οὕτως ἡ τῶν σπερμάτων καταβολὴ ἀκαίρως ἐπιδοθεῖσα φυσικῶς τὰ μυρία ἐκφύει κακά. ἐχρῆν δὲ αὐτοὺς λογίζεσθαι ὅτι ὡς τοῦ φυτεῦσαι καὶ σπεῖραι καιρὸς ἐπιτήδειος ὥρισται, οὕτω καὶ τοῦ κοινωνῆσαι ἐπιτηρήσιμοι ἡμέραι προσῳκείωνται.

ἔνθεν γοῦν τις ἐκ τῆς Μωυσέως παραδόσεως μεμαθηκώς, αἰτιώμενος τὸν λαὸν ἐπὶ ἁμαρτίαις, υἱοὺς νεομηνιῶν τῶν κατὰ σελήνην καὶ σαββάτων ἀπεκάλει. ἀλλὰ καὶ κατ᾽ ἀρχὰς τοῦ κόσμου οἱ ἄνθρωποι πολυετεῖς τε ἦσαν καὶ ἄνοσοι· ὁπότε δὲ ἀμελήσαντες τὴν παρατήρησιν ἀπέλιπον, ἔκτοτε κατὰ διαδοχὴν υἱοὶ ἀγνοίας αἰτίᾳ ⌞〈ὅτε〉⌟ μὴ δεῖ κοινωνοῦντες ὑπὸ μυρία πάθη τὰ ἑαυτῶν τιθέασι τέκνα. ὅθεν καὶ ⌞〈ὁ διδάσκ〉⌟αλος ἡμῶν περὶ τοῦ ἐκ γενετῆς πηροῦ καὶ ἀναβλέψαντος παρ᾽ αὐτοῦ ἐξετα⌞〈ζόμενος, εἰ ὅτι ἥμαρτ〉⌟εν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, τυφλὸς ἐγεννήθη, ἀπεκρίνατο· «Οὔτε οὗτός τι ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα δι᾽ αὐτοῦ φανερωθῇ ἡ δύναμις τοῦ θεοῦ» τῆς ἀγνοίας ἰωμένη τὰ ἁμαρτήματα. καὶ ἀληθῶς ἀγνοίας αἰτίᾳ τὰ τοιαῦτα γίνεται ἤτοι τῷ μὴ εἰδέναι πότε δεῖ κοινωνεῖν τῇ γαμετῇ, εἰ καθαρὰ ἐξ ἀφέδρου τυγχάνει. πλὴν ἃ προείρηκας πάθη ἐξ ἀγνοίας ἐστίν, οὐ μέντοι ἐκ πονηροῦ εἰργασμένα. προσέτι δὲ δὸς τὸν μὴ ἁμαρτάνοντα καὶ λάβε τὸν μὴ πάσχοντα, καὶ πρὸς τῷ μὴ πάσχειν καὶ ἄλλους αὐτὸν θεραπεῦσαι δυνάμενον εὑρήσεις. αὐτίκα γοῦν Μωυσῆς διὰ εὐσέβειαν ἀπαθὴς τὸν πάντα τῆς ζωῆς διετέλεσε χρόνον καὶ τοὺς Αἰγυπτίους δι᾽ ἁμαρτίας πάσχοντας εὐχαῖς ἰᾶτο. καὶ ὁ Σίμων· Ἔστω μὲν ταῦτα οὕτως ἔχειν· οὐ δοκεῖ σοι ἀδικωτάτη ἡ ἐν ἀνθρώποις ἀνωμαλία;

ὃς μὲν γὰρ πένεται, ὃς δὲ πλουτεῖ—καὶ ὃς μὲν νοσεῖ καὶ ⌞〈ἕτερος〉⌟ ὑγιαίνει—καὶ ὁμῶς τοιαῦτά τινα μυρία ἐν τῷ ἀνθρωπίνῳ βίῳ. καὶ ὁ Πέτρος· Οὐ συνορᾷς, ὦ Σίμων, ὅτι πάλιν ἐκτὸς τοῦ σκοποῦ τοὺς λόγους πέμπεις; περὶ πονηροῦ γὰρ ἡμῶν διαλεγομένων σὺ ἐκτροπὴν ποιήσας περὶ τῶν δοκούντων ἀτοπημάτων τὸν λόγον εἰσηγήσω· πλὴν καὶ εἰς αὐτὸ ἐρῶ. ὁ κόσμος ὄργανόν ἐστι τεχνικῶς γεγονός, ἵνα τῷ ἐσομένῳ ἄρρενι αἰωνίως ἡ θήλεια τίκτῃ δικαίους αἰωνίους υἱούς. οὐκ ἐδύναντο δὲ εὐσεβεῖς ἐνταῦθα ἀποτελεσθῆναι, εἰ μὴ ἦσαν οἱ ἐνδεεῖς οἷς ἐπικουρήσουσιν—ὁμοίως τε καὶ διὰ τοῦτό εἰσι καὶ νοσοῦντες, ὧν προνοήσουσι—καὶ τὰ ἑξῆς τοῦτον περιέχει τὸν λόγον. καὶ ὁ Σίμων· Οὐκοῦν ἠτύχηται τοῖς ταπεινοῖς· πρὸς γὰρ τὸ ἀποτελεσθῆναι δικαίους αὐτοὶ κακουχοῦνται. 〈καὶ ὁ Πέτρος·〉 Εἰ ἦν αἰώνιος ταπείνωσις αὐτῶν, ἀτυχία ἂν ἦν μεγίστη· ἀλλὰ πρὸς τῷ κλήρῳ τὰ ταπεινώματα καὶ ὑψώματα ἀνθρώποις γίνεται· ᾧ δ᾽ ἂν μὴ ἀρέσκῃ ὁ κλῆρος, ἔνεστιν ἐκκλήτῳ χρησάμενον καὶ νομίμως διαδικασάμενον τὸν ὑπ᾽ αὐτοῦ ὑπαλλάξαι βίον. καὶ ὁ Σίμων· Τίς οὗτος ὁ κλῆρος καὶ ἔκκλητος; καὶ ὁ Πέτρος· Τοῦτο ἑτέρου λόγου ἐξήγησίς ἐστι· πλὴν ἐὰν ἐπιτρέψῃς, δεῖξαί σοι δυνάμεθα πῶς ἀναγεννηθεὶς καὶ τὴν γένεσιν ὑπαλλάξας καὶ νομίμως βιώσας αἰωνίου τεύξει σωτηρίας.

καὶ ὁ Σίμων ταῦτα ἀκούσας ἔφη· Μήτι νομίσῃς ὡς ἐπειδὴ εἰς ἕκαστον κεφάλαιον ζητῶν συνετιθέμην, ὡς πληροφορούμενος ἐφ᾽ ἕτερον ἠρχόμην κεφάλαιον, ἀλ⌞〈λ᾽ ὑπο〉⌟νοίας σοι τοῦ πείθεσθαι παρεῖχον, ἵνα ἐπ᾽ ἄλλο ἔλθῃς κεφάλαιον, ὅπως πάσας ⌞〈τὰς δια〉⌟νοίας σου μαθὼν μὴ στοχαζόμενος καταγινώσκω σου, ἀλλὰ πεπληροφορημε!!!!!!!!!!!. νῦν δὲ τριῶν ἡμερῶν μοι συγχώρησον καὶ ἐλθὼν δείξω σε μηδὲν εἰδότα.

Ταῦτα τοῦ Σίμωνος 〈εἰπόντος〉 καὶ ἐξιέναι μέλλοντος ὁ ἐμὸς ἔφη πατήρ· Βραχέα μου, Σίμων, ἐπακούσας, ὥς σοι φίλον ἐστί, πορεύου. μέμνημαι ὡς τὴν ἀρχὴν πρὸ τῆς ζητήσεως ὡς μήπω πεῖράν μου λαβὼν προλήψεις μου κατέφερες. καὶ νῦν δὲ ἐπαλλήλως ἀκούσας τῆς ζητήσεως καὶ Πέτρον ἐν ὑπεροχῇ γνοὺς καὶ αὐτῷ τὸ ἀληθεύειν νῦν δούς, καὶ τί σοι φαίνομαι; ὀρθῶς κρίνειν εἰδὼς ἢ οὔ; εἰ μὲν γὰρ ὀρθῶς κρίναντά με φαίης, μὴ συνθῇ δέ, σὺ φαίνῃ προειλημμένος, ὁ καὶ μετὰ ὁμολογίαν ἧτταν συνθέσθαι μὴ θέλων. εἰ δ᾽ ἄρα μὴ ὀρθῶς τὸν Πέτρον ἐν ὑπεροχῇ τῆς ζητήσεως ἀπεφαινόμην, σὺ ἡμᾶς πεῖσον πῶς οὐκ ὀρθῶς ἐκρίναμεν. ἢ τοῦ ζητεῖν αὐτῷ ἐπὶ πάντων μὴ παύσῃ; ἐπεὶ ἔσται σοι ἑκάστοτε ἡττωμένῳ καὶ συντιθεμένῳ (εἰ δὲ τὸ αἰδεῖσθαι ἔχεις, ἀπὸ πάντων τῶν ἀκροατῶν ἀντὶ μεγίστης τιμωρίας καταγινωσκομένῳ καὶ ἀσχημονοῦντι) ὑπὸ συνειδήσεως τὴν σεαυτοῦ ἀλγεῖν ψυχήν· τὸ γὰρ νενικῆσθαί σε ἔργῳ εἴδομεν, τὸν δὲ ἐπαγγελλόμενόν σου λόγον ἠκούσαμεν. πέρας γοῦν οὐκ οἶμαί σε ἐπὶ τὴν ζήτησιν ἐλθεῖν, ὡς ὑπέσχου, ἀλλὰ πρὸς τὸ δοκεῖν μὴ αἰδεῖσθαι ἐξιὼν ἐπανελθεῖν ὑπέσχησαι. ὁ δὲ Σίμων ταῦτα ἀκούσας ὑπὸ ὀργῆς τοὺς ὀδόντας βρύξας, σιωπῶν ἐπορεύθη. ὁ δὲ Πέτρος ἔτι ὥρας οὐκ ὀλίγης οὔσης τὸν πολὺν ὄχλον χειροθετήσας πρὸς ἴασιν καὶ ἀπολύσας, μετὰ τῶν συνηθεστέρων εἰσιὼν οἴκοι ἐκαθέσθη.

καὶ δή τις τῶν ἀκολούθων Σοφονίας ὄνομα ἔφη· Εὐλόγηται, Πέτρε, ὁ θεὸς ὁ ἐκλεξάμενός σε καὶ σοφίσας ἀναπαύσεως μὲν ἕνεκεν τῶν εὐγνωμόνων· ἀληθῶς γὰρ μεγάλως καὶ ἀνεξικάκως διελέχθης πρὸς Σίμωνα. καὶ ἡμῖν δὲ περὶ πονηροῦ διαλεχθῆναί σε ἀξιοῦμεν, ἐλπίζοντες γνησιώτερόν σε ἡμῖν τὸν περὶ αὐτοῦ ἐκφᾶναι λόγον, καὶ ταῦτα οὐκ αὐτῆς ὥρας, ἀλλ᾽ αὔριον, εἴ σοι φίλον ἐστί. συγγινώσκομεν γάρ σοι διὰ τοὺς ἐκ τῆς ζητήσεως καμάτους. καὶ ὁ Πέτρος· Εἰδέναι ὑμᾶς θέλω ὅτι ὁ μετὰ ἡδονῆς ποιῶν τι ὑπ᾽ αὐτῶν τῶν καμάτων ἀναπαύεται, μὴ ποιῶν δὲ ἃ βούλεται ὑπ᾽ αὐτῆς τῆς ἀναπαύσεως κάμνει τὰ μέγιστα. ὥστε μοι τὰ μεγάλα τῆς ἀναπαύσεως χαρίζεσθε, τὰ ἐμοὶ φίλα διαλέγεσθαι ποιοῦντες. πλὴν ἐπὶ τῇ προαιρέσει αὐτοῦ ἐξαρκεσθέντες καὶ τοῖς καμάτοις συγγνόντες εἰς τὴν νύκτα, ὡς αὐτῷ ἔθος ἦν πρὸς τοὺς γνησι⌞〈ωτέρους δια〉⌟λέγεσθαι, τὴν ὑπέρθεσιν γενέσθαι ἠξιώσαμεν. καὶ δὴ ἁλῶν μεταλαβόντες εἰς ὕπνον ⌞〈ἐτρά〉⌟πημεν.